Historia Arianorum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Οἱ μέντοι περὶ Εὐσέβιον βλέποντες ἐλαττουμένην αὐτῶν τὴν αἵρεσιν γράφουσιν εἰς Ῥώμην, γράφουσι δὲ καὶ τοῖς βασιλεῦσι Κωνσταντίνῳ καὶ Κώνσταντι κατὰ Ἀθανασίου. ὡς δὲ καὶ οἱ παρὰ Ἀθανασίου ἀποσταλέντες διήλεγξαν τὰ παρ' ἐκείνων γραφέντα, παρὰ μὲν τῶν βασιλέων ἐνετράπησαν, ὁ δὲ ἐπίσκοπος Ῥώμης Ἰούλιος ἔγραψε χρῆναι γενέσθαι σύνοδον, ἔνθα ἂν ἐθελήσωμεν, ἵνα ἃ μὲν κατηγοροῦσι δείξωσι, περὶ δὲ ὧν κατη γοροῦνται καὶ αὐτοὶ θαρροῦντες ἀπολογήσωνται. τοῦτο γὰρ καὶ οἱ παρ' αὐτῶν ἀπο 9. 2 σταλέντες πρεσβύτεροι βλέποντες ἑαυτοὺς ἐλεγχομένους ἠξίωσαν γενέσθαι. τούτων τοίνυν γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινο μένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρονται ὡς πρὸς τὸν τῆς αἱρέσεως προστάτην «φεῖσαι» λέγοντες «τῆς αἱρέσεως· ὁρᾷς πάντας ἀποστάντας ἀφ' ἡμῶν· ὀλίγοι λοιπὸν ὑπελείφθημεν. ἄρξαι διώκειν, ἐπεὶ καὶ παρὰ τῶν ὀλίγων ἀφιέμεθα καὶ μένομεν ἔρημοι. οὓς γὰρ ἐβιασάμεθα τούτων ἐξορισθέντων, 9. 3 τούτους ἐπανελθόντες ἔπεισαν πάλιν φρονεῖν καθ' ἡμῶν. γράψον οὖν κατὰ πάντων καὶ πέμψον Φιλάγριον δεύτερον ἔπαρχον τῆς Αἰγύπτου, αὐτὸς γὰρ ἐπιτηδείως δύναται διώκειν ἤδη μὲν τῇ πείρᾳ δείξας, μάλιστα δὲ καὶ παραβάτης ὤν. πέμψον δὲ καὶ Γρη γόριον ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, καὶ οὗτος γὰρ δύναται συστῆσαι τὴν ἡμετέραν αἵρεσιν».