Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
72.1.1
Καὶ ὁ μὲν στρατηλάτης Σεβαστιανὸς ἔγραψε τοῖς κατὰ τόπον πραιποσίτοις καὶ στρατιωτικαῖς ἐξουσίαις, καὶ οἱ μὲν ἀληθῶς ἐπίσκοποι ἐδιώχθησαν, οἱ δὲ τὰ τῆς ἀσεβείας 72. 2 φρονοῦντες ἀντ' ἐκείνων εἰσήχθησαν. καὶ ἐξώρισαν μὲν ἐπισκόπους γηράσαντας ἐν τῷ κλήρῳ καὶ πολυετεῖς ἐν τῇ ἐπισκοπῇ ἀπὸ Ἀλεξάνδρου ὄντας τοῦ ἐπισκόπου, Ἀμμώνιον μὲν καὶ Ἑρμῆν καὶ Ἀνάγαμφον καὶ Μάρκον εἰς τὴν ἄνω Ὤασιν, Μοῦιν δὲ καὶ Ψενόσιριν καὶ Νειλάμμωνα καὶ Πλήνην καὶ Μάρκον καὶ Ἀθηνόδωρον εἰς τὴν δι' οὐδὲν ἕτερον, ἢ ἵνα διὰ τῶν ἐρήμων διερχόμενοι τελευτήσωσι. καὶ γὰρ οὐδὲ νο σοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακολουθεῖν αὐτοῖς τὰ ἐντάφια. ἀπέθανε 72. 4 γοῦν εἷς ἐξ αὐτῶν, καὶ οὐδὲ τὸ σῶμα συνεχώρησαν ἀποφέρεσθαι τοῖς ἰδίοις. διὰ τοῦτο καὶ Δρακόντιον μὲν ἐπίσκοπον εἰς τὰ ἔρημα περὶ τὸ Κλύσμα ἐξώρισαν, Φίλωνα δὲ εἰς Βαβυλῶνα καὶ Ἀδέλφιον εἰς Ψίναβλα τῆς Θηβαίδος Ἱέρακά τε καὶ Διόσκορον τοὺς πρεσβυτέρους εἰς Σοήνην ἐξώρισαν. καὶ Ἀμμώνιον μὲν καὶ Ἀγαθὸν καὶ Ἀγαθοδαίμονα καὶ Ἀπολλώνιον καὶ Εὐλόγιον καὶ Ἀπολλὼ καὶ Παφνούτιον καὶ Γάιον καὶ Φλάβιον, ἀρχαίους ἐπισκόπους, καὶ Διόσκορον καὶ Ἀμμώνιον καὶ Ἡρακλείδην καὶ πάλιν ἐπισκόπους, ἐφυγάδευσαν. καὶ τοὺς μὲν εἰς λειτουργίαν παραδεδώκασι, τοὺς δὲ ἐδίωξαν ἀναιρῆσαι θέλοντες ἄλλους τε πολλοὺς διήρπασαν. καὶ λαικοὺς μὲν μʹ καὶ παρθένους πρότερον παρὰ πῦρ στήσαντες αὐτὰς ἐξώρισαν. οὕτω κόψαντες πληγαῖς ταῖς ἀπὸ φοινίκων ῥάβδοις, ὡς μετὰ ἡμέρας πέντε τὰς μὲν αὐτῶν ἀποθανεῖν, τὰς δὲ χειρουργεῖσθαι διὰ τοὺς ἐμπαγέντας ἐν τοῖς μέλεσι σκόλοπας καὶ μείζονας θανάτου τὰς βασάνους ὑπομένειν· καὶ τό γε δεινότερον παντὶ μὲν ἰσχύοντι, οἰκεῖον δὲ τῶν ἀσεβῶν. ἐπειδὴ κοπτόμεναι τὸν Χριστὸν ἐπεκαλοῦντο, μειζόνως ἔτριζον κατ' αὐτῶν τοὺς ὀδόντας.
72.6.1
ἀμέλει οὐδὲ τὰ σώματα τῶν ἀπογιγνομένων ἀπεδίδουν τοῖς ἰδίοις εἰς ταφήν, ἀλλ' ἔκρυ πτον, ἵνα δόξωσι λανθάνειν τὴν ἀνδροφονίαν. ἀλλ' οὐκ ἔλαθον, πᾶσα γὰρ ἡ πόλις ἑώρακε καὶ πάντες ὡς δημίους, ὡς κακούργους καὶ λῃστὰς ἀπεστρέφοντο. καὶ γὰρ καὶ μοναστήρια κατέστρεψαν καὶ εἰς πῦρ ἐμβαλεῖν μοναχοὺς ἐπείρασαν καὶ διήρπασαν οἴκους καὶ παραθήκας τεθείσας παρὰ τοῦ ἐπισκόπου εἰς οἶκον ἐλευθέρων ἐπεισελθόντες ἥρπασαν καὶ ἀπεστέρησαν, τὰς χήρας κατὰ πελμάτων ἔκοπτον καὶ τὰς ἐλεημοσύνας ἐκώλυον.

Intertext edge

Open linked passage

Note