Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio hypocriseos Meletii et Eusebii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Refutatio hypocriseos Meletii et Eusebii ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ Ἔλεγχος τῆς ὑποκρίσεως τῶν περὶ Μελέτιον, καὶ Εὐσέβιον τὸν Σαμοσατέα κατὰ τοῦ Ὁμοουσίου. Ἄνθρωπος καθ' ὁμοίωσιν Θεοῦ γέγονε, καὶ ἔστιν οὐ Θεὸς ὁ ἄνθρωπος· τὸ γὰρ ὅμοιόν τινι οὐκ ἔστιν αὐτὸ ἐκεῖνο, ᾧ ὁμοιοῦται. Ὡς καὶ τὸ, ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ σπέρματι, καὶ οὐδὲν τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, ὅμοιος ἀνθρώπῳ οἰκοδεσπότῃ ὁ μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀλλ' οὐκ οἰκοδεσπότης οὗτος· καὶ ἕτερα τοιαῦτα πολλά. Ὅμοια δὲ καὶ ἐν τοῖς σώμασι, λύκος κυνὶ, ἀλλ' οὐ κύων ἐστί· καὶ κασσίτερος ἀργύρῳ, ἀλλ' οὐκ ἄργυρος· χαλκὸς χρυσῷ, ἀλλ' οὐ χρυσός· καὶ κόκκινον αἵματι, ἀλλ' οὐχ αἷμα· καὶ γύψος χιόνι, ἀλλ' οὐ χιών· καὶ ἄλλα διάφορα τοιαῦτα θεωρεῖται. Θεῷ οὖν οὐχ ὅμοιος ὁ Υἱὸς, Θεὸς ὢν, ἀλλ' ἓν καὶ τοῦτο· ὡς γέγραπται· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ θεότητα ἡρμήνευσε τὴν ἑνότητα· θεότητα δὲ οὐχ οἵαν τῶν θεοποιηθέντων· ἅτε δὴ ἀντιτιθεὶς αὐτὴν πρὸς ἐκείνην, ὡς ἔχει τὸ λόγιον τοῦ Κυρίου· Θεὸς γάρ ἐστιν, οὐχ ὡς ἄνθρωπος ὁ καθ' ὁμοίωσιν Θεοῦ γενόμενος· καὶ Θεὸς ὀνομαζόμενος τῇ ὁμοιώσει, οὐ τῇ φύσει· ὁμοιωμένην ἔχων Θεῷ τὴν οὐσίαν· καὶ δὴ καὶ προκόπτων ἐν τῇ ὁμοιότητι· καθ' ἣν ἤδη φύσιν, «Τέκνα Θεοῦ ἐσμεν,» καὶ «Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.» Ὅπου δὲ ἡ οὐσία ἡ αὐτὴ, οὐ προκόπτει οὐσία εἰς τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ ἄνθρωπος μὲν

Intertext edge

Open linked passage

Note