Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
78.1.1
Εὔκολον δὲ τοῦτο Μελιτιανοῖς ἦν τὸ πρόβλημα. οἱ γὰρ πλεῖστοι, μᾶλλον δὲ οἱ πάντες οὐκ ἀπὸ θεοσεβοῦς ἀγωγῆς εἰσιν οὐδὲ γινώσκουσι τὴν εἰς Χριστὸν ὑγιαίνουσαν πίστιν, οὐδ' ὅλως τίς ἐστι Χριστιανισμὸς, ἢ ποίας ἔχομεν ἡμεῖς οἱ Χριστιανοὶ γραφάς. οἱ μὲν γὰρ αὐτῶν ἐξ εἰδώλων ἐλθόντες, οἱ δὲ ἐκ τοῦ βουλευτηρίου καὶ τῆς πρώτης πο λιτείας διὰ τὴν ταλαίπωρον ἀλειτουργησίαν καὶ προστασίαν πείσαντές τε χρήμασι τοὺς πρὸ αὐτῶν Μελιτιανοὺς εἰς τοῦτο παρῆλθον, καὶ πρὶν κατηχηθῶσιν. εἰ δὲ καὶ ἔδοξαν, ποία κατήχησις παρὰ Μελιτιανοῖς ἐστιν; ὅμως οὐδὲ δόξαντες κατηχεῖσθαι 78. 2 ἦλθον ἅμα, καὶ εὐθὺς ὥσπερ παῖδες ὄνομα λαβόντες ἐκλήθησαν ἐπίσκοποι. καὶ διὰ τοῦτο τοιοῦτοι ὄντες οὐδὲν ἡγήσαντο τὸ πρᾶγμα οὐδὲ διαφέρειν εὐσέβειαν ἀσεβείας ἐνόμισαν. προθύμως γοῦν καὶ ταχέως ἐκ Μελιτιανῶν Ἀρειανοὶ γεγόνασιν. ἂν δὲ καὶ ἕτερόν τι προστάξῃ βασιλεύς, καὶ εἰς τοῦτο πάλιν εἰσὶν ἕτοιμοι μεταβάλλεσθαι. ἡ γὰρ τῆς εὐσεβείας ἄγνοια ταχέως ἐπὶ τὴν συνήθη καὶ τὴν ἐξ ἀρχῆς ἣν μεμαθήκασιν ἀφρο 78. 3 σύνην καταφέρει τούτους. καὶ γὰρ οὐδέν ἐστιν αὐτοῖς «ἀνέμῳ παντὶ καὶ κλύδωνι περιφέρεσθαι», ἕως μόνον εἰσὶν ἀλειτούργητοι καὶ προστασίαν ἀνθρωπίνην ἔχουσι, τάχα δὲ οὐδὲ μεταβάλλεσθαι, οἷοι καὶ πρὸ τούτου ἦσαν, καὶ οἷοι ἦσαν, ὅτε πάλιν Ἕλληνες 78. 4 ἐτύγχανον. ἀμέλει τοιοῦτοι τὸν τρόπον ὄντες εὔκολοι καὶ νομίζοντες πολιτείαν βουλῆς εἶναι τὴν ἐκκλησίαν καὶ τὰ τῶν εἰδώλων φρονοῦντες ὥσπερ ἔθνη εἰσελθόντες εἰς «τὸ καλὸν ὄνομα τοῦ σωτῆρος ἐμίαναν τὴν Αἴγυπτον πᾶσαν, ποιήσαντες κἂν ὅλως 78. 5 ὀνομασθῆναι τὴν ἀρειανὴν αἵρεσιν ἐν αὐτῇ. ἔτι γὰρ ἐν ὁλοκλήρῳ μόνῃ τῇ Αἰγύπτῳ παρρησία τῆς ὀρθοδοξίας ἦν, καὶ διὰ τοῦτ' ἐσπούδασαν καὶ ταύτῃ φθόνον ἐπαγαγεῖν οἱ δυσσεβεῖς, μᾶλλον δὲ οὐκ αὐτοί, ἀλλ' ὁ κινήσας αὐτοὺς διάβολος, ἵν' ἐλθὼν ὁ τούτου κῆρυξ ἀντίχριστος εὕρῃ καὶ ἐν τῇ Αἰγύπτῳ τὰς ἐκκλησίας ἑαυτοῦ γενομένας τούς τε Μελιτιανοὺς προκατηχηθέντας ἤδη τὰ ἐκείνου καὶ ἐπιγνῷ ἑαυτὸν ἐν ἐκείνοις ἤδη μορφωθέντα.

Intertext edge

Open linked passage

Note