Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
74.1.1
Τίς οὖν ταῦτα βλέπων ἢ ἀκούων, τίς ὁρῶν τὴν ἀλαζονείαν τῶν ἀσεβῶν καὶ τοσαύτην ἀδικίαν, εἰ δίκαιός ἐστιν, οὐ στενάξειεν; «ἐν τόποις γὰρ ἀσεβῶν στένουσι δίκαιοι». τίς τούτων γιγνομένων καὶ τῆς ἀσεβείας τοσαύτην ἀναισχυντίαν λαβούσης ἔτι τολμᾷ λέγειν Κοστύλλιον Χριστιανὸν καὶ οὐ μᾶλλον ἀντιχρίστου τὴν εἰκόνα; τί γὰρ τῶν τούτου γνωρισμάτων παραλέλοιπεν; ἢ πῶς οὐ πανταχόθεν οὗτος ἐκεῖνος εἶναι νομισθή 74. 2 σεται, κἀκεῖνος τοιοῦτος ἂν ὑπονοηθείη, οἷός ἐστιν οὗτος; οὐ τὰς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ ἐν τῷ Καισαρείῳ γινομένας θυσίας καὶ κατὰ Χριστοῦ βλασφημίας ὡς ἐξ ἐντολῆς αὐτοῦ πεποιήκασιν Ἀρειανοί τε καὶ Ἕλληνες; οὐχ ἡ ὅρασις τοῦ Δανιὴλ οὕτως σημαίνει τὸν ἀντίχριστον ὅτι «ποιήσει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἰσχύσει πρὸς αὐτοὺς» καὶ ὑπεροίσει ἐν κακοῖς πάντας τοὺς ἔμπροσθεν «καὶ τρεῖς βασιλεῖς ταπεινώσει καὶ λόγους 74. 3 πρὸς τὸν ὕψιστον λαλήσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιρὸν καὶ νόμον»; τίς οὖν ἄλλος πώποτε τοιαῦτα ἐπεχείρησε πρᾶξαι ἢ μόνος Κωνστάντιος; οὗτος γὰρ τοιοῦτός ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστά μενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς ἐπισκόπους, 74. 4 εἰ καὶ πρὸς ὀλίγον ἐπὶ τῇ ἑαυτοῦ ἀπωλείᾳ ταύτην τὴν ἐξουσίαν ἔχει. καὶ γὰρ οὗτος τοὺς πρὸ αὐτοῦ νενίκηκεν ἐν κακίᾳ καινὸν ἐπινοήσας τρόπον τοῦ διωγμοῦ. καὶ τρεῖς βασιλεῖς Βρετανίωνα καὶ Μαγνέντιον καὶ Γάλλον καθελὼν εὐθὺς προέστη τῆς ἀσεβείας.
74.5.1
καὶ ὡς γίγας πρὸς τὸν ὕψιστον ἐτόλμησεν ἐπαρθῆναι τῇ ἀλαζονείᾳ. οὗτος ὑπενόησεν ἀλλοιῶσαι νόμον παραλύων τὴν μὲν τοῦ κυρίου διὰ τῶν ἀποστόλων διάταξιν, τὰ δὲ τῆς ἐκκλησίας ἀλλάττων ἔθη καὶ καινὸν αὐτὸς ἐπινοῶν τρόπον τῶν καταστάσεων. ἐξ ἄλλων γὰρ τόπων καὶ πρὸ πεντήκοντα μονῶν μετὰ στρατιωτῶν ἐπισκόπους ἀπο στέλλει πρὸς τοὺς μὴ θέλοντας λαούς, καὶ ἀντὶ γνώσεως τῆς πρὸς τοὺς λαοὺς ἐκεῖνοι φέρουσι τὰς ἀπειλὰς καὶ τὰ πρὸς τοὺς δικαστὰς γράμματα. οὕτω Γρηγόριον ἀπὸ Καπ παδοκίας ἔπεμψεν εἰς Ἀλεξάνδρειαν, καὶ εἰς μὲν τὸ Σίρμιον ἀπὸ Κυζίκου μετεπέμψατο 75. 1 Γερμίνιον, ἀπὸ δὲ τῆς Λαοδικείας Κεκρόπιον εἰς τὴν Νικομήδειαν ἀπέστειλεν. καὶ Αὐξέντιον μέν τινα φιλοπράγμονα μᾶλλον ἢ Χριστιανὸν ἀπὸ Καππαδοκίας εἰς Μεδιό λανον μετεστείλατο, ἵν', ἐπειδὴ τὸν ἐπίσκοπον τὸν ἐκεῖ Διονύσιον, ἄνθρωπον εὐλαβῆ, διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν ἐξώρισε, τοῦτον ἐκεῖ κελεύσῃ εἶναι, ἄνθρωπον μήπω μηδὲ τὴν Ῥωμαικὴν εἰδότα γλῶτταν ἢ μόνον ἀσεβεῖν. νῦν δὲ πάλιν Γεώργιόν τινα Καππα δόκην ἄνθρωπον, ὑποδέκτην ἐν Κωνσταντινουπόλει ταμιακῶν γενόμενον καὶ σφετερι σάμενον πάντα καὶ δι' αὐτὸ τοῦτο φυγόντα, προσέταξεν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν 75. 2 μετὰ στρατιωτικῆς φαντασίας καὶ τῆς τοῦ στρατηλάτου ἐξουσίας. εἶτα εὑρὼν Ἐπί κτητόν τινα νεόφυτον καὶ νεώτερον θρασὺν ἠγάπησεν ὁρῶν αὐτὸν ἕτοιμον εἰς κακίαν καὶ δι' αὐτοῦ οἷς ἐθέλει λοιπὸν ἐπισκόποις ἐπιβουλεύει· ἕτοιμος γὰρ ἐκεῖνός ἐστι πάντα ποιεῖν ἃ βούλεται βασιλεύς. τούτῳ γοῦν ὑπηρέτῃ χρώμενος καὶ ἐν τῇ Ῥώμῃ πεποίηκε 75. 3 παράδοξον καὶ ἀληθῶς ὁμοίωμα τῆς ἀντιχρίστου κακονοίας. ἀντὶ γὰρ τῆς ἐκκλησίας τὸ παλάτιον παρασκευάσας καὶ ἀντὶ τῶν λαῶν τρεῖς που θλαδίας ἑαυτοῦ πεποίηκε παρεῖ ναι, καὶ λοιπὸν ἠνάγκασε τρεῖς κακοήθεις κατασκόπους (οὐ γὰρ ἄν τις ἐπισκόπους εἴποι) καταστῆσαι δῆθεν ἐπίσκοπον ἐν τῷ παλατίῳ Φήλικά τινα ἄξιον ἑαυτῶν. οἱ γὰρ λαοὶ πάντες εἰδότες τὴν παρανομίαν τῶν αἱρετικῶν οὔτε συνεχώρησαν αὐτοῖς εἰς τὰς ἐκκλησίας εἰσελθεῖν, ἀλλὰ μακρὰν ἀπ' αὐτῶν ἀνεχώρησαν.

Intertext edge

Open linked passage

Note