Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
71.1.1
Πότε οὖν ἠκούσθη τοσαύτη παρανομία; πότε τι τοιοῦτον κἂν ἐν διωγμῷ γέγονε κακόν; Ἕλληνες γεγόνασιν οἱ πρότερον διώξαντες, ἀλλ' οὐκ εἰς τὰς ἐκκλησίας εἰσήνεγκαν τὰ εἴδωλα. Ἰουδαία ἦν Ζηνοβία καὶ Παύλου προέστη τοῦ Σαμοσατέως, ἀλλ' οὐ δέδωκε τὰς ἐκκλησίας τοῖς Ἰουδαίοις εἰς συναγωγάς. καινόν ἐστι τοῦτο μύσος· οὐκ ἔστιν ἁπλῶς διωγμός, ἀλλὰ διωγμοῦ μὲν πλέον, προοίμιον δὲ καὶ παρασκευὴ τοῦ ἀντιχρίστου.
71.2.1
ἔστω γὰρ καὶ κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων, οὓς ἐξώρισαν, προ φάσεις ἐπλάσαντο ψευδεῖς, τί πρὸς τὸ καινὸν ἐπιτήδευμα τοῦτο; ποίαν ἄρα πρόφασιν ἔχουσι κατὰ πάσης τῆς Αἰγύπτου καὶ Λιβύης καὶ Πενταπόλεως εἰπεῖν; οὐδὲ γὰρ καθ' ἕκαστον ἐπιβουλεύειν ἤρξαντο, ἵνα κἂν ψεύσασθαι δυνηθῶσιν, ἀλλ' ἀθρόως πᾶσιν
71.3.1
ἐπέθεντο, ἵνα, κἂν θέλωσι πλάσασθαι, καταγνωσθῶσιν. ἐτύφλωσε γοῦν αὐτῶν ἐν τούτοις τὴν διάνοιαν ἡ κακία, καὶ πάντας ἁπλῶς τοὺς ἐπισκόπους ἀπροφασίστως ἠξίωσαν ἐκβάλλεσθαι, ἵνα δείξωσιν ὅτι κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων οὓς ἐξώρισαν προφάσεις ἐπλάσαντο ψευδεῖς δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν μιαρὰν αἵρεσιν τῶν χριστομάχων Ἀρειανῶν. τοῦτο γὰρ λοιπὸν οὐκέτι κέκρυπται, ἀλλὰ πᾶσι μάλιστα 71. 4 νῦν γέγονε φανερόν. Ἀθανάσιον μὲν γὰρ προσέταξεν ἐκβάλλεσθαι τῆς πόλεως, ἐκείνοις δὲ παραδέδωκε τὰς ἐκκλησίας. καὶ οἱ μὲν πρεσβύτεροι καὶ οἱ διάκονοι οἱ μετ' αὐτοῦ ἀπὸ Πέτρου καὶ Ἀλεξάνδρου τυγχάνοντες ἐκβάλλονται καὶ φυγαδεύονται, οἱ δὲ ἀληθῶς Ἀρειανοὶ οἱ μὴ ἔξωθεν ἀληθῶς ὑπονοούμενοι, ἀλλ' οἱ ἐξ ἀρχῆς διὰ τὴν αἵρεσιν ἐκβληθέντες μετ' αὐτοῦ τοῦ Ἀρείου παρὰ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἐν μὲν τῇ ἄνω Λιβύῃ Σεκοῦνδος, ἐν δὲ τῇ Ἀλεξανδρείᾳ Εὐζώιος ὁ Χαναναῖος καὶ Ἰούλιος καὶ Ἄμμων Μάρκος τε καὶ Εἰρηναῖος καὶ Ζώσιμος καὶ Σαραπίων ἐπίκλην Πελύκων καὶ ἐν Λιβύῃ Σισίννιος καὶ οἱ σὺν αὐτῷ νεώτεροι συνασεβοῦντες αὐτοῖς, οὗτοι τὰς ἐκκλησίας παρειλήφασιν.