In illud Profecti in pagum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.3.1
χρεία γὰρ ἦν ζητῆσαι ἡμᾶς καὶ μαθεῖν, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.» 2. 4 τούτου οὖν ἀνυσθέντος καιρὸς γέγονε τοῦ ἀπολέσθαι τὸν τύπον καὶ τὴν ἐν τῷ γράμμα τι σκιάν.
2.5.1
«μέχρι» γὰρ «καιροῦ διορθώσεως ἦσαν ἐπικείμενα.» τοῦ δὲ τελειοτέρου φανέντος «τὸ ἐκ μέρους κατήργηται.» 2. 6 «ὅτε» γὰρ «ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.» 2. 7 ἀμέλει ὁ σωτήρ φησιν· «ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.» 2. 8 τουτέστιν ὁ ζητήσας τὴν ψυχὴν αὐτοῦ καὶ εὑρὼν αὐτὴν οὖσαν ἐν ἁμαρτίαις ταχυνάτω τοῦ ἀπολέσαι αὐτήν, μὴ συγχωρῶν αὐτὴν ἐγχρονίζειν ἐν κακίᾳ, ἵνα καιρὸν λάβῃ, ζητήσας αὖθις εὑρήσει αὐτὴν ἐν ἀρετῇ.
2.9.1
καὶ γὰρ εἴ τις βούλεται εὑρεῖν τὴν ἑαυτοῦ ψυχὴν ἐκτὸς κολάσεως, ἀπολέσει αὐτὴν πρὸς τὸ παρόν, ἵνα Χριστὸν κερδήσῃ· 2. 10 τὸ δὲ ἀπολέσαι ἐνταῦθα διδάσκει ὁ σωτήρ, οὐχ ἵνα ἀπώλειαν τῇ ψυχῇ ἑαυτῶν περιποιησώμεθα, ἀλλ' ἵνα ἐν καιρῷ μαρτυρίου μὴ φεισώμεθα χρημάτων, μὴ κτημάτων, μὴ τέκνων, μὴ γονέων, μὴ σώματος, μηδὲ αὐτῆς τῆς ψυχῆς· ἀλλὰ παραδῶμεν ἑαυτοὺς μέχρι θανάτου, ἵνα, ὡς προεῖπον, εὕρωμεν τὴν ψυχὴν ἑαυτῶν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.
2.11.1
οὕτω γὰρ καὶ ὁ σωτὴρ διδάσκων ἔλεγεν· «ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ἢ τέκνα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος» καὶ «ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.» 3. 1 Εἴ τις οὖν βούλεται εὑρεῖν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτὴν ἐν τῷ νῦν καιρῷ. χρὴ τοίνυν ἀπολέσθαι ἐν ἡμῖν τὴν κακίαν, ἵνα ζητήσαντες τὴν ἀρετὴν εὕρωμεν αὐτήν.