Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
68.1.1
Οὐχ οὕτως Ἀχαὰβ κατὰ τῶν ἱερέων τοῦ θεοῦ γέγονεν, ὡς οὗτος κατὰ τῶν ἐπισκό πων τετόλμηκεν. ὅλως γὰρ ἐκεῖνος καὶ φονευθέντος τοῦ Ναβουθαὶ «κατενύγη» καὶ τὸν Ἠλίαν ἑωρακὼς ἐφοβήθη, οὗτος δὲ οὐδὲ τὸν τηλικοῦτον Ὅσιον ᾐδέσθη οὐδὲ τοὺς τοσούτους ἐπισκόπους ἐξορίσας ἐνάρκησεν ἢ κἂν κατενύγη, ἀλλ' ὡς ἄλλος Φαραὼ μᾶλλον 68. 2 ἐπιτριβόμενος σκληρύνεται καὶ χείρονα καθημέραν ἐπενόει. καὶ ἔστιν αὐτοῦ τοῦτο παράδοξον τῆς πονηρίας. τῶν γὰρ ἐπισκόπων ἐξοριζομένων συνέβαινε καὶ ἄλλους τινὰς δι' ἐγκλήματα φόνου ἢ στάσεως ἢ κλοπῆς κατὰ τὴν τοῦ ἐγκλήματος ποιότητα λαμβάνειν τὴν καταδίκην, καὶ τούτους μὲν μετὰ μῆνας ὀλίγους ἀξιούμενος ὡς τὸν Βαραββᾶν Πιλᾶτος ἀπέλυε, τοὺς δὲ τοῦ Χριστοῦ δούλους οὐκ ἠφίει, ἀλλὰ καὶ μᾶλλον ἀνηλεῶς κατεδίκαζεν ἐν τοῖς ἐξορισμοῖς ἀθάνατον κακὸν γιγνόμενος εἰς αὐτούς. τῶν μὲν γὰρ διὰ τὸν τρόπον φίλος ἦν, τῶν ὀρθοδόξων δὲ διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν 68. 3 ἐχθρὸς ἐτύγχανεν. ἆρ' οὖν οὐ πᾶσιν ἐκ τούτου λευκῶς ἐδείκνυεν ὅτι καὶ τότε οἱ Ἰουδαῖοι τὸν μὲν Βαραββᾶν αἰτησάμενοι, τὸν δὲ κύριον σταυρώσαντες τοιοῦτοι ἦσαν, οἷοι καὶ νῦν οἱ μετὰ Κωνσταντίου χριστομάχοι; καὶ τάχα πικρότερος οὗτος ἢ Πιλᾶτος. ὁ μὲν γὰρ κἂν ἐνίψατο συνορῶν τὴν ἀδικίαν, οὗτος δὲ καὶ μᾶλλον τρίζει τοὺς ὀδόντας ἐξορίζων τοὺς ἁγίους.