In illud Profecti in pagum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.2.1
ἀλλὰ καὶ «ἐξουσίαν ἡμῖν ἔδωκε πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 7. 3 ἦν γὰρ ὁ διάβολος καὶ «οἱ κοσμοκράτορες τοῦ σκότους τούτου» λαβόντες ἡμᾶς αἰχμαλώτους καὶ δήσαντες ἡμᾶς προκόπτειν οὐκ ἐπέτρεπον καὶ δεσμοῖς ἀλύτοις δήσαντες οὐ συνεχώρουν βαδίζειν τῇ ὁδῷ τῇ ἀγαθῇ οὐδ' οὕτως ἡμῶν ἀφίσταντο.
7.4.1
ἀλλὰ καὶ δεδεμένους ἡμᾶς ἐσχηκότες πάλιν περιεκάθηντο, ὠμοί τινες ὄντες καὶ ἄγριοι δεσπόται. ἀλλ' ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπεδήμησε «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» 7. 5 ἀμέλει ἀποστέλλει τοὺς μαθητὰς ἑαυτοῦ καὶ λύουσι τὸν πῶλον. εἶτα λύσας αὐτὸν καὶ φάτνην οἰκοδομεῖ αὐτῷ καὶ νομὴν αὐτῷ ἑτοιμάζει.
7.6.1
τοῦτο γὰρ καὶ ὁ προφήτης βουλόμενος δεῖξαι φησί· «κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε.» 7. 7 καὶ πάλιν· «ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» 7. 8 στραφέντες οὖν λοιπὸν εὐαισθητότεροι γενώμεθα καὶ ἀναγνωρίσωμεν ἑαυτῶν τὸν εὐεργέτην καὶ τὰ ὑπ' αὐτοῦ δεδομένα ἡμῖν ἀγαθὰ προθύμως δεξώμεθα.
7.9.1
οὕτω γὰρ εὐχαριστοῦντες δυνάμεθα λέγειν σὺν τῷ Δαυίδ· «ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με.» 7. 10 τοιοῦτον γάρ ἐστι καὶ τό· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ τάχα διὰ τοῦτον τὸν πῶλον ὁ Ἰησοῦς ἐπὶ φάτνης ἀνακλίνεται.
7.11.1
ἆρα γὰρ τόπον οὐκ εἶχεν ὁ Ἰωσήφ; ἀνὴρ εὐγενὴς ὑπάρχων, ἀνὴρ ἀπὸ γένους βασιλικοῦ καταγόμενος, υἱὸς Δαυὶδ χρηματίζων καὶ τόπον οὐκ εἶχεν εἰ μὴ τὸ κατάλυμα, ἄλλος οὐχ ὑπῆρχε τόπος; ἢ δηλονότι πράγματα θεῖα ἦν τὰ οἰκονομούμενα.
7.12.1
ἀμέλει καὶ τότε πάλιν ὁ ἀντίδικος ἡμῶν διάβολος ὁρῶν τὰ κατορθούμενα τῷ τῶν ἀνθρώπων γένει συνήθως ἐφθόνησε.
7.13.1
νομίσας γὰρ ἕνα τῶν πάντων εἶναι τὸν κύριον παρασκευάζει τὸν Ἡρώδην ζητῆσαι τὸν τεχθέντα ἀληθινὸν βασιλέα, ὅπως αὐτὸν ἀπολέσῃ.
7.14.1
ἴδιον γάρ ἐστι τοῦ παμμιάρου καὶ παγκακίστου τὸ ἀπολλύειν καὶ ἀποκτένειν· τοῦ δὲ Ἰησοῦ ἴδιόν ἐστι τὸ σῴζειν καὶ τὸ περιποιεῖσθαι.
7.15.1
φείδεται γὰρ τῶν ἑαυτοῦ κτισμάτων, ἐπειδὴ καὶ «πάντα δι' αὐτοῦ ἐγένετο.» ἐπιζητήσωμεν τοιγαροῦν τὸν ἀληθινὸν βασιλέα, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν χριστόν.
7.16.1
ἐξετάσωμεν ἑαυτούς, εἰ ἐλύθησαν ἡμῶν οἱ δεσμοί. καὶ εἰ λελυμένοι εἰσί, προκόψωμεν ἐπὶ τὰ βελτίω. εἰ δὲ μήπω λέλυνταί σοι οἱ δεσμοί, ἐπίδος σεαυτὸν τοῖς μαθηταῖς τοῦ Ἰησοῦ.
7.17.1
θάρσει γάρ· πάρεισι καὶ νῦν οἱ λύοντες ἡμᾶς. ἐξουσίαν ταύτην εἰληφότες παρὰ τοῦ σωτῆρος, ὅτι «ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.»
7.18.1
καὶ πάλιν· «ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς.» «μακάριοι» τοιγαροῦν «ὧν ἀφέθησαν αἱ ἁμαρτίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι.» 8. 1 Εἶπον οὖν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· «τί λύετε τὸν πῶλον;» οἱ δὲ ἀποκριθέντες εἶπον, «ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» 8. 2 ὁρᾷς τῶν μαθητῶν τὴν σοφὴν ἀπόκρισιν. ἀκούσαντες γὰρ οἱ ψευδεῖς κύριοι τοῦ πώλου ὅτι ὁ ὄντως καὶ ἀληθὴς κύριος αὐτοῦ χρείαν ἔχει δεύτερον οὐκ ἀποκρίνονται.