Syntagma ad monachos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Syntagma ad monachos Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας σύνταγμα διδασκαλίας πρὸς μονάζοντας καὶ πάντας χριστιανοὺς κληρικούς τε καὶ λαϊκούς. Ἔστιν ὁ βίος τῶν υἱῶν τῆς καθολικῆς ἐκκλησίας καὶ μάλιστα τῶν ἐν αὐτῇ ἀναχωρητῶν ἤτοι μοναχῶν οὕτως.
1.2.1
Χάριτι μέν ἐσμεν σωζόμενοι, ἀλλ' ἡ χάρις αὐθαιρέτους βούλεται εἶναι τοὺς ἑαυτῆς παῖδας καὶ σοφίας υἱούς, καὶ πάσης πράξεως ἀγαθῆς δοκιμάσαντες τὸ καλὸν ζηλοῦντες καὶ οὕτως πράττειν.
1.3.1
Τῆς οὖν ὀρθῆς ταύτης πίστεως ἄξιον σεαυτὸν εὐτρέπιζε, προβεβλημένος, ἀγαπητέ, ταῦτα φυλάττειν.
1.4.1
Ἀγωνίζονται μετὰ τοῦ Κύριον τὸν θεόν σου ἀγαπήσεις ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
1.5.1
Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ πορνεύσεις, οὐ παιδοφθορήσεις, οὐ φαρμακεύσεις, οὐ διχοστατήσεις.
1.6.1
Ἀπέχου πνικτοῦ καὶ εἰδωλοθύτου καὶ αἵματος.
1.7.1
Καὶ ταῦτα μέν ἐστι τὰ προφανῆ ἁμαρτήματα; αἱ δὲ ὡς ἐλαχιστότεραι φαινόμεναι ἐντολαί, ὧν καὶ αὐτῶν λόγον ἀποδώσομεν, εἰσὶν αὗται.
1.8.1
Τέως μὲν τοὺς μονάζοντάς τε καὶ ἐγκρατεῖς δεῖ ἀνακεχωρισμένους εἶναι ἀπὸ γυναικῶν, καὶ μήτε εἰς ὁμιλίαν αὐτῶν ἔρχεσθαι, εἰ δυνατόν, μήτε ὁρᾶν αὐτὰς φιλοτιμεῖσθαι, ἵνα μή τις ζημία γένηται ἐὰν μοιχεύσῃ καρδία διὰ τῆς τῶν ὀφθαλμῶν ὁράσεως.
1.9.1
Φυλάττεσθαί τε μὴ εἶναι δίλογον, μὴ δίγνωμον, μὴ ψεύστην, μὴ κατά λαλον, μὴ ἀκαιροπερίσπαστον, μὴ ἀναίσχυντον, μὴ ῥέμβον, μὴ ἀναίσθητον, μὴ αὐθάδη, μὴ σαπρὸν λόγον ἐκ χειλέων προφέροντα, μήτε ὅρκον ὅλως τὸ παράπαν· ἀλλὰ ναὶ ναί, οὒ οὔ· καὶ ἐάν που ἀνάγκη γένηται, λέγειν ἐν ὁμιλίᾳ Γίνωσκε, ἢ Ἀλήθειαν λέγω, ἢ Οὐ ψεύδομαι.
1.10.1
Τὸ δὲ σεβάσμιον ὄνομα ἐπὶ ὅρκον μὴ λάμβανε, μήτε ἕτερόν τινα ὅρκον, καθὼς εἶπεν τὸ εὐαγ γέλιον.
1.11.1
Ταῦτα γὰρ πάντα οὐ προσήκει οὐδὲ ἁρμόττει ποιεῖν, ἀλλὰ καὶ ἀπὸ ἐκκλησίας ἐκβάλλει τὸν μὴ παραφυλαττόμενον, τινὰ δὲ αὐτῶν καὶ ἀποκ τενεῖ.