Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
77.1.1
Δεινὰ μὲν οὖν καὶ πέρα δεινῶν τὰ τοιαῦτα, πρέπουσα δὲ πρᾶξις ὅμως τῷ σχη ματιζομένῳ τὰ τοῦ ἀντιχρίστου. τίς γὰρ βλέπων αὐτὸν ἐξάρχοντα τῶν νομιζομένων ἐπισκόπων καὶ προκαθήμενον τῶν ἐκκλησιαστικῶν κρίσεων οὐκ ἀκολούθως ἂν εἴποι τοῦτ' εἶναι τὸ διὰ τοῦ Δανιὴλ εἰρημένον «βδέλυγμα τῆς ἐρημώσεως»; τὸν γὰρ Χριστια νισμὸν περιβεβλημένος καὶ εἰς τοὺς ἁγίους τόπους εἰσερχόμενος ἑστηκώς τε ἐν αὐτοῖς ἐρημοῖ τὰς ἐκκλησίας, παραλύων τοὺς τούτων κανόνας καὶ τὰ ἴδια κρατεῖν βιαζόμενος.
77.2.1
ἆρα τίς ἔτι τολμᾷ λέγειν τὸν καιρὸν τοῦτον εἰρηνικὸν εἶναι Χριστιανῶν καὶ οὐ μᾶλλον διωγμόν; καὶ διωγμόν, οἷος οὔτε πώποτε γέγονεν οὔτε τάχα τις ποιήσει ποτὲ τοιοῦτον εἰ μὴ ἄρα «ὁ υἱὸς τῆς ἀνομίας», ὃν οἱ χριστομάχοι δεικνύουσιν ἀναζωγραφοῦντες ἐν αὐτοῖς ἤδη. διὸ καὶ μάλιστα προσήκει νήφειν, μήπως ἡ αἵρεσις αὕτη πολλὴν ἀναισχυντίαν ἔχουσα καὶ διαχυνομένη ὡς «ἰὸς κεράστου», καθὼς ἐν ταῖς Παροιμίαις γέγραπται, δι δάσκουσά τε κατὰ τοῦ σωτῆρος φρονεῖν, αὕτη ἂν εἴη ἡ ἀποστασία, μεθ' ἣν ἐκεῖνος ἀπο 77. 3 καλυφθήσεται πάντως ἔχων τὸν πρόδρομον ἑαυτοῦ Κωνστάντιον. ἐπεὶ διὰ τί οὕτως μαίνεται κατὰ τῶν εὐσεβῶν; διὰ τί ὡς ὑπὲρ ἰδίας αἱρέσεως ἀγωνίζεται καὶ ἐχθρὸν μὲν ἴδιον λέγει τὸν μὴ πειθόμενον τῇ Ἀρείου μανίᾳ, τὰ δὲ παρὰ τῶν χριστομάχων λεγό μενα καταθυμίως δέχεται καὶ τοιαύτας καὶ τοσαύτας συνόδους ἀτιμάζει; διὰ τί τοῖς Ἀρειανοῖς ἐκέλευσε τὰς ἐκκλησίας παραδίδοσθαι; οὐχ ἵνα ἐκεῖνος ἐλθὼν εὕρῃ, πῶς εἰς 77. 4 αὐτὰς εἰσέλθῃ καὶ ἀποδέξηται τοῦτον ἑτοιμάσαντα τοὺς τόπους αὐτῷ; οἱ μὲν γὰρ ἀπὸ Ἀλεξάνδρου καὶ τοῦ πρὸ αὐτοῦ Ἀχιλλᾶ καὶ πάλιν τοῦ πρὸ τούτου Πέτρου γέροντες ἐπίσκοποι ἐξεβάλλοντο, ἐκεῖνοι δὲ εἰσήγοντο, οὓς ἂν ἔλεγον οἱ ἀκολουθοῦντες τοῖς στρα τιώταις· ἔλεγον δὲ τοὺς τὰ αὐτῶν φρονεῖν ἐπαγγελλομένους.

Intertext edge

Open linked passage

Note