Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Ταῦτα συνορῶντες οἱ τρεῖς ἀδελφοὶ Κωνσταντῖνος Κωνστάντιος καὶ Κώνστας ἐποίησαν πάντας μετὰ θάνατον τοῦ πατρὸς ἐπανελθεῖν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν γράψαντες περὶ μὲν τῶν ἄλλων ἰδίᾳ τῇ ἑκάστου ἐκκλησίᾳ, περὶ δὲ Ἀθανασίου ταῦτα, ἃ πάλιν τὴν μὲν τοῦ πράγματος βίαν δείκνυσι, τὴν δὲ τῶν περὶ Εὐσέβιον ἀνδροφόνον προαίρεσιν ἐλέγχει. 8. 2τ Ἀντίγραφον Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων. Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας διαπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθα νάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην... (Ἐγράφη ὀπίσω εἰς τὸν οεʹ λόγον ἀπαραλλάκτως.) Τὰ μὲν οὖν γραφέντα ταῦτα, τῆς δὲ συσκευῆς αὐτῶν τίς ἕτερος ἀξιόπιστος τούτου μάρτυς ἂν γένοιτο; ταῦτα γὰρ εἰδὼς οὕτως καὶ αὐτὸς ἔγραψεν.