Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
76.1.1
Τί οὖν οὗτος τοῦ ἀντιχρίστου παραλέλοιπεν; ἢ τί πλέον ἐκεῖνος ἐλθὼν τούτου ποιήσειεν; ἢ πῶς ἐκεῖνος ἐλθὼν οὐχ εὑρήσει πρὸς ἀπάτην εὔκολον προετοιμασθεῖσαν αὐτῷ παρὰ τούτου τὴν ὁδόν; καὶ γὰρ πάλιν ἀντὶ τῶν ἐκκλησιῶν εἰς τὰ παλάτια πρὸς 76. 2 ἑαυτὸν τὰς κρίσεις προκαλεῖται. καὶ τούτων μὲν αὐτὸς ἐξάρχει· τὸ δὲ θαυμαστόν, ὅτι, κἂν θεωρήσῃ τοὺς κατηγόρους ἀποροῦντας, αὐτὸς ἀναδέχεται τὴν κατηγορίαν, 76. 3 ἵνα μηδὲ ἀπολογεῖσθαι λοιπὸν ἐξῇ τοῖς ἀδικουμένοις διὰ τὴν παρ' αὐτοῦ βίαν. καὶ τοῦτο πεποίηκεν ἐν τοῖς κατὰ Ἀθανασίου. τὴν γὰρ Παυλίνου καὶ Λουκιφέρου καὶ Εὐσεβίου καὶ Διονυσίου τῶν ἐπισκόπων παρρησίαν βλέπων, καὶ ὡς ἐκ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος διήλεγχον τοὺς κατὰ τοῦ ἐπισκόπου λέγοντας καὶ συνεβούλευον μηκέτι χρῆναι πιστεύεσθαι τοὺς περὶ Οὐάλεντα μεταγνόντας ἐφ' οἷς λέγουσι νῦν, εὐθὺς ἀναστὰς εἶπεν· «ἐγὼ κατήγορός εἰμι νῦν Ἀθανασίου, δι' ἐμὲ πιστεύσατε οἷς ἐὰν 76. 4 λέγωσιν οὗτοι». εἶτα ἐκείνων λεγόντων· «πῶς δύνασαι κατήγορος εἶναι μὴ παρόντος τοῦ κατηγορουμένου; εἰ γὰρ σὺ κατήγορος εἶ, ἀλλ' ἐκεῖνος μὴ παρὼν οὐ δύναται κρί νεσθαι. οὐ γὰρ Ῥωμαική ἐστιν ἡ κρίσις, ἵν' ὡς βασιλεὺς πιστευθῇς, ἀλλὰ περὶ ἐπισκόπου ἐστὶ τὸ κρίμα. καὶ δεῖ τὴν κρίσιν ἴσην εἶναι τῷ κατηγοροῦντι καὶ τῷ κρινομένῳ. πῶς δὲ καὶ κατηγορεῖς; συνεῖναι γὰρ οὐκ ἠδύνασο τῷ μακράν σου τυγχάνοντι. εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ' ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις, φαίνονται μᾶλλον οὗτοι διὰ σὲ λέγοντες ταῦτα 76. 5 καὶ εἰς σὴν χάριν κατηγοροῦντες Ἀθανασίου. ταῦτα ἀκούσας καὶ νομίσας ὕβριν εἶναι τὸ λεχθὲν ὀρθῶς ἐκείνους μὲν ἐξώρισε, κινηθεὶς δὲ κατὰ Ἀθανασίου ἀγριώτερον ἔγραψεν αὐτόν τε παθεῖν τὰ γενόμενα καὶ τοῖς Ἀρειανοῖς παραδοθῆναι τὰς ἐκκλησίας καὶ τούτοις ἐξεῖναι πράττειν ἃ βούλονται.

Intertext edge

Open linked passage

Note