Sermo in ramos palmarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.3.1
«εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» οὐδεὶς κωλύσει ὑμᾶς ποιοῦντας τὸ ὑπ' ἐμοῦ προσταττόμενον. «ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.» 3. 4 δεῖ τοίνυν πάντα τὰ περὶ ἐμοῦ γεγραμμένα εἰς πέρας ἐλθεῖν. δεῖ με εἰσελθεῖν εἰς Ἰερουσαλὴμ σήμερον ἐποχούμενον ἐπὶ ὑποζύγιον.
3.5.1
«ἐρευνᾶτε τὰς γραφάς·» ἰδοὺ Ζαχαρίας ὁ προφήτης διαρρήδην βοᾷ λέγων· «χαῖρε σφόδρα, θύγατερ Σιών· κηρύσσεταί σοι δίκαιος καὶ σῴζων· αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου νέον.» 3. 6 καιρὸς οὖν εὐδοκίας ὁ παρών. δεῖ με τὴν ἔχθραν λῦσαι καὶ εἰρη νοποιῆσαι τὰ πάντα διὰ τοῦ σταυροῦ. δεῖ τὴν νῦν Ἰερουσαλὴμ τέλος λαβεῖν καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν στηριχθῆναι.
3.7.1
ἢ οὐχὶ καὶ ὁ ὑμνῳ δὸς Δαυὶδ περὶ τῆς κλήσεως ταύτης τῶν ἐθνῶν προεφήτευσε; τί γὰρ εἴρηκε; «πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε.» οὗτοί εἰσιν οἱ «ἀληθινοὶ προσκυνηταί,» οἱ διὰ πίστεως τὸν λόγον δεχόμενοι.
3.8.1
εἶτά φησιν ὁ εὐαγγελιστής· «πορευθέν τες δὲ οἱ μαθηταὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθησαν τὸν Ἰησοῦν.» 4. 1 Ὢ τῆς πολλῆς τοῦ σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως. τίς οὐ θαυμάσῃ τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης; τίς οὐκ ἂν ἐκπλαγῇ, ὅτι ὁ ἐπὶ τῶν χερουβὶμ ἐποχούμενος ἐπὶ πῶλον δι' ἡμᾶς ἐκαθέσθη;