Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
69.1.1
Τί δὲ θαυμαστόν, εἰ πλανηθεὶς εἰς ἀσέβειαν οὕτω κατὰ τῶν ἐπισκόπων ἐστιν ὠμός, ὅπου γε οὐδὲ τῆς ἰδίας συγγενείας ὡς ἄνθρωπος ἐφείσατο; τοὺς μὲν γὰρ θείους κατέσφαξε καὶ τοὺς ἀνεψίους ἀνεῖλε, καὶ πενθερὸν μέν, ἔτι τὴν θυγατέρα γαμῶν αὐτοῦ, συγγενεῖς δὲ πάσχοντας οὐκ ἠλέησεν, ἀλλὰ καὶ ὅρκων ἀεὶ πρὸς πάντας παραβάτης γέγονεν. οὕτω γὰρ καὶ εἰς τὸν ἀδελφὸν ἀσεβεῖν τετόλμηκε· καὶ προσποιεῖται μὲν οἰκοδομεῖν αὐτῷ μνημεῖον, τὴν δὲ μνηστὴν αὐτοῦ τὴν Ὀλυμπιάδα βαρβάροις ἐκδέδωκεν, ἣν ἐκεῖνος μέχρι 69. 2 τελευτῆς ἐφύλαττε καὶ ὡς ἰδίαν ἀνέτρεφεν ἑαυτῷ γυναῖκα. καὶ τὴν γνώμην δὲ αὐτοῦ παραλύειν ἐπεχείρησεν, οὗ καὶ κληρονόμος εὔχεται εἶναι γράφων τοιαῦτα, ἐφ' οἷς καὶ ὀλίγην αἴσθησιν ἔχων ἄν τις ᾐσχύνθη. ἐγὼ δὲ συμβάλλων αὐτοῦ τὰς ἐπιστολὰς εὑρίσκω τοῦτον μὴ κατὰ φύσιν ἔχοντα τὰς φρένας, ἀλλὰ μόνον πρὸς τοὺς ὑποβάλλοντας κινού μενον, ἴδιον δὲ νοῦν καθόλου μὴ ἔχοντα. ὁ μὲν οὖν Σολομών φησι· «βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ' αὐτὸν παράνομοι», οὗτος δὲ ἐξ ὧν ποιεῖ, δείκνυσιν ἑαυτὸν ἐκεῖνον εἶναι τὸν ἄδικον καὶ τοὺς περὶ αὐτὸν παρανόμους.

Intertext edge

Open linked passage

Note