Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
67.1.1
Καὶ αἱ μὲν ἄλλαι αἱρέσεις ἐλεγχόμεναι ταῖς ἀποδείξεσιν ὑπ' αὐτῆς τῆς ἀληθείας σιωπῶσι μηδὲν πλέον ἢ ἐντρεπόμεναι τοῖς ἐλέγχοις, ἡ δὲ νέα καὶ μυσαρὰ τούτων αἵρεσις, ὅταν ἀνατραπῇ τοῖς λόγοις, ὅταν ὑπ' αὐτῆς τῆς ἀληθείας αἰσχυνθεῖσα πέσῃ, λοιπὸν οὓς μὴ δεδύνηται πεῖσαι λόγοις, τούτους τῇ βίᾳ καὶ πληγαῖς καὶ δεσμωτηρίοις ἕλκειν ἐπιχειρεῖ 67. 2 γνωρίζουσα ἑαυτὴν καὶ οὕτως, ὡς πάντα μᾶλλόν ἐστιν ἢ θεοσεβής. θεοσεβείας μὲν γὰρ ἴδιον μὴ ἀναγκάζειν, ἀλλὰ πείθειν, ὥσπερ εἴπαμεν. καὶ γὰρ ὁ κύριος αὐτὸς οὐ βιαζόμενος, ἀλλὰ τῇ προαιρέσει διδοὺς ἔλεγε πᾶσι μέν· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν», τοῖς δὲ μαθηταῖς· 67. 3 «μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν»; αὕτη παντελῶς ἀλλοτρία τῆς θεοσεβείας ἐστί. τί ποιεῖν αὐτὴν ἐχρῆν ἢ τἀναντία τοῦ σωτῆρος ὡς χριστομάχον ἡγεμόνα τῆς ἀσεβείας ἐπιγραφο μένην Κωνστάντιον ὡς αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτισμὸν τῷ Δαυίδ, κελεύει καὶ ἀναιροῦνται πάντες τὸν ἀριθμὸν ὄντες τριακόσιοι καὶ πέντε, οὗτος δέ, ἐπειδὴ τὴν μὲν αἵρεσιν πάντες φεύγουσιν, ἡ δὲ ὑγιαίνουσα πίστις ἡ εἰς τὸν κύριον ὡμολογήθη, τριακοσίων ὅλων σύνοδον ἐπισκόπων ἀναιρεῖ. καὶ τοὺς μὲν ἐπι σκόπους αὐτοὺς ἐξορίζει, τοὺς δὲ λαοὺς ἐμποδίζει μελετᾶν τὴν εὐσέβειαν καὶ εὔχεσθαι τῷ 67. 4 θεῷ κωλύων αὐτῶν τὰς συναγωγάς. καὶ ὥσπερ Σαοὺλ κατέσκαψε «τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων», οὕτως οὗτος καὶ πλέον τὸ κακὸν αὐξάνων τὰς ἐκκλησίας τοῖς ἀσεβοῦσι παραδέδωκε καὶ ὡς ἐκεῖνος Δωὴκ τὸν διαβαλόντα προτετίμηκε τῶν ἀληθῶς ἱερέων τόν τε Δαυὶδ ἐδίωκε προσέχων τοῖς Ζιφαίοις, οὕτως οὗτος τοὺς μὲν αἱρετικοὺς προκρίνει τῶν εὐ σεβῶν, τοὺς δὲ φεύγοντας αὐτὸν ἔτι διώκει προσέχων τοῖς θλαδίαις ἑαυτοῦ, τοῖς καὶ δια βάλλουσι τοὺς ὀρθοδόξους μὴ συνορῶν, ὡς ὅσα δ' ἂν ὑπὲρ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πράττῃ τε καὶ γράφῃ, ταῦτα κατὰ τοῦ σωτῆρος ἔχει τὴν ἐπιχείρησιν.

Intertext edge

Open linked passage

Note