Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Scholia in cantica canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Scholia in cantica canticorum Ἐπ' ἀγέλαις ἑταίρων σου ὡς ῥεμβομένη. Αὐτὸς πρὸς αὐτήν· Γνῶθι σεαυτὴν πρῶτον, ἵνα καὶ ἐμὲ γνῶναι δυνηθῇς. Ἐὰν μὴ γνῷς ἑαυτήν· εἰ οὐκ ἔγνως· εἰ μὴ οἶδας, ἔξελθε σὺ ἐν πτέρναις κατ' ἴχνη, καὶ ποίμαινε τὰς ἐρίφους σου· καὶ θρέψῃς ἁμαρτίας ἀντὶ ἀρετῶν. Ἐπὶ σκηνώμασι τῶν ποιμένων· ἐν ταῖς ἐπιθυμίαις τῶν ἐναντίων δυνάμεων τῶν ποιμαινόντων σε. Ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι καὶ κυκλώσω ἐν τῇ πόλει. Ἀθανασίου. Ἀναγνώσομαι τὸν νόμον, ἀναγνώσομαι τοὺς προφήτας, ἐρευνήσω τὰ Εὐαγγέλια. Ταῦτα δὲ κατανυγεῖσα τῷ θείῳ πόθῳ φησί· Ἐπὶ κοίτην ἐν νυξίν. Κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν, καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν. Διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, καθ' ὁμοιότητα Μωϋσέως, τοῦ ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁΘεός. Τοῦ αὐτοῦ. Οὐ γὰρ ᾔδειν τίς ἦν ὁ τρώσας με. Θεογνωσίαν μοι κοιμωμένῃ ἐνέσπειρεν ὁΛόγος. Ταχέως διαναστᾶσα, ζητῶ τὸν τρώσαντα, καὶ παρακαλῶ αὐτῷ ὀφθῆναί μοι, καὶ περιέρχομαι ζητοῦσα τὸν ἀδελφιδοῦν μου. Ἐξέλθετε καὶ ἴδετε, θυγατέρεςΣιὼν, ἐν τῷ βασιλεῖ Σαλομών. Ἰουδαίους ἐντρέπει λέγουσα, Ἐξέλθετε, ἀντὶ τοῦ, Ἕως πότε τῇ σκιᾷ παρακάθησθε; ἰδοὺ γὰρ ἐξ Ἰούδα ἀνατέταλκεν ὁΚύριος, ἀγάπην ἀπὸ θυγατέρων Ἱερουσαλήμ. Τὸ στερεὸν τῶν λογισμῶν, ἢ οἱ ἐσωτέρω λίθοι ἅγιοι. Ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. Ἔθηκας γὰρ, φησὶ, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ. Πνεῦσόν μοι, ὦΛόγε, καὶ δίδαξόν με τὰ λόγιά σου, καὶ τὰ προστάγματά σου κατάγραψον ἐπὶ τὸ πλάτος τῆς καρδίας μου. Ἑτοίμη γέγονα λοιπόν· δύναμαι, τῇ σῇ χάριτι βοηθουμένη, καὶ κυβερνωμένη τῇ ἀοράτῳ σου καὶ παντοδυνάμῳ χειρὶ, καὶ λόγων ἀκοῦσαι θείων, καὶ μυστηρίων μέτοχος γενέσθαι.

Intertext edge

Open linked passage

Note