Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More

Original: Pg Scrape Grc

δημουργὸς δημιουργὸς; αὐτῷ ἑαυτῷ 6 ἵνεκεν ἕνεκεν 7 προσαγαγὼν προσάγων; τῇ περὶ; πολλῆς τιμῆς:; ἀξιοῦται καταξιοῦται; καταστρέφει G; ἢ οὔτε; εἰς ἐπὶ 8 ἄλλα τὰ ὅλα; συνεῖχε 9 ἐνοικοῦντα ἐνοικήσαντα 11 Fragm. 87, 18- 21 12 Fragm. 88, 5- 10 σώματος ἅπαξ 13 ἐπ' αὐτὴν ἐπὶ ταύτην; διὰ τῆς 14 ἔσω ἔξω 18 Τοῦ αὐτοῦ περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως. ἐκ τῆς ἀπολογίας τῆς Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὅτε γὰρ ἔλαβεν ὅπερ εἶχε προσενεγκεῖν ὑπὲρ ἡμῶν, ἦν δὲ τοῦτο τὸ ἐκ Μαρίας τῆς παρθένου σῶμα, τότε καὶ τὸ δεδημιουργῆσθαι καὶ τὸ γεγενῆ σθαι καὶ τὸ πεποιῆσθαι περὶ αὐτοῦ γέγραπται· ἀνθρώποις γὰρ ἁρμόττουσιν αἱ τοιαῦται λέξεις. 22 παντὸς κόσμου; ἐκτίσθη ἐκτίσθησαν; ὑπὸ ἐκ; δι' δ διό G 26 ἑστῶτα τῆς δυνάμεως 27 σαφὴς ἔλεγχος ταῦτα τοῦ θεοκτόνου. σημαίνει; ἀρχόμενος ἐρχόμενος G1, ἀρχόμενος G2. 28 ἀρχόμενος ἐρχόμενος G. 30 Τοῦ αὐτοῦ περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων ἐλάμβανε τὸ πνεῦμα. αὐτὸς γὰρ τοῦτο ἄνωθεν ἔπεμπεν ὡς θεὸς καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο ὡς ἄνθρωπος. ἐξ αὐτοῦ εἰς αὐτὸν κατῄει ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. 31 Τοῦ αὐτοῦ περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ. ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων. Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνῃ ἀσθενείᾳ προσκαλεσάμενος τὸν διάβολον· τῇ ἑαυτοῦ δυνάμει νικήσας ἐνίσχυσε τὸν ἄνθρωπον κατὰ τοῦ ἐχθροῦ. 32 συνεργοὺς αὐτοῦ συνεργούσας αὐτῷ; αὐτὰς ἑαυτὰς 33 σάρκα σωτῆρα 35 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Καὶ ὅταν λέγῃ ὁ Πέτρος· «ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» οὐ περὶ τῆς θεότητος αὐτοῦ λέγει, ὅτι «κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός,» ἀλλὰ περὶ τῆς ἀνθρωπότητος. 36 Καὶ μετ' ὀλίγα. Ὁ γὰρ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ἀεὶ ἦν κύριος καὶ θεὸς καὶ οὐ μετὰ τὸ σταυρωθῆναι ἐποιήθη κύριος καὶ θεός, ἀλλ', ὡς προεῖπον, τὴν ἀν θρωπότητα αὐτοῦ ἐποίησεν ἡ θεότης αὐτοῦ κύριον καὶ χριστόν. 45 υἱός Ἰησοῦς 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆς. Ἃ γὰρ διὰ τοῦ σώματος ὑπέμενεν ὁ Χριστός, ταῦτα ὡς θεὸς ἐμεγάλυνε· καὶ ἐπείνα μὲν σαρκί, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. καὶ εἰ σκανδαλί ζεταί τι ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω ἐφ' οἷς ὡς θεὸς ἐργάζεται. πυνθά νεται γὰρ ἀνθρωπίνως ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς, ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος ἀρνήσηται. τέλεον καὶ τὴν δι' ἡμᾶς ἐπιδημίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγένηται οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τούτου, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. ἀκόλουθον δὲ πάλιν ἦν σωματικῶς αὐτὸν ἐλθόντα μὴ κρύψαι τὰ τῆς θεότητος, ἵνα μὴ ὁ Σαμοσατεὺς πρόφασιν εὕρῃ. 51 Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ Διονυσίου ἀπολογίας. Τὰ δὲ περὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος εἰρημένα ἰδίαν καὶ κατάλληλον ἔχει πρὸς ἕκαστον τῶν λεγομένων τὴν ἑρμηνείαν. καὶ ὁ τὰ ἀνθρώπινα αὐτοῦ γράφων οἶδε καὶ τὰ περὶ τῆς θεότητος αὐτοῦ καὶ ὁ περὶ τῆς θεότητος ἐξηγούμενος οὐκ ἀγνοεῖ τὰ ἴδια τῆς σαρκός, ἀλλ' ἕκαστον ὡς ἐπιστήμων καὶ δόκιμος τραπεζίτης διακρίνων κατ' ὀρθὸν τῆς εὐσεβείας βαδιεῖται. ὅτε γοῦν αὐτὸν κλαίοντα λέγει, οἶδεν ὅτι ἄνθρωπός ἐστιν ὁ κύριος δείκνυσιν ὅτι τὸ μὲν κλαίειν τοῦ ἀνθρώπου ἐστίν, ἐγείρει δὲ Λάζαρον ὡς θεός, καὶ πεινῶντα μὲν καὶ διψῶντα οἶδε σωματικῶς. θεϊκῶς δὲ χορτάζοντα ἀπὸ πέντε ἄρτων πεντακισχιλίους καὶ κείμενον μὲν ἐν μνημείῳ οἶδε σῶμα ἀνθρώπινον, ἐγειρόμενον δὲ ὡς θεοῦ σῶμα παρ' αὐτοῦ τοῦ λόγου. 52 Ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴρηκεν ὁ σωτήρ· «ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, ὁ πατὴρ ὁ γεωργός.» ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν καὶ αὐτὸς διὰ τοῦτο εἶπεν· «ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου.» καὶ ὥσπερ ἐστὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου καὶ ἐξ αὐτῆς, οὕτως ἡμεῖς ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σω τηρίαν. ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυριακὸν σῶμα. 53 Ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἀνάγκη γὰρ ἀμπέλου λεγομένου τοῦ κυρίου εἶναι καὶ γεωργὸν καὶ εὐχομένου αὐτοῦ εἶναι τὸν ὑπακούοντα καὶ αἰτοῦντος αὐτοῦ εἶναι τὸν διδόντα. τὰ δὲ τοιαῦτα μᾶλλον εὐκολώτερον τὴν τῶν Σαβελλιανῶν μανίαν δείκνυσιν, ὅτι ἕτερος ὁ εὐχόμενος, ἕτερος ὁ ὑπακούων καὶ ἄλλος ἡ ἄμπελος καὶ ἄλλος ὁ γεωργός. ὅσα γὰρ ὡς ἀποξενοῦντα τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς λέγεται ῥητά, ταῦτα διὰ τὴν σάρκα, ἣν δι' ἡμᾶς ἐφόρεσε, λέγεται περὶ αὐτοῦ. ξένα γὰρ τὰ γενητὰ κατὰ φύσιν ἐστὶ τοῦ θεοῦ. 59 ἠναίνετο ἱμείρετο γ 63 λόγον λόγο G; ἀρχερέα ἀρχιερέα G 67 δύξαν δόξαν G 78 Σαλομὼν Σολομὼν G 79 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγ γελικόν. Ἀποστολικὸς κηρύττει λόγος· διὰ τοῦτο καὶ σταυροῦται, ἵνα τὴν κατάραν ἐξαγοράσῃ καὶ ἡμεῖς τὴν εὐλογίαν κληρονομήσωμεν. πάσχων μὲν αὐτὸς ἐβλάπτετο μὲν οὐδὲν ἐχαρίζετο δὲ μᾶλλον καὶ ἀποθνῄσκων οὐκ ἔμενε νεκρός, ἀλλὰ μᾶλλον καὶ τοὺς νεκροὺς ἐζῳοποίει. καὶ σφαγιαζόμενος δὲ οὐκ ἀπόλλυτο, ἀλλὰ τῷ αἵματι τῆς σφαγῆς πάντας ἁπλῶς ἐλυτροῦτο καὶ αὐτὸς ἔμενεν ἀπαθής. Πῶς δὲ τοῦτο γέγονεν, εἴ τις ἔροιτο, ἀκουέτω. δύο πραγμάτων ἐν ταὐτῷ γέγονε σύνοδος. πραγμάτων δὲ λέγω οὐκ ἴσων, ἀλλὰ καὶ κατὰ πάντα σύγκρισιν οὐκ ἐχόντων. θνητὸν γὰρ ἀθανάτῳ συμπέπλεκτο καὶ φθαρτὸν σῶμα ἀφθάρτῳ λόγῳ συνεληλύθει. καὶ τὸ μὲν θνητὸν οὐκ ἔβλαπτε τὸ ἀθάνατον. ἀπαθὲς γὰρ ἦν, ἀλλ' ἔμεινε μᾶλλον ἀπαθὲς καὶ αὐτὸ τῇ τοῦ θανάτου ἐπικρατείᾳ. τὰ γὰρ κρατοῦντα τῶν κρατουμένων ἀεὶ κύρια τυγχά νει. διὰ γοῦν αὐτὸν τὸν συνόντα ἀθάνατον λόγον καὶ ὁ θάνατος ἐξηφανίζετο παραδόξως ἐν αὐτῷ ὡς ἀπὸ πυρὸς ἀφανίζεται καλάμη. ὁ δὲ λόγος ἄφθαρτος ὢν ὠφελεῖ μᾶλλον τὸ φθαρτὸν συνὼν αὐτῷ. τὸ γὰρ σκότος ὑπὸ τοῦ φωτὸς καταυγάζεται καὶ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 82 Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες. Καὶ ὥσπερ μεγάλου βασιλέως, εἰσελθόντος εἴς τινα πόλιν μεγάλην, καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν παντῶς ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸ εἰς μίαν αὐτῆς οἰκίαν οἰκῆσαι τὸν βασιλέα. οὕτω καὶ ἐπὶ τοῦ πάντων σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ' αὐτῶν ἰσχύουσα. 83 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῷ σώματι ὁ τοῦ θεοῦ λόγος. οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν. οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, τὰ ὅλα δὲ τῆς τούτου ἐνεργείας καὶ προνοίας κεκένωτο· ἀλλὰ τὸ παραδοξότατον, λόγος ὤν. οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός. καὶ ὥσπερ ἐν πάσῃ τῇ κτίσει ὢν ἐκτὸς μέν ἐστι τοῦ παντὸς κατ' οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσι, τὰ πάντα διακοσμῶν, καὶ εἰς πάντα ἐν πᾶσι τὴν ἑαυτοῦ πρόνοιαν ἐφαπλῶν καὶ ἕκαστον καὶ πάντα ὁμοίως ζῳοποιῶν, περιέχων τὰ ὅλα καὶ μὴ περιεχόμενος, ἀλλ' ἐν μόνῳ τῷ ἑαυτοῦ πατρὶ ὅλος ὢν κατὰ πάντα, οὕτω καὶ ἐν τῷ ἀνθρωπίνῳ σώματι ὤν, καὶ αὐτὸς αὐτὸ ζῳοποιῶν, εἰκότως ἐζῳοποίει καὶ τὰ ὅλα καὶ ἐν τοῖς πᾶσιν ἐγίνετο καὶ ἔξω τῶν ὅλων ἦν. καὶ ἀπὸ τοῦ σώματος δὲ διὰ τῶν ἔργων γνωριζόμενος οὐκ ἀφανὴς ἦν. 84 Ἐκ τοῦ αὐτοῦ λόγου. Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκεν ὅτι τὸ μὲν σῶμα ὡς σῶμα ἐτίκτετο καὶ καταλ λήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι θεὸς λόγος τὰ πάντα διακοσμῶν καὶ δι' ὧν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ θεὸν λόγον ἐγνώριζεν. 85 Ἐκ τοῦ αὐτοῦ λόγου. 85 Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ. δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον. εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ἦν κατ' ἀκολουθίαν τῶν ἡμετέρων καὶ ἀπέθνησκε. τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει. οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγου ἐκτὸς ἐγίνετο φθορᾶς. καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παρα δόξως, ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ κυριακῷ ἀνθρώπῳ ἐπληροῦτο καὶ ὁ θάνατος καὶ ἡ φθορὰ διὰ τὸν συνόντα λόγον ἐξηφανίζετο· θανάτου γὰρ ἦν χρεία καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, ἵνα τὸ παρὰ πάντων ὀφειλόμενον γένηται. ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν. ἀθάνατος γὰρ ἦν ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυ νάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ. 86 in the margin in a late hand: ὅρα τό· οὐ δώςεις τὸν ὅσιόν; σου ἰδεῖν διαφθοράν; ὥσπερ εἶπον ὡς προεῖπον 87 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἠδύνατο μὲν γὰρ καὶ παρ' αὐτὰ τοῦ θανάτου διεγεῖραι καὶ πάλιν δεῖξαι ζῶν. ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ σωτὴρ οὐ πεποίηκεν. εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυ κέναι, εἰ παρ' αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας. τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα καὶ μίαν ὑπέμεινε μέσην ὁ λόγος καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον. ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι τοῦτο τριταῖον ἀνέστησεν. ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμείνῃ καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ' ἕτερον σῶμα φέρων. ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων. διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν. ἀλλ' ἔτι τῶν ἀκοῶν ἔναυλον ἐχόντων τὸν λόγον καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχο μένων καὶ τῆς διανοίας αὐτῶν ἀπηρτημένης καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τὸν τόπον ὄντων τῶν θανατωσάντων καὶ μαρτύρων τοῦ θανάτου τοῦ κυριακοῦ σώματος. αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα ἀλλ' ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ σωτῆρος. 88 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν θεοῦ λόγου καὶ σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν ὡς ὁ λόγος ἔδειξε τί ἔδει ποιεῖν τὸν κύριον περὶ τούτου ἢ ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος ἐν αὐτῷ τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ ναόν. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν. ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωὴν καὶ τῆς ἀναστάσεώς ἐστι γνώρισμα τὰ ἔργα. 89 Ἐκ τοῦ αὐτοῦ λόγου. Διὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ. μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ, ἀλλ' ὡς ἐνδυσάμενος τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ γὰρ ἐνδυσάμενος φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν. καὶ πάλιν θάνατος καθ' ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι. διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαλείψῃ. πῶς γὰρ ὁ κύριος ἂν ὅλως ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε. 90 Ἐκ τοῦ αὐτοῦ λόγου. Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ' οὗ ὁ τοῦ θεοῦ λόγος κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο καὶ ὃ ἀνέλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν. 91 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή· ἐντυχὼν τοῖς νῦν γραφεῖσιν. Πυνθάνεται ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται,– ἄνθρωπος γὰρ ἦν– ἐγείρει δὲ τοῦτον θεϊκῶς– ἦν γὰρ καὶ θεός. ὅθεν μὴ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων καὶ αὔξησιν καὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν καὶ τὸ παθεῖν, ἵνα μὴ τὰ ἴδια τοῦ σώματος ἀρνούμενος, ἀρνήσηται τέλεον καὶ τὴν δι' ἡμᾶς οἰκονομίαν αὐτοῦ. καὶ γὰρ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγέννηται, οὕτως ἀκόλουθον ἦν σῶμα ἀναλαβόντα αὐτὸν δεικνύναι τὰ ἴδια τοῦ σώματος, ἵνα μὴ ἡ φαντασία τοῦ ἀθέου Μανιχαίου κρατήσῃ. 92 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή· ἐν ἡμέρᾳ σαββάτου συνήθημεν οὐ νοσοῦντες Ἰουδαισμόν. Ἐπετίμων φησὶν τῷ σωτῆρι λέγοντες· «ἴδε τί ποιοῦσιν οἱ μαθηταί σου ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ» ὁ δὲ σωτὴρ πρὸς αὐτούς· οὐδὲ τοῦτο ἀνέγνωτε μελετᾶν ἐπαγγέλλεσθε· τὴν δὲ γνῶσιν οὐκ ἔχετε οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαυίδ· ὁ ἐκ Δαυὶδ μνημονεύει τοῦ Δαυίδ· ὁ ἐκ Δαυὶδ κατὰ σάρκα, πρὸ δὲ Δαυὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ Δαυὶδ υἱός, κατὰ δὲ πνεῦμα τοῦ Δαυὶδ δεσπότης. ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα 93 G in the margin at the beginning σημαίνει, at the end: σημαίνει 94 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς ἑρμηνείας τῆς εἰς τὸ πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή· περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ συγγί νωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν. Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν τοῦτο εἰπεῖν οὐκ ὀκνητέον. τὸ διψῆν, τὸ κοπιᾷν, τὸ κοιμᾶσθαι, τὸ ῥαπίζεσθαι, τὸ ἐσθίειν, ἀνθρώπου ἐστὶν ἴδια· τὰ δὲ ἔργα ἃ ἐποίει ὁ κύριος οὐκέτι ἀνθρώπου ἀλλὰ θεοῦ ἦν αὐτὰ ποιεῖν. 95 Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἐὰν οὖν θεωρῆτε», φησίν. «τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστι καὶ ζωή» καὶ ἐνταῦθα γὰρ ἀμφότερα περὶ ἑαυτοῦ εἴρηκε, σάρκα καὶ πνεῦμα. καὶ τὸ πνεῦμα πρὸς τὸ κατὰ σάρκα διέστειλεν, ἵνα μὴ μόνον τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἀόρατον αὐτοῦ πιστεύσαντες μάθωσιν, ὅτι καὶ ἃ λέγει οὐκ ἔστι σαρκικὰ ἀλλὰ καὶ πνευματικά. πόσοις γὰρ ἤρκει τὸ σῶμα πρὸς βρῶσιν, ἵνα καὶ τοῦ κόσμου παντὸς τοῦτο τροφὴ γένηται· ἀλλὰ διὰ τοῦτο τῆς εἰς οὐρανοὺς ἀναβάσεως ἐμνημόνευσε τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἵνα τῆς σωματικῆς ἐννοίας αὐτοὺς ἀφελκύσῃ καὶ λοιπὸν τὴν εἰρημένην σάρκα βρῶσιν ἄνωθεν οὐράνιον καὶ πνευματικὴν τροφὴν παρ' αὐτοῦ διδομένην μάθωσιν. «ἃ γὰρ λελάληκα», φησίν, «ὑμῖν πνεῦμά ἐστι καὶ ζωή.» ἴσον τῷ εἰπεῖν· τὸ μὲν δεικνύμενον καὶ διδόμενον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐστὶν ἡ σὰρξ ἣν ἐγὼ φορῶ, ἀλλ' αὐτὴ ὑμῖν καὶ τὸ ταύτης αἷμα παρ' ἐμοῦ πνευματικῶς δοθήσεται τροφή, ὥστε πνευματικῶς ἐν ἑκάστῳ ταύτην ἀναδίδοσθαι πᾶσι φυλακτήριον εἰς ἀνάστασιν ζωῆς αἰωνίου. 96 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή· ἐγὼ μὲν ᾤμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάς. Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο πιστεύων τῷ διὰ τοῦ λόγου λαλοῦντι αὐτῷ θεῷ. ὁ δὲ λόγος οὐχ ὥσπερ τις τῶν γενητῶν ἦν ἐν σώματι, οὐδὲ ὡς κτίσμα ἐν κτίσματι, ἀλλὰ θεὸς ἐν σαρκὶ καὶ δημιουργὸς καὶ κατασκευαστὴς ἐν τῷ κατασκευασθέντι ὑπ' αὐτοῦ. 97 Ἐκ τοῦ αὐτοῦ λόγου. «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον·» δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα, ὅπερ ἀνέλαβεν ὁ κύριος. 98 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο καὶ ἀντὶ τοῦ παρα- δείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον ἠκούσαμέν τε· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.» διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος βουλήσει τοῦ πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζῳοποιήσῃ καὶ «ἐνκαινίσῃ ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,» ὡς εἴρηκεν ὁ ἀπόστολος, «διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ.» 99 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν δ' λόγον, οὐ ἡ ἀρχή· οἱ Ἀρειομανῖται, ὡς ἔοικε, κρίναντες. Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος, κατῴκησεν ἡ θεότης ἐν τῇ σαρκί· ἴσον τῷ φάναι «θεὸς ὤν, ἴδιον ἔσχε σῶμα καὶ τούτῳ χρώμενος ὀργάνῳ, γέγονεν ἄνθρωπος», καὶ διὰ τοῦτο τὰ μὲν ἴδια ταύτης «αὐτοῦ» λέγεται, ἐπειδὴ ἐν αὐτῇ, οἷά ἐστι τὸ πεινᾷν, τὸ διψᾷν, τὸ πάσχειν, τὸ κοπιᾷν καὶ τὰ ὅμοια, ὧν ἐστιν ἡ σὰρξ δεκτική· τὰ δὲ αὐτοῦ τοῦ λόγου ἴδια ἔργα, οἷά ἐστι τὸ ἐγείρειν νεκροὺς καὶ τυφλοὺς ποιεῖν ἀναβλέπειν καὶ τὴν αἱμορ- ροοῦσαν ἰᾶσθαι αὐτόν, διὰ τοῦ ἰδίου σώματος αὐτοῦ ἐποίει. καὶ ὁ μὲν λόγος τὰς τῆς σαρκὸς ἐβάσταζεν ἀσθενείας ὡς ἰδίας. αὐτοῦ γὰρ ἦν ἡ σὰρξ καὶ ἡ σὰρξ δὲ ὑπουργεῖ τοῖς τῆς θεότητος ἔργοις, ὅτι ἐν αὐτῇ ἐγίνετο. θεοῦ γὰρ ἦν σῶμα. 100 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἵνα δὲ καὶ τὸ ἀπαθὲς τῆς τοῦ λόγου φύσεως καὶ τὰς διὰ τὴν σάρκα λεγομέ- νας ἀσθενείας γινώσκειν τις ἀκριβέστερον ἔχῃ, καλὸν ἀκοῦσαι τοῦ μακαρίου Πέτρου. ἀξιόπιστος γὰρ οὗτος γένοιτ' ἂν μάρτυς περὶ τοῦ σωτῆρος. γράφει τοίνυν ἐν τῇ ἐπιστολῇ λέγων· «Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί.» οὐκοῦν καὶ ὅταν λέγηται πεινᾷν καὶ διψᾷν καὶ κάμνειν καὶ μὴ εἰδέναι καὶ καθεύδειν καὶ κλαίειν καὶ αἰτεῖν καὶ φεύγειν καὶ γεννᾶσθαι καὶ παραιτεῖσθαι τὸ ποτήριον καὶ ἁπλῶς πάντα τὰ τῆς σαρκός, λεχθείη ἂν ἀκολούθως ἐφ' ἑκάστου «Χριστοῦ οὖν πεινῶντος καὶ διψῶντος ὑπὲρ ἡμῶν σαρκί.» καὶ μὴ εἰδέναι λέγοντος καὶ ῥαπιζομένου καὶ κάμνοντος «ὑπὲρ ἡμῶν σαρκί». καὶ ὑψουμένου πάλιν καὶ γεννωμένου καὶ αὐξάνοντος καὶ φοβουμένου καὶ κρυπτομένου «σαρκὶ» καὶ λέγοντος· «εἰ δυνατὸν παρελθάτω ἀπ' ἐμοῦ τὸ ποτήριον» καὶ τυπτομένου καὶ λαμβάνοντος «ὑπὲρ ἡμῶν σαρκί». «καὶ ὅλως πάντα τὰ τοιαῦτα «ὑπὲρ ἡμῶν σαρκί».» καὶ γὰρ καὶ αὐτὸς ὁ ἀπόστολος διὰ τοῦτο εἴρηκε «Χριστοῦ οὖν παθόντος» οὐ θεότητι ἀλλ' «ὑπὲρ ἡμῶν σαρκί», ἵνα μὴ αὐτοῦ τοῦ λόγου ἴδια κατὰ φύσιν, ἀλλ' αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. μὴ τοίνυν ἐκ τῶν ἀνθρωπίνων τις σκανδαλιζέσθω, ἀλλὰ μᾶλλον γινωσκέτω ὡς τὴν φύσιν αὐτὸς ὁ λόγος ἀπαθής ἐστι καὶ ὅμως δι' ἣν ἐνεδύσατο σάρκα λέγεται περὶ αὐτοῦ ταῦτα, «ἐπειδὴ τῆς μὲν σαρκὸς ἴδια ταῦτα,» τοῦ δὲ σωτῆρος ἴδιον αὐτὸ τὸ σῶμα. καὶ αὐτὸς μὲν ἀπαθὴς τὴν φύσιν ὡς ἔστι διαμένει μὴ βλαπτόμενος ἀπὸ τούτων, ἀλλὰ μᾶλλον ἐξαφανίζων καὶ ἀπολλύων αὐτά. 101 Ἐκ τοῦ αὐτοῦ λόγου. Ταῦτα ἀναγκαίως προεξητάσαμεν, ἵν' ἐὰν ἴδωμεν αὐτὸν δι' ὀργάνου τοῦ ἰδίου σώματος θεϊκῶς πράττοντα ἢ λέγοντα, γινώσκωμεν ὅτι θεὸς ὢν ταῦτα ἐργάζεται. καὶ πάλιν, ἐὰν ἴδωμεν αὐτὸν ἀνθρωπίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν ὅτι σάρκα φορῶν γέγονεν ἄνθρωπος καὶ οὕτω ταῦτα ποιεῖ καὶ λαλεῖ. ἑκάστου γὰρ τὸ ἴδιον γινώσκοντες καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέποντες καὶ νοοῦντες ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλανηθησόμεθα. ἐὰν δέ τις θεϊκῶς τὰ παρ' αὐτοῦ μόνου γινόμενα βλέπων ἀρνήσηται τὸ σῶμα ἢ καὶ τὰ τοῦ σώματος ἴδια βλέπων ἀρνήσηται τὴν τοῦ λόγου ἔνσαρκον παρουσίαν ἢ καὶ ἐκ τῶν ἀνθρωπίνων ταπεινὰ τοῦ λόγου φρονήσῃ, ὁ τοιοῦτος ὡς μὲν Ἰουδαϊκὸς κάπηλος μίσγων τὸν οἶνον ὕδατι, «σκάνδαλον» νομίσει τὸν σταυρὸν ὡς δὲ Ἕλληνων «μωρίαν» ἡγήσεται τὸ κήρυγμα, οἷα δὴ καὶ οἱ θεομάχοι Ἀρειανοὶ πεπόνθασι. τὰ γὰρ ἀν- θρώπινα βλέποντες τοῦ σωτῆρος ἐνόμισαν αὐτὸν εἶναι κτίσμα. οὐκοῦν ἔδει καὶ τὰ θεϊκὰ βλέποντας αὐτοὺς ἔργα τοῦ λόγου ἀρνήσασθαι τοῦ σώματος αὐτοῦ τὴν γένεσιν καὶ λοιπὸν καὶ Μανιχαίους ἑαυτοὺς συγκα- ταριθμεῖν. 102 Ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ καὶ ἐκτείναντος χεῖρας καὶ φωνήσαντος Λάζαρον οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγένετο ἀλλὰ θεοῦ. οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες καὶ ὡς ἀλλότρια τὰ τοῦ θεοῦ τυγχάνοντα μὴ τῇ θεότητι τοῦ λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι. 103 Ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκούοντες δὲ τὸ «ἔκλαυσε» καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχειν τὴν ἀφορμὴν εὔλογον, ὅτι τὸ μὲν ὡς περὶ θεοῦ γέγραπται, τὸ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ τοῦ σώματος ἂν γένοιτο, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν. θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἦν καὶ τὸ σῶμα. διὸ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. εἴ τε τοίνυν ἔκλαυσε καὶ ἐταράχθη, οὐκ ἦν ὁ λόγος, ᾗ λόγος ἐστίν, ὁ κλαίων καὶ ταραττόμενος, ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο. εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος καὶ τὸ λέγει «ἵνα τί με ἐγκατέλιπες»;

Spanish Gemini
5.1
Creador; para sí mismo; habiendo traído; por el gran honor; es considerado digno; destruye; ni; en; todas las cosas; contenía; habitante;[ Fragmento 87, 18- 21];[ Fragmento 88, 5- 10] del cuerpo una vez; hacia ella; a través de; dentro; fuera; Del mismo, sobre el nacimiento de Cristo según la carne. De la apología de Dionisio, arzobispo de Alejandría. Pues cuando tomó lo que tenía que ofrecer por nosotros, y esto era el cuerpo de María la virgen, entonces también se escribió acerca de él que fue creado, que fue engendrado y que fue hecho; pues tales expresiones son apropiadas para los hombres. Todo el mundo; fueron creados; por; por lo cual; en pie de la fuerza; prueba clara de esto del deicida. Significa; viniendo; viniendo; Del mismo, sobre el bautismo del Señor Cristo. Del discurso contra los arrianos. Y que nadie piense que recibía el Espíritu sin tenerlo. Pues él mismo lo enviaba desde arriba como Dios y él mismo lo recibía abajo como hombre. De él hacia él descendía, de su divinidad hacia su humanidad. Del mismo, sobre las luchas del Señor Cristo contra el diablo. Del discurso sobre el reparto de las vestiduras. Así también el Señor, habiendo llamado al diablo con la debilidad humana, habiendo vencido con su propio poder, fortaleció al hombre contra el enemigo. Sus colaboradores; ellas mismas; carne salvador; Del mismo, del discurso contra los arrianos. Y cuando Pedro dice:« Sepa pues con seguridad toda la casa de Israel que Dios hizo Señor y Cristo a este Jesús a quien vosotros crucificasteis», no habla de su divinidad, que« Dios lo hizo Señor y Cristo», sino de su humanidad. Y después de poco. Pues el Verbo, el Hijo de Dios, siempre era Señor y Dios y no fue hecho Señor y Dios después de ser crucificado, sino, como dije antes, su divinidad hizo a su humanidad Señor y Cristo. Hijo Jesús; Del mismo, de san Atanasio, de la carta a Máximo el filósofo. Pues lo que Cristo soportaba a través del cuerpo, esto lo magnificaba como Dios; y tenía hambre en la carne, pero divinamente saciaba a los hambrientos. Y si alguien se escandaliza por las cosas corporales, que crea en lo que obra como Dios. Pues pregunta humanamente dónde yace Lázaro, pero lo resucita divinamente, por lo cual que nadie se ría diciendo niño y nombrando la edad y el crecimiento y el comer y el beber y el padecer, para que no negando lo propio del cuerpo, niegue también su venida por nosotros. Pues así como no por consecuencia de la naturaleza se hizo hombre, así era consecuente que, habiendo asumido un cuerpo, mostrara lo propio de este, para que no prevalezca la fantasía del impío Maniqueo. Pero era consecuente, a su vez, que habiendo venido corporalmente, no ocultara lo de la divinidad, para que el samosateno no encuentre pretexto. Del mismo, de la apología a favor de Dionisio. Lo dicho sobre la divinidad de Cristo y su humanidad tiene una interpretación propia y adecuada para cada una de las cosas dichas. Y el que escribe sus cosas humanas conoce también las de su divinidad, y el que explica sobre la divinidad no ignora lo propio de la carne, sino que cada uno, como un banquero experto y probado, distinguiendo, caminará por el camino recto de la piedad. Pues cuando dice que llora, sabe que el Señor es hombre, muestra que el llorar es del hombre, pero resucita a Lázaro como Dios, y sabe que tiene hambre y sed corporalmente, pero divinamente sacia a cinco mil con cinco panes, y sabe que el cuerpo humano yace en el sepulcro, pero que es resucitado como cuerpo de Dios por el mismo Verbo. De la misma carta. Ha dicho el Salvador:« Yo soy la vid, vosotros los sarmientos, el Padre el labrador». Pues nosotros somos parientes del Señor según el cuerpo y él por esto dijo:« Anunciaré tu nombre a mis hermanos». Y así como los sarmientos son consustanciales a la vid y de ella, así nosotros, teniendo cuerpos de la misma naturaleza que el cuerpo del Señor, recibimos de su plenitud, y tenemos a aquel como raíz para la resurrección y para la salvación. Y el Padre es llamado el labrador; pues él mismo trabajó a través del Verbo la vid, que es el cuerpo del Señor. De la misma apología. Pues es necesario que, siendo llamado el Señor vid, haya un labrador, y siendo él quien ruega, haya quien obedece, y siendo él quien pide, haya quien da. Y tales cosas muestran más fácilmente la locura de los sabelianos, que otro es el que ruega, otro el que obedece, y otra la vid y otro el labrador. Pues todos los pasajes que se dicen como alejando al Hijo del Padre, se dicen acerca de él por causa de la carne que vistió por nosotros. Pues las cosas engendradas son extrañas por naturaleza a Dios. Se negaba; deseaba; Verbo; sumo sacerdote; gloria; Salomón; Del mismo, de san Atanasio, de la homilía sobre el Gólgota, cuyo comienzo es: el pasaje leído es evangélico. El discurso apostólico proclama: por esto también es crucificado, para que redima la maldición y nosotros heredemos la bendición. Padeciendo él mismo, no era dañado en nada, sino que más bien otorgaba, y muriendo no permanecía muerto, sino que más bien vivificaba también a los muertos. Y siendo sacrificado no perecía, sino que con la sangre del sacrificio redimía a todos simplemente y él mismo permanecía impasible. Y si alguien preguntara cómo sucedió esto, que escuche. Ha ocurrido la unión de dos cosas en una misma. Y digo cosas no iguales, sino que ni siquiera tienen comparación en todo. Pues lo mortal estaba entrelazado con lo inmortal y el cuerpo corruptible se había unido al Verbo incorruptible. Y lo mortal no dañaba a lo inmortal. Pues era impasible, sino que permaneció más bien impasible incluso ante la supremacía de la muerte. Pues los que dominan a los dominados siempre resultan ser los señores. Pues por el mismo Verbo inmortal que estaba presente, la muerte desaparecía paradójicamente en él, como la paja desaparece por el fuego. Y el Verbo, siendo incorruptible, beneficia más a lo corruptible al estar presente con él. Pues la oscuridad es iluminada por la luz y lo menor es bendecido por lo mayor. Del discurso sobre la fe, cuyo comienzo es: habiendo tratado suficientemente con pocas palabras de muchas las cosas anteriores a estas. Y así como cuando un gran rey entra en una gran ciudad y habita en una de las casas que hay en ella, tal ciudad es considerada digna de mucho honor, y ningún enemigo ni ladrón que suba la destruye, sino que es considerada digna de todo cuidado por haber habitado el rey en una de sus casas. Así también sucedió con el Salvador de todos. Pues habiendo venido él a nuestra región y habitado en uno de los cuerpos semejantes, en adelante toda la asechanza contra los hombres ha cesado y la corrupción de la muerte que antiguamente prevalecía contra ellos ha desaparecido. Del mismo, de san Atanasio, del mismo discurso. Pues el Verbo de Dios no estaba encerrado en el cuerpo. Ni estaba en el cuerpo y no estaba en otra parte. Ni movía aquel, mientras que todas las cosas estaban vacías de su energía y providencia; sino lo más paradójico, siendo Verbo, no era contenido por nadie, sino que él mismo contenía todas las cosas más bien. Y así como estando en toda la creación está fuera del todo según la esencia, pero está en todas las cosas con sus propios poderes, ordenando todas las cosas, y extendiendo su providencia en todas las cosas y en todas, y vivificando a cada una y a todas por igual, conteniendo todas las cosas y no siendo contenido, sino estando todo él en su único Padre según todas las cosas, así también estando en el cuerpo humano, y vivificándolo él mismo, vivificaba razonablemente todas las cosas y llegaba a estar en todas y estaba fuera de todas. Y siendo conocido a partir del cuerpo por las obras, no era invisible. Del mismo discurso. Cuando, pues, los teólogos que tratan de esto dicen que él come y bebe y es engendrado, sabe que el cuerpo como cuerpo era engendrado y era alimentado con alimentos adecuados, pero él mismo, el Dios Verbo que estaba con el cuerpo, ordenando todas las cosas y a través de las cuales obraba en el cuerpo, no se daba a conocer a sí mismo como hombre, sino como Dios Verbo. Del mismo discurso. Por esto, después de las pruebas de su divinidad a partir de las obras, ya en adelante ofrecía también el sacrificio por todos, entregando su propio templo a la muerte en lugar de todos, para que haga a todos irresponsables y libres de la antigua transgresión. Y se muestre a sí mismo también más fuerte que la muerte, mostrando su propio cuerpo incorruptible como primicia de la resurrección de todos. Pues el cuerpo, como teniendo también él la esencia común; pues era cuerpo humano. Aunque se constituyó por un milagro más nuevo de una virgen sola, sin embargo era mortal por consecuencia de los nuestros y moría. Pero por la entrada del Verbo en él, ya no se corrompía según su propia naturaleza, sino que por el Verbo de Dios que habitaba en él, se hacía fuera de la corrupción. Y sucedía que ambos ocurrían paradójicamente en la misma, que la muerte de todos se cumplía en el hombre del Señor y la muerte y la corrupción desaparecían por el Verbo que estaba presente; pues había necesidad de muerte y era necesario que ocurriera la muerte por todos, para que se cumpla lo debido por todos. De donde, como dije antes, el Verbo, puesto que no era posible que él muriera, pues era inmortal, tomó para sí un cuerpo capaz de morir, para que lo ofreciera como propio en lugar de todos.[ En el margen con letra tardía: mira esto: no darás a tu santo ver corrupción; como dije como dije antes]. Del mismo discurso. Pues podía incluso desde la muerte misma resucitarlo y mostrarlo vivo de nuevo. Pero el Salvador, habiendo previsto bien esto, no lo hizo. Pues alguien habría dicho que no había muerto en absoluto, o que la muerte no lo había tocado del todo, si hubiera mostrado la resurrección inmediatamente. Quizás también, estando la muerte y la resurrección en el mismo intervalo, la gloria sobre la incorruptibilidad se habría vuelto incierta. De donde, para que se muestre muerto el cuerpo, soportó un intervalo medio y al tercer día mostró esto incorruptible a todos. Por causa, pues, de que se muestre la muerte en el cuerpo, resucitó esto al tercer día. Pero para que no permanezca por mucho tiempo y, habiendo resucitado después de corromperse del todo, no sea incrédulo como si trajera no el mismo sino otro cuerpo. Pues alguien habría dudado también por el tiempo de lo que aparecía y se habría olvidado de lo sucedido. Por esto no soportó más de tres días ni prolongó por mucho tiempo a los que escuchaban sobre la resurrección. Sino que, teniendo aún el discurso resonando en los oídos y los ojos mismos esperando y su mente suspendida y estando aún vivos sobre la tierra y estando en el lugar los que mataron y los testigos de la muerte del cuerpo del Señor, el mismo Hijo de Dios en un intervalo de tres días mostró el cuerpo que había muerto como inmortal e incorruptible. Y fue mostrado a todos que no por debilidad de la naturaleza del Verbo que habitaba murió el cuerpo, sino para que la muerte sea desaparecida en él por el poder del Salvador. Del mismo discurso. Parece que el que duda sobre la resurrección del cuerpo del Señor ignora el poder del Verbo de Dios y su sabiduría. Pues si asumió un cuerpo para sí y lo hizo propio según la consecuencia razonable como el Verbo mostró qué debía hacer el Señor sobre esto o qué fin debía tener el cuerpo, una vez que el Verbo entró en él; pues no podía no morir, siendo mortal, y siendo ofrecido por todos a la muerte, por cuya causa también el Salvador lo preparó como templo para sí. Pero no era posible que permaneciera muerto por haber llegado a ser templo de la vida. De donde murió como mortal. Pero revivió por la vida que estaba en él y las obras son señal de su resurrección. Del mismo discurso. Por esto el Salvador se revistió razonablemente de un cuerpo, para que, habiéndose entrelazado el cuerpo con la vida, ya no permanezca como mortal en la muerte, sino que, como habiéndose revestido de la inmortalidad, en adelante resucitado permanezca inmortal. Pues habiéndose revestido una vez de corrupción, no habría resucitado si no se hubiera revestido de la vida. Y a su vez la muerte por sí misma no aparecería si no fuera en el cuerpo. Por esto se revistió de un cuerpo, para que, habiendo encontrado la muerte en el cuerpo, la borre. Pues¿ cómo se habría mostrado el Señor en absoluto como vida si no hubiera vivificado lo mortal? Del mismo discurso.¿ Cuándo comenzaron a ser condenados los llamados dioses y héroes por los poetas, siendo hombres mortales, sino desde que el Verbo de Dios obró el trofeo contra la muerte y ha guardado el cuerpo que asumió incorruptible, resucitándolo de entre los muertos? Del mismo, de san Atanasio, de la carta a Germano, cuyo comienzo es: habiendo encontrado lo escrito ahora. Pregunta humanamente dónde yace Lázaro,– pues era hombre– pero lo resucita divinamente– pues era también Dios–. Por lo cual que nadie se ría diciendo niño y nombrando la edad y el crecimiento y el comer y el beber y el padecer, para que no negando lo propio del cuerpo, niegue también su economía por nosotros. Pues así como no por consecuencia de la naturaleza ha sido engendrado hombre, así era consecuente que, habiendo asumido un cuerpo, mostrara lo propio del cuerpo, para que no prevalezca la fantasía del impío Maniqueo. De san Atanasio, de la homilía sobre la semilla, cuyo comienzo es: en día de sábado nos reunimos no padeciendo judaísmo. Dice que reprendían al Salvador diciendo:« Mira qué hacen tus discípulos lo que no es lícito hacer en sábado». Pero el Salvador a ellos:¿ ni esto habéis leído? prometéis estudiar, pero no tenéis el conocimiento.¿ Ni esto habéis leído lo que hizo David? El que es de David recuerda a David; el que es de David según la carne, pero antes de David según el espíritu; el que es según la carne hijo de David, pero según el espíritu Señor de David. El que brotó de la raíz de Jesé, la vara maravillosa, la que tritura el linaje de los judíos, pero reúne el linaje de las naciones como rebaño.[ Significa]. De san Atanasio, de la interpretación sobre todo pecado y blasfemia será perdonado a los hombres, cuyo comienzo es: sobre lo cual escribiendo has manifestado, perdona, amado, teniendo buena conciencia. Pues de nuevo por seguridad no hay que dudar en decir esto. El tener sed, el cansarse, el dormir, el ser abofeteado, el comer, es propio del hombre; pero las obras que hacía el Señor ya no era de hombre sino de Dios hacerlas. Del mismo discurso.« Si pues veis», dice,« al Hijo del hombre subiendo donde estaba antes; el espíritu es el que vivifica, la carne no aprovecha nada. Las palabras que yo os he hablado son espíritu y vida». Pues también aquí ha dicho ambas cosas sobre sí mismo, carne y espíritu. Y distinguió el espíritu de lo que es según la carne, para que no solo creyendo lo que aparece sino también lo invisible de él, aprendan que también lo que dice no es carnal sino también espiritual. Pues¿ a cuántos bastaba el cuerpo para comer, para que esto se convierta en alimento de todo el mundo? Pero por esto mencionó la subida a los cielos del Hijo del hombre, para apartarlos de la idea corporal y en adelante aprendan que la carne dicha es alimento celestial de arriba y alimento espiritual dado por él.« Pues lo que he hablado», dice,« a vosotros es espíritu y vida». Igual a decir: lo que se muestra y se da por la salvación del mundo es la carne que yo visto, pero esta y su sangre os será dada por mí espiritualmente como alimento, de modo que espiritualmente en cada uno esta sea distribuida a todos como protección para la resurrección de vida eterna. De san Atanasio, del tercer discurso contra los arrianos, cuyo comienzo es: yo pensaba que los hipócritas de la locura de Arrio. Pues Moisés, siendo hombre por naturaleza, se hacía fiel creyendo al Dios que le hablaba a través del Verbo. Pero el Verbo no era como alguno de los engendrados en el cuerpo, ni como criatura en criatura, sino Dios en carne y creador y constructor en lo construido por él. Del mismo discurso.« La sabiduría edificó para sí casa;» y es claro que la casa de la sabiduría es nuestro cuerpo, que asumió el Señor. Del mismo discurso. Pues puesto que el primer camino a través de Adán se perdió y en lugar del paraíso nos desviamos hacia la muerte y escuchamos:« tierra eres y a tierra irás». Por esto el filántropo Verbo de Dios, por voluntad del Padre, se reviste de la carne creada, para que la que mató el primer hombre a través de la transgresión, esta él mismo la vivifique en la sangre de su propio cuerpo y« nos inaugure un camino nuevo y vivo», como dijo el apóstol,« a través del velo, esto es, a través de su carne». Del mismo, del cuarto discurso contra los arrianos, cuyo comienzo es: los arriomanitas, como parece, habiendo juzgado. Corporalmente, como dice el apóstol, habitó la divinidad en la carne; igual a decir« siendo Dios, tuvo cuerpo propio y usándolo como instrumento, se hizo hombre», y por esto las cosas propias de esta se dicen« suyas», puesto que en ella, tales como el tener hambre, el tener sed, el padecer, el cansarse y las semejantes, de las cuales la carne es receptiva; pero las obras propias del mismo Verbo, tales como el resucitar muertos y hacer ver a ciegos y sanar a la que padecía flujo de sangre, las hacía a través de su propio cuerpo. Y el Verbo soportaba las debilidades de la carne como propias. Pues del mismo era la carne y la carne sirve a las obras de la divinidad, porque en ella ocurría. Pues era cuerpo de Dios. Del mismo discurso. Para que uno tenga más precisamente conocer tanto lo impasible de la naturaleza del Verbo como las debilidades dichas por causa de la carne, es bueno escuchar al bienaventurado Pedro. Pues este podría ser testigo digno de crédito sobre el Salvador. Escribe pues en la carta diciendo:« Habiendo pues padecido Cristo por nosotros en la carne». Por tanto, también cuando se dice que tiene hambre y sed y se cansa y no sabe y duerme y llora y pide y huye y es engendrado y rechaza la copa y simplemente todas las cosas de la carne, se diría consecuentemente sobre cada una« Habiendo pues padecido Cristo hambre y sed por nosotros en la carne». Y diciendo que no sabe y siendo abofeteado y cansándose« por nosotros en la carne». Y siendo elevado a su vez y siendo engendrado y creciendo y temiendo y escondiéndose« en la carne» y diciendo:« si es posible pase de mí la copa» y siendo golpeado y recibiendo« por nosotros en la carne».« Y en general todas las tales« por nosotros en la carne».» Pues también el mismo apóstol por esto dijo« Habiendo pues padecido Cristo» no en la divinidad sino« por nosotros en la carne», para que no se reconozcan los padecimientos como propios del mismo Verbo por naturaleza, sino como propios de la misma carne por naturaleza. Que nadie pues se escandalice por las cosas humanas, sino más bien sepa que el mismo Verbo es impasible por naturaleza y sin embargo por la carne que vistió se dicen estas cosas sobre él,« puesto que estas son propias de la carne», y el cuerpo mismo es propio del Salvador. Y él mismo permanece impasible por naturaleza como es, no siendo dañado por estas, sino más bien desapareciéndolas y destruyéndolas. Del mismo discurso. Hemos examinado necesariamente estas cosas, para que si lo vemos obrando o diciendo divinamente a través del instrumento de su propio cuerpo, sepamos que siendo Dios obra estas cosas. Y a su vez, si lo vemos hablando o padeciendo humanamente, no ignoremos que vistiendo carne se hizo hombre y así hace y habla estas cosas. Pues conociendo lo propio de cada uno y viendo y entendiendo que ambos son obrados desde uno, creemos rectamente y nunca seremos engañados. Pero si alguien viendo las cosas hechas por él solo divinamente niegue el cuerpo o viendo lo propio del cuerpo niegue la presencia encarnada del Verbo o también a partir de las cosas humanas piense cosas bajas del Verbo, tal persona como mercader judaico mezclando vino con agua, considerará« escándalo» la cruz y como« necedad» de los griegos considerará la predicación, tales como han padecido también los arrianos teómacos. Pues viendo las cosas humanas del Salvador pensaron que él era criatura. Por tanto, debían también viendo las obras divinas negar la generación del cuerpo del Verbo y en adelante contarse también a sí mismos entre los maniqueos. Del mismo discurso. Y así como habiendo escupido él y extendido las manos y llamado a Lázaro no decíamos que los logros eran humanos, aunque ocurrieron a través del cuerpo, sino de Dios. Así si las cosas humanas se dicen sobre el Salvador en el evangelio, mirando de nuevo a la naturaleza de lo dicho y siendo las cosas de Dios ajenas, no atribuyamos estas a la divinidad del Verbo, sino a la humanidad. Del mismo discurso. Escuchando« lloró» y las semejantes, decir que estas son propias del cuerpo, sobre todo porque en cada una de estas es razonable tener el motivo, porque lo uno está escrito como sobre Dios, lo otro se dice por su cuerpo humano. Pues ni en lo incorpóreo ocurrirían las cosas del cuerpo, si no hubiera tomado cuerpo corruptible y mortal. Pues mortal era la santa María, de la cual era también el cuerpo. Por lo cual es necesario que, habiéndose hecho él en cuerpo que padece, y llora, y se cansa, se digan también estas cosas con el cuerpo, las cuales son propias de la carne. Si pues lloró y se turbó, no era el Verbo, en cuanto es Verbo, el que lloraba y se turbaba, sino que esto era propio de la carne. Y si también pidió pasar la copa, no era la divinidad la que se acobardaba, sino que este padecimiento era propio de la humanidad y el decir«¿ por qué me has abandonado?»

Intertext edge

Open linked passage

Note