Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
81.2.1
Ἤδη μὲν διεμαρτυράμεθα περὶ ἧς πεπόνθομεν νυκτερινῆς ἐφόδου ἡμεῖς τε καὶ τὸ κυ ριακόν, εἰ καὶ διαμαρτυρίας χρεία οὐκ ἦν, ἐφ' οἷς πᾶσα ἡ πόλις ἔγνωκέ τε καὶ γινώσκει. τά τε γὰρ εὑρεθέντα σώματα τῶν ἀναιρεθέντων δημοσίᾳ προετέθη καὶ τὰ ἐν τῷ κυριακῷ 81. 3 ὅπλα τε καὶ τόξα κέκραγε τὴν παρανομίαν. ἐπειδὴ δὲ καὶ μετὰ τὴν διαμαρτυρίαν ὁ λαμπρότατος δοὺξ Συριανὸς βιάζεται πάντας συνθέσθαι αὐτῷ, ὡς οὔτε θορύβου γενομέ νου οὔτε τινὸς ἀποθανόντος, ἔλεγχος δὲ οὗτος οὐκ ὀλίγος μὴ γεγενῆσθαι ταῦτα κατὰ γνώ 81. 4 μην τοῦ φιλανθρωποτάτου Αὐγούστου Κωνσταντίου. οὐκ ἂν γὰρ ἐφοβήθη ἐπὶ τοῖς οὕτω γενομένοις, εἰ ἐκ προστάξεως ταῦτα πεποιήκει. καὶ γὰρ καὶ ἀπελθόντας ἡμᾶς πρὸς αὐτὸν καὶ ἀξιοῦντας μηδενὶ βίαν ποιεῖν μηδὲ ἀρνεῖσθαι τὰ γενόμενα ἐκέλευσε Χριστιανοὺς ἡμᾶς ὄντας κατακοπῆναι ῥοπάλοις δεικνὺς καὶ ἐκ τούτων τὸν γενόμενον νυκτὸς πόλεμον 81. 5 κατὰ τῆς ἐκκλησίας. διὰ τοῦτο καὶ νῦν ταῦτα διαμαρτυρόμεθα, ἤδη καὶ μελλόντων τινῶν ἐξ ἡμῶν ἀποδημεῖν παρὰ τὸν εὐσεβέστατον Αὔγουστον. ὁρκίζομεν δὲ κατὰ τοῦ παντοκράτορος θεοῦ ὑπὲρ τῆς σωτηρίας τοῦ εὐσεβεστάτου Αὐγούστου Κωνσταντίου τόν τε ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς κουριώσους ἀνενεγκεῖν πάντα ἐπὶ τὴν εὐσέβειαν τοῦ Αὐγούστου καὶ τὴν ἐξουσίαν τῶν λαμπροτάτων ἐπάρχων. ὁρκίζομεν δὲ καὶ τοὺς ναυκλήρους πάντας κηρύξαι ταῦτα πανταχοῦ καὶ εἰς ἀκοὰς τοῦ εὐσεβεστάτου Αὐγούστου ἀνενεγκεῖν καὶ εἰς τοὺς ἐπάρχους καὶ εἰς τοὺς κατὰ τόπον δικαστάς, ἵνα γνω σθῇ ὁ γενόμενος πόλεμος κατὰ τῆς ἐκκλησίας, καὶ ὅτι ἐν καιροῖς τοῦ Αὐγούστου Κωνσταν
81.6.1
τίου ἐποίησε Συριανὸς γενέσθαι μάρτυρας παρθένους τε καὶ ἄλλους πολλούς. ἐπι φωσκούσης γὰρ τῇ πρὸ πέντε εἰδῶν Φευρουαρίων, τουτέστι τῆς ιδʹ τοῦ Μεχιρ μηνός, ἀγρυπνούντων ἡμῶν ἐν τῷ κυριακῷ καὶ ταῖς εὐχαῖς σχολαζόντων (σύναξις γὰρ ἔμελλε τῇ παρασκευῇ γίγνεσθαι), ἐξαίφνης περὶ τὸ μεσονύκτιον ἐπῆλθεν ἡμῖν τε καὶ τῇ ἐκκλησίᾳ ὁ λαμπρότατος δοὺξ Συριανὸς μετὰ πολλῶν λεγεώνων στρατιωτῶν ἐχόντων ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη καὶ ἄλλα πολεμικὰ σκεύη καὶ τὰς περικεφαλαίας ἐπὶ τῶν κεφαλῶν. καὶ ἀληθῶς εὐχομένων ἡμῶν καὶ ἀναγνώσεως γινομένης τὰς μὲν θύρας κατέαξαν, ὡς δὲ τῇ βίᾳ τοῦ πλήθους ἀνεῴγεισαν αἱ θύραι, ἐκέλευσε. καὶ οἱ μὲν ἐτόξευον, οἱ δὲ ἠλάλαζον 81. 7 καὶ κτύπος ἐγίγνετο τῶν ὅπλων καὶ τὰ ξίφη ἀντέλαμπον τῷ ἐκ τῶν λύχνων φωτί. καὶ λοιπὸν τὰ ἐκ τούτων, παρθένοι ἀνῃροῦντο καὶ πολλοὶ κατεπατοῦντο καὶ συνέπιπτον ἀλλή λοις ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες τοξευόμενοι ἐθανατοῦντο. ἔνιοι δὲ τῶν στρατιωτῶν καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο καὶ γυμνὰς ἵστων τὰς παρθένους, ὁπότε 81. 8 φόβος ἦν αὐταῖς μείζων τοῦ θανάτου τὸ κἂν ὅλως ἅπτεσθαί τινας αὐτῶν. καὶ ὁ μὲν ἐπίσκοπος ἐκάθητο ἐπὶ τοῦ θρόνου προτρέπων πάντας εὔχεσθαι, ὁ δὲ δοὺξ ἐστρατήγει ἔχων μεθ' ἑαυτοῦ καὶ Ἱλάριον τὸν νοτάριον ἐνεργοῦντα τοιαῦτα, οἷα καὶ τὸ τέλος ἔδειξεν. ὁ μὲν γὰρ ἐπίσκοπος ἑλκόμενος παρ' ὀλίγον διεσπάσθη. παραλυθεὶς γοῦν μεγάλως καὶ ὡς νεκρὸς γενόμενος, οὐκ οἴδαμεν, ποῦ γέγονεν ἀφανὴς παρ' αὐτῶν· ἀποκτεῖναι γὰρ αὐτὸν 81. 9 ἐσπούδαζον. οἱ δὲ ὡς εἶδον πολλοὺς ἀποθανόντας, προσέταττον τοῖς στρατιώταις ἀφανῆ τὰ σώματα καταστῆσαι τῶν τετελευτηκότων. αἱ δὲ καταλειφθεῖσαι νεκραὶ ἁγιώταται παρθένοι ἐτάφησαν ἐν τοῖς μνήμασιν ἔχουσαι καύχημα, ὅτι ἐν τοῖς καιροῖς τοῦ εὐσεβεστάτου Κωνσταντίου γεγόνασι μάρτυρες. διάκονοι δὲ ἐν αὐτῷ τῷ κυριακῷ κατεκόπ τοντο πληγαῖς καὶ συνεκλείοντο. οὐκ ἄχρι δὲ τούτων ἔστη τὸ πρᾶγμα· ἀλλὰ γὰρ μετὰ τὸ ταῦτα γενέσθαι ὁ βουλόμενος λοιπὸν ἣν ἠβούλετο θύραν κατεάσσων ἤνοιγε καὶ ἠρεύνα καὶ ἥρπαζε τὰ ἔνδον, καὶ εἰς τοιούτους τόπους εἰσήρχοντο, εἰς οὓς οὐδὲ πᾶσι τοῖς νοῖς ἔξεστιν εἰσελθεῖν. οἶδε ταῦτα καὶ ὁ στρατηγὸς τῆς πόλεως Γοργόνιος· ἐκεῖ γὰρ ἦν. οὐ μικρὸς γὰρ ἔλεγχος τῆς τοιαύτης πολεμικῆς ἐφόδου τὸ ἐν τῷ κυριακῷ καταλιπεῖν τὰ παρὰ τῶν εἰσελθόντων ὅπλα καὶ βέλη καὶ ξίφη· μέχρι γὰρ νῦν ἐκρεμάσθη ἐν τῇ ἐκκλησίᾳ, ἵνα μηδὲ ἀρνήσασθαι δυνηθῶσι. καὶ γὰρ πολλάκις ἀπέστειλε τὸν τῆς τάξεως Δυνάμιον καὶ 81. 11 τὸν στρατηγὸν θέλων αὐτὰ ἆραι· καὶ τέως οὐ συνεχωρήσαμεν, ἕως πᾶσι γνωσθῇ. εἰ μὲν οὖν πρόσταγμά ἐστι διώκεσθαι ἡμᾶς, ἕτοιμοι πάντες μαρτυρῆσαι, εἰ δὲ μὴ ἔστι τοῦ Αὐγούστου πρόσταγμα, ἀξιοῦμεν τὸν ἔπαρχον τῆς Αἰγύπτου Μάξιμον καὶ τοὺς τευτὰς πάντας ἀξιῶσαι αὐτὸν μηκέτι τοιαῦτα ἐπιχειρῆσαι. ἀξιοῦμεν δὲ καὶ ταύτην ἡμῶν τὴν δέησιν ἀνενεχθῆναι, ἵνα μὴ ἄλλον τινὰ ἐπίσκοπον ἐπιχειρήσωσιν εἰσαγαγεῖν ὧδε. μέχρι γὰρ θανάτου ἑστήκαμεν αὐτὸν ἐπιθυμοῦντες τὸν αἰδεσιμώτατον Ἀθανάσιον, ὃν ἐξ ἀρχῆς ὁ θεὸς ἡμῖν δέδωκε κατὰ διαδοχὴν τῶν πατέρων ἡμῶν, ὃν καὶ αὐτὸς ὁ βέστατος Αὔγουστος Κωνστάντιος μετὰ γραμμάτων καὶ ὅρκων ἀπέστειλε. πιστεύομεν γάρ, ὅτι, ἐὰν μάθῃ ἡ εὐσέβεια αὐτοῦ, ἀγανακτήσει μὲν ἐπὶ τοῖς γενομένοις, οὐδὲν δὲ παρὰ τοὺς ὅρκους ποιήσει, ἀλλὰ καὶ πάλιν κελεύσει τὸν ἐπίσκοπον ἡμῶν Ἀθανάσιον μένειν μεθ' ἡμῶν.
81.14.1
Τοῖς μετὰ τὴν ὑπατείαν Ἀρβαιθίωνος καὶ Κολλιανοῦ τῶν λαμπροτάτων ἀποδειχθησομένοις ὑπάτοις Μεχιρ ιζʹ, ἥτις ἐστὶ τῇ πρὸ μιᾶς εἰδῶν Φευρουαρίων. (Ἡ μὲν προγεγραμμένη πρὸς τοὺς ἁπανταχοῦ μοναχοὺς ἐπιστολὴ τελευτᾷ εἰς τὰ γεγενημένα ἐν Ἀλεξανδρείᾳ ἐπὶ τῇ χειροτονίᾳ Γεωργίου τοῦ Καππάδοκος ἀπὸ ὑποδεκτῶν τοῦ Ἀρειανοῦ, ἡ δὲ ἑξῆς ἐπιστολὴ περὶ τῶν ἐν τῇ Ἀριμίνῳ καὶ ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένων συνόδων διηγουμένη τὸν προειρημένον Γεώργιον ἐν τῇ Σελευκείᾳ καθῃρῆσθαί φησιν. ὥστε καλῶς πρώτη τέτακται ἡ πρὸς τοὺς μοναχοὺς ἐν τῷ ἀντιγράφῳ δευτέρα κειμένη.)