Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in illud Euntem autem illo
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1.1
Ὅτε οὖν ἐπεδήμησεν ὁ κύριος πρὸς ἡμᾶς καὶ «δέδωκεν ἡμῖν ἐξουσίαν ὥστε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,» τότε καὶ ἡμεῖς θαρροῦντες λέγωμεν σὺν τῷ προφήτῃ· «οὐ παραδώσεις τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι.» 9. 2 «συνέθλασε» γὰρ κύριος «τὰς κεφαλὰς τῶν δρακόντων.» διὸ καὶ ὁ προφήτης βοᾷ λέγων· «ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» 9. 3 ἐκυρίευσαν οὖν οὗτοι, ὡς προεῖπον, τοῦ πώλου. καὶ οὗτοι ἦσαν οἱ δήσαντες αὐτὸν καὶ οἱ καταδουλώσαντες αὐτόν.
9.4.1
οἶμαι γὰρ καὶ τὸν προφήτην Ἠσαΐαν διὰ τοῦτο λέγειν· «λέων καὶ σκύμνος, λέοντες ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετώμενα, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν.» 9. 5 παιδεῦσαι οὖν ἡμᾶς βουλόμενος ὁ προφήτης τὰς ἀντικειμένας δυνάμεις διὰ τῶν θηρίων ἐγνώρισεν· αἵτινες ἀντικείμεναι δυνάμεις τὸν ἑαυτῶν ὀλέθριον πλοῦτον ἐφόρτιζον τὴν ἀνθρωπότητα.
9.6.1
τίς δέ ἐστιν ὁ πλοῦτος τοῦ διαβόλου; ἡ κακία καὶ ἡ εἰδωλολατρία καὶ ἡ ἡδονὴ καὶ ἡ ἀφροσύνη καὶ πᾶσα ἁμαρτία.
9.7.1
τοῦτον γὰρ αὐτὸν τὸν πλοῦτον ἡ ὄνος καὶ ὁ πῶλος κατὰ πολλὴν τὴν ἀνάγκην ἐβάσταζε καὶ ἐδέδετο τοῖς τῆς ἁμαρτίας δεσμοῖς.
9.8.1
οὐδὲν γὰρ ἁμαρτίας βαρύτερόν ἐστι. διὸ καὶ μολύβδῳ εἴκασται παρὰ τῷ προφήτῃ. ἀπὸ οὖν τούτων ἁπάντων Ἰησοῦς ἡμᾶς ἐπιδημήσας ἠλευθέρωσε καὶ ἀποφορτίσας τὸν ἐκείνων πλοῦτον καὶ λύσας ἐπεκαθέσθη τῷ πώλῳ.
9.9.1
διὸ καὶ οἱ μαθηταὶ ῥίπτουσιν ἐπ' αὐτόν τινα τῶν ἱματίων, τινὰ δὲ καὶ ὑποστρωννύουσιν ἐν τῇ ὁδῷ.

Intertext edge

Open linked passage

Note