Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia Arianorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Περὶ δὲ Παύλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου νομίζω μηδένα ἀγνοεῖν. ὅσῳ γὰρ ἐπιφανὴς ἡ πόλις, τοσούτῳ καὶ τὸ γενόμενον οὐ κέκρυπται. καὶ κατὰ τούτου τοίνυν πρόφασις ἐπλάσθη. καὶ γὰρ ὁ κατηγορήσας αὐτοῦ Μακεδόνιος ὁ νῦν ἐπίσκοπος ἀντ' αὐτοῦ γενόμενος παρόντων ἡμῶν κατὰ τὴν κατηγορίαν κεκοινώνηκεν αὐτῷ καὶ πρεσ 7. 2 βύτερος ἦν ὑπ' αὐτὸν τὸν Παῦλον. καὶ ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατὰ Παύλου, καὶ οὐκ ἠμέλησαν τῆς ἐπιβουλῆς, ἀλλ' ἔμειναν διαβάλ 7. 3 λοντες. καὶ τὸ μὲν πρῶτον εἰς τὸν Πόντον ἐξωρίσθη ὑπὸ Κωνστατίνου, τὸ δὲ δεύτερον παρὰ Κωνσταντίου, δεθεὶς ἁλύσεσι σιδηραῖς, εἰς Σίγγαρα τῆς Μεσοποταμίας ἐξωρίσθη, εἶτα ἐκεῖθεν εἰς τὴν Ἔμισαν μετηνέχθη, καὶ τὸ τέταρτον εἰς Κούκουσον τῆς Καππαδοκίας περὶ τὰ ἔρημα τοῦ Ταύρου, ἔνθα καί, ὡς οἱ συνόντες ἀπήγγειλαν, ἀποπνιγεὶς παρ' 7. 4 αὐτῶν ἐτελεύτησε. τοῦτο μέντοι δράσαντες οὐκ ᾐσχύνθησαν οὐδὲ μετὰ θάνατον οἱ μηδὲν ἀληθεύοντες πλάσασθαι πάλιν πρόφασιν ὡς ἀπὸ νόσου τελευτήσαντος αὐτοῦ, 7. 5 καίτοι τοῦτο γινωσκόντων πάντων τῶν κατοικούντων τὸν τόπον ἐκεῖνον. καὶ γὰρ καὶ Φιλάγριος, βικάριος ὢν τότε τῶν τόπων ἐκείνων καὶ πάντα τὰ ἐκείνων ὑποκρι νόμενος, ὡς ἂν αὐτοὶ θέλωσιν, ὅμως ἐπὶ τούτῳ θαυμάζων καὶ λυπηθεὶς ἴσως, ὅτι μὴ αὐτὸς ἀλλ' ἕτερος εἰργάσατο τὸ κακόν, ἀπήγγειλε πολλοῖς τε ἄλλοις καὶ γνωρίμοις ἡμῶν καὶ τῷ ἐπισκόπῳ Σαραπίωνι, ὡς Παῦλος ἀποκλεισθεὶς παρ' ἐκείνων εἰς τόπον τινὰ βραχύτατον καὶ σκοτεινὸν ἀφείθη λιμῷ διαφθαρῆναι, εἶτα μεθ' ἡμέρας ἕξ, ὡς εἰσ ελθόντες εὗρον αὐτὸν ἔτι πνέοντα, λοιπὸν ἐπελθόντες ἀπέπνιξαν τὸν ἄνθρωπον. καὶ 7. 6 οὕτω τέλος ἔσχε τοῦ βίου τούτου. τοῦ δὲ τοιούτου θανάτου διάκονον ἔλεγον γεγε νῆσθαι Φίλιππον τὸν γενόμενον ἔπαρχον. ἀλλ' οὐδὲ τοῦτο παρεῖδεν ἡ θεία δίκη· οὐδὲ γὰρ παρῆλθεν ἐνιαυτός, καὶ μετὰ πολλῆς ἀτιμίας καθῃρέθη τῆς ἀρχῆς ὁ Φίλιππος, οὕτως ὡς ἰδιώτην γενόμενον ὑφ' ὧν οὐκ ἤθελε καταπαίζεσθαι. πάνυ γοῦν καὶ αὐτὸς λυπούμενος καὶ κατὰ τὸν Κάιν «στένων καὶ τρέμων» καὶ καθ' ἡμέραν προσδοκῶν τὸν ἀναιροῦντα ἔξω τῆς ἑαυτοῦ πατρίδος καὶ αὐτὸς καὶ τῶν ἰδίων ὥσπερ ἐκπλαγείς, ἐπεὶ μὴ οὕτως ἤθελεν, 7. 7 ἀπέθανε. πλὴν ὅτι καὶ κατὰ νεκρῶν οὐ φείδονται, καθ' ὧν καὶ ζώντων ἐπλάσαντο προφάσεις· οὕτω γὰρ ἑαυτοὺς πρὸς πάντας φοβεροὺς ἐπιδεικνύειν ἐσπούδασαν, καὶ ζῶντας μὲν ἐξορίζουσιν, ἀποθανόντας δὲ οὐκ ἐλεοῦσιν. ἀλλὰ καὶ τότε μόνοι παρὰ πάντας τοὺς ἀνθρώπους μισοῦσι τοὺς ἀπελθόντας καὶ τοῖς οἰκείοις αὐτῶν ἐπιβουλεύουσιν οἱ τῷ ὄντι ἀπάνθρωποι καὶ μισόκαλοι καὶ πλέον ἐχθρῶν τὸν τρόπον ἄγριον ἔχοντες διὰ τὴν ἑαυτῶν ἀσέβειαν οἱ μὴ ἐξ ἀληθείας, ἀλλ' ἐκ πεπλασμένων προφάσεων ἡμῖν τε καὶ τοῖς ἑτέροις πᾶσιν ἐπιβουλεύειν σπουδάσαντες.

Intertext edge

Open linked passage

Note