Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
73.1.1
Τοιαῦτα μὲν οὖν τὰ πονηρεύματα τῶν Ἀρειανῶν. οἷα δὲ αὐτῶν καὶ τὰ τῆς ἀθεό τητος ἐπιχειρήματα, τίς ἀκούσας οὐ φρίξειε; τοὺς μὲν γὰρ τηλικούτους γέροντας καὶ πολυετεῖς ἐπισκόπους ἐξορισθῆναι πεποιήκασιν, ἀντὶ δὲ τούτων νεωτέρους ἀσελγεῖς Ἕλληνας μήτε κατηχηθέντας, δόξαντες εὐθὺς περαίνειν, καὶ ἄλλους διγυναίους καὶ ἐπὶ μείζοσιν αἰτίαις ἐγκαλουμένους διὰ τὸν περὶ αὐτοὺς πλοῦτον καὶ τὴν ἐκ τῆς πολιτείας δυναστείαν, χρυσίον διδόντας, ὡς ἀπὸ πωλητηρίου ἀπέστελλον αὐτοὺς ὀνομάσαντες
73.2.1
ἐπισκόπους. καὶ λοιπὸν τοῖς λαοῖς δεινοτέρα ἐγίγνετο ἡ συμφορά. ἀποστρεφόμενοι γὰρ τοὺς μισθωτοὺς ἐκείνων καὶ ἀλλοτρίους ἑαυτῶν ἐμαστίζοντο, ἐδημεύοντο, εἰς τὰ δεσμωτήρια κατεκλείοντο παρὰ τοῦ στρατηλάτου. ἐποίει γὰρ τοῦτο προθύμως Μανι χαῖος ὤν, ἵνα τοὺς μὲν ἰδίους μὴ ἐπιζητῶσιν, οὓς δὲ ἀπεστρέφοντο δέχωνται ἀνθρώπους τοιαῦτα πράττοντας, οἷα καὶ πρὸ τούτου ἐν τοῖς εἰδώλοις ἔπαιζον.