Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
80.1.1
Πολλὰ μὲν οὖν ἄν τις δύναιτο λέγειν κατὰ τῆς μυσαρᾶς καὶ χριστομάχου ταύτης αἱρέσεως, πολλὰ δὲ καὶ ἀποδείξειεν ἄν τις εἶναι προοίμια τοῦ ἀντιχρίστου τὰ ἐπιτηδεύ ματα Κωνσταντίου. ἐπειδὴ δὲ, ὡς εἶπεν ὁ προφήτης, «ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐδέν ἐστιν εὔλογον ἐν αὐτῇ», παντὸς δὲ ῥύπου καὶ πάσης ἀσεβείας πεπλήρωται, ὥστε καὶ μόνον ἐξ ἀκοῆς φευκτέαν αὐτὴν εἶναι, ὡς ἐξέραμα κυνὸς καὶ δρακόντων ἰόν, ἔστι δὲ καὶ Κοστύλλιος 80. 2 ἐκ φανεροῦ τὴν εἰκόνα φέρων τοῦ ἀντικειμένου. ἵνα μὴ μακρὸς ὁ λόγος γένηται, διὰ τοῦτο καλὸν ἀρκεσθῆναι τῇ θείᾳ γραφῇ καὶ πάντας αὐτῇ πεισθῆναι παραγγελλούσῃ διά τε τὰς ἄλλας αἱρέσεις καὶ μάλιστα διὰ ταύτην. ἔστι δὲ αὐτῆς τὸ παράγγελμα τοῦτο· «ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθετε ἐκ μέσου 80. 3 αὐτῶν καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου». τοῦτο γὰρ πρὸς διδασκαλίαν ἀρκεῖ πᾶσιν, ἵν', εἰ μέν τις ἠπατήθη παρ' αὐτῶν ἐξελθὼν ὡς ἀπὸ Σοδόμων, μηκέτι πρὸς αὐ τοὺς ἐπιστρέψῃ, μήποτε πάθῃ τὰ τῆς γυναικὸς τοῦ Λώτ, εἰ δέ τις καθαρὸς ἐξ ἀρχῆς ἀπὸ τῆς ἀσεβοῦς ταύτης αἱρέσεως διέμεινεν, ἔχῃ τὸ καύχημα ἐν Χριστῷ λέγων· «οὐκ ἐξεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον» οὐδὲ «προσεκυνήσαμεν τοῖς ἔργοις τῶν χειρῶν ἡμῶν» οὐδὲ «ἐλατρεύσαμεν τῇ κτίσει παρὰ σὲ τὸν κτίσαντα» τὰ πάντα θεὸν διὰ τοῦ σοῦ λόγου τοῦ μονογενοῦς υἱοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοὶ τῷ πατρὶ καὶ σὺν αὐτῷ τῷ λόγῳ ἐν πνεύματι ἁγίῳ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
80.4.1
(Ἀθανασίου ἐπισκόπου πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου, οὗτος ὁ λόγος διόλου κατὰ Κωνσταντίου συντέτακται τῷ πάπᾳ) 81. t Διαμαρτυρία δευτέρα 81. 1 Τάδε δημοσίᾳ διαμαρτύρεται διὰ τῶν ἑξῆς ὑπογραφόντων ὁ λαὸς τῆς ἐν Ἀλεξανδρείᾳ καθολικῆς ἐκκλησίας, ἥτις ἐστὶν ὑπὸ Ἀθανάσιον τὸν αἰδεσιμώτατον ἐπίσκοπον.