Refutatio hypocriseos Meletii et Eusebii
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
28.88.1
οὕτως, ὁ δὲ Κύριος ὁ αὐτὸς ἀεί· καὶ οὐ ποτὲ μὲν ἥττων, ποτὲ δὲ μείζων, ὡς Θεός· «Ἰησοῦς, φησὶν, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ τοίνυν ἀναιρῶν, τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πατρὶ, λέγων δὲ ὅμοιον, ἀναιρεῖ τὸ εἶναι Θεόν. Ὡσαύτως δὲ καὶ ὁ ἐξηγούμενος τὸ ὁμοούσιον, ὡς ὅμοιον τῇ οὐσίᾳ, ἑτέραν τὴν οὐσίαν λέγει, Θεῷ δὲ ὁμοιωμένην. Οὐ τοίνυν οὐδὲ τὸ ἐκ τῆς οὐσίας εἶναι πρεπόντως λέγει, μὴ φρονῶν ὁμοούσιον, ὡς ἄνθρωπος ἐκ τῆς ἀνθρώπου οὐσίας. Εἰ δὲ μὴ, ὡς ἄνθρωπος ἐξ ἀνθρώπου κατ' οὐσίαν, ἐκ Θεοῦ ὁ Υἱὸς, ἀλλ' ὡς ἐν ὁμοιώματι, καθάπερ ἀνδριὰς ἀνθρώπῳ, ἢ ὡς ἄνθρωπος Θεῷ· δῆλός ἐστιν ὁ τοιοῦτος ὁμοούσιον μὲν λέγων, ὁμοούσιον δὲ οὐ φρονῶν· οὐ γὰρ κατὰ τὴν συνήθειαν βούλεται τὸ ὁμοούσιον ἀκούεσθαι, ὅπερ ἐστὶν, ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας, ἀλλὰ παρὰ τὴν συνήθειαν· καὶ ἵνα διαβάλλῃ ταύτην, Ἑλληνικὴν ῥῆσιν εἰρηκέναι, τὸ ὁμοούσιον ῥῆμα τοῦ ἐν Ἕλλησιν ἔθους ἐπ' οὐδενὶ ἑτέρῳ κείμενον, ἢ ἐπὶ τῷ τὴν αὐτὴν φύσιν παραστῆσαι· ὅπερ δεῖ πιστεῦσαι ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἅμα τε οὖν τὸ ὁμοούσιον οὗτος ἐκτρέπει, καὶ τὸ τῆς οὐσίας νόθως ὀνομάζει· ὡς ἔργον νοῶν, οὐχ ὡς γέννημα, καὶ διὰ τοῦτο καὶ τὸ ἀπαθῶς προστίθησι πιθανῶς· οὐχ ἵνα πάθους ἀφέλῃ διαβολήν· τίς γὰρ καὶ λέγει Θεοῦ πάθος; ἀλλ' ἵνα ποιητὸν ἐκ Θεοῦ λέγῃ, καὶ μὴ γεννητὸν ἐκ Θεοῦ προεληλυθότα· ὡς τῆς τοιαύτης προόδου παθητικῆς οὔσης· καθὰ δὲ λέγειν εἰώθασιν οἱ τὴν μὲν ἐκ τῆς οὐσίας πρόοδον ὡς πάθος ἐκβάλλοντες, ἢν δὲ λέγουσιν ἐκ τῆς οὐσίας ποίησιν ὡς ἀπαθῆ συνιστῶντες. Ὥσπερ εἰ καὶ τῆς ποιήσεως, εἰ ἀνθρωπίνως λαμβάνοιτο, κίνησιν ἐχούσης, καὶ τὸν ἐκ τῆς κινήσεως κάματον· ἅπερ ἀλλότρια δημιουργοῦντος Θεοῦ· ὅμως γοῦν, ὡς γέννησιν ἀπαθῆ διὰ τοιαύτης ἐξηγήσεως τὴν τοῦ Υἱοῦ νοοῦντες πρόοδον, τὸ Πνεῦμα ἀλλοτριοῦσι Πατρὸς καὶ Υἱοῦ· ὅτι μὴ γεννήσει ἡ τούτου πρόοδος, ἀλλὰ πνεύσει ὁμοιοῦται διὰ τὴν μετάληψιν, ὡς πνοῆς ἐκ στόματος ἐρχομένης καὶ τὸν μεταλαμβάνοντα ἁγιαζούσης, καθὰ δὴ λέγεται πνεύματος. Ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονὸς, ὡς λέγουσιν. Οὐ γὰρ συνδοξάζεται ποίημα ποιητῇ, οὐδὲ δοῦλος δεσπότῃ· οὐδὲ ἡ τῆς ἀλλοτρίας Θεοῦ οὐσίας μέθεξις ἂν εἴη Θεοῦ· «Ἐν τούτῳ γὰρ,» φησὶν ὁ Ἰωάννης, «γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν.»