Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
70.1.1
Πότε οὖν οὗτος τοιοῦτος ὢν καὶ τοιούτοις χαίρων δύναταί τι δίκαιον ἢ κατὰ λόγον φρονῆσαι; ἄνθρωπος δεδεμένος τῇ τῶν συνόντων παρανομίᾳ καὶ τούτων ὄντων ἐπᾳ δόντων, οἵτινες τὸν ἐγκέφαλον μᾶλλον ἐν ταῖς πτέρναις καταπεπατημένον ἔχουσι. διὰ τοῦτο γὰρ καὶ γράφει καὶ γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν.
70.2.1
οὕτω δὲ τοῦτον ὄντα τοιοῦτον οἰκτείρειεν ἄν τις μᾶλλον δικαίως, ὅτι μετ' ἐλευθέρου σχήματος καὶ ὀνόματος δοῦλός ἐστι τῶν ἑλκόντων αὐτὸν πρὸς τὴν ἰδίαν ἡδονὴν τῆς ἀσεβείας. ἀμέλει τὸ ἀνόητον καὶ κέπφον, ὡς εἶπεν ἡ γραφή, καθηκεύειν θέλων ἄλλοις ἑαυτὸν εἰς καταδίκην τῇ μελλούσῃ κρίσει τοῦ πυρὸς παρανάλωμα δέδωκεν. ἤδη πράττων, ἃ θέλουσιν ἐκεῖνοι, καὶ προπίνων αὐτοῖς τήν τε κατὰ τῶν ἐπισκόπων ἐπιβουλὴν καὶ 70. 3 τὴν τῶν ἐκκλησιῶν ἐξουσίαν. ἰδοὺ γὰρ καὶ νῦν πάλιν ἐτάραξε τὰς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας καὶ τὰς ἐν Αἰγύπτῳ καὶ Λιβύαις πάσας, καὶ φανερῶς προσέταξε τοὺς μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς εὐσεβείας ἐπισκόπους ἐκβάλλεσθαι τῶν ἐκκλησιῶν, τοῖς 70. 4 δὲ τὰ Ἀρείου φρονοῦσι πάσας αὐτὰς παραδίδοσθαι. τοῦτό τε ποιεῖν ὁ στρατηλάτης ἤρξατο. καὶ λοιπὸν ἐπίσκοποι δέσμιοι πρεσβύτεροί τε καὶ μονάζοντες σεσιδηρωμένοι καὶ πληγαῖς κατακοπέντες ἴσα θανάτῳ παρεπέμφθησαν πάντα τε κατὰ τόπον τετά ρακται· καὶ ἡ Αἴγυπτος καὶ Λιβύη πᾶσα κινδυνεύει τῶν λαῶν δυσανασχετούντων ἐπὶ τῷ παρανόμῳ προστάγματι τούτῳ καὶ βλεπόντων τὴν τοῦ ἀντιχρίστου παρα σκευὴν καὶ τὰ ἴδια ἀπ' αὐτῶν μὲν ἁρπαζόμενα, τοῖς δὲ αἱρετικοῖς ἐκδιδόμενα ταῦτα.

Intertext edge

Open linked passage

Note