Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Syntagma ad monachos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Ἔτι τε μὴ γυμνοῦν ἑαυτὸν ἐνώπιόν τινος, ἀλλ' ἢ ἀνάγκῃ ἐν λου τρῷ διὰ πάθος ἐν ἀσθενείᾳ πολλῇ γινόμενον.
2.2.1
Μὴ λέγειν ἀδελφὸν ῥακά, μήτε μωρέ.
2.3.1
Ἑορταῖς ἐθνῶν μὴ συγκοινωνεῖν, σάββατα μὴ φυλάττειν.
2.4.1
Μὴ μαγεύειν, μὴ φαρμακεύειν, μήτε ἄλλον σοι ταῦτα πράττειν ἐπὶ νόσῳ ἢ πάθους ἀλγήματι.
2.5.1
Μὴ ἀπέρχεσθαι πρὸς ἐπαοιδόν, μήτε φυλακτήριον ἑαυτῷ περιτιθέναι, μήτε περικαθαίρειν, μήτε μὴν ταῦτά σοι ποιεῖν, μήτε ὑπὸ ἄλλου σοι γένηται.
2.6.1
Τὸ σῶμα φυλάττειν ἀπὸ πάσης αἰσχρότητος καὶ ἀσελγείας.
2.7.1
Μὴ ἔχειν γυναῖκα συνείσακτον, καθάπερ τινὲς ἀγαπητὰς ἐπέ θεντο αὐταῖς ὄνοματα, τάχα δὲ ἐναντίως μισηταὶ αὐτοῖς εὑρεθήσονται.
2.8.1
Μὴ ἔχειν καταψυχὴν πρός τινα, ὁ γὰρ καταψυχὴν ἔχων ἡ εὐχὴ αὐτοῦ τῷ κυρίῳ οὐ προσδέδεκται.
2.9.1
Μὴ συνεύχεσθαι αἱρετικῷ, μήτε μετὰ ἐθνικῶν.
2.10.1
Μὴ παραβαίνειν νηστείαν, τουτέστιν τετράδα καὶ παρασκευήν, εἰ μή τι ἐπὶ νόσῳ βεβάρησαι, χωρὶς τῆς πεντηκοστῆς μόνης καὶ τῶν ἐπιφανίων.
2.11.1
Τὴν τεσσαρακοστὴν τῆς ἁγίας ἐκκλησίας καὶ τὴν ἑβδομάδα τοῦ ἁγίου πάσχα παρα τετηρημένως φύλαττε.
2.12.1
Λύε τὴν νηστείαν ἐπὰν ἀδελφὸς πρός σε ἐπεδή μησεν, νηστείαν δὲ οὐ τὴν τεταγμένην (τετράδα καὶ παρασκευήν, καὶ τὴν τεσσαρακοστὴν καὶ τοῦ πάθους), ἀλλὰ τὴν ἀπὸ ἰδίας προαιρέσεως, τουτέστιν δευτέρας καὶ τρίτης καὶ πέμπτης.
2.13.1
Σάββατον καὶ κυριακὴν μὴ νηστεύ σῃς, πλὴν τοῦ μεγάλου σαββάτου τοῦ ἁγίου πάσχα.
2.14.1
Ἡ δὲ τῆς τετράδος καὶ παρασκευῆς ἕως ὥρας ἐννάτης νηστεία τεταγμένη ἐστίν.
2.15.1
Καὶ εἴ τι περισσοτέρως ποιήσεις, τοῦτο παρὰ τὴν σεαυτοῦ προαίρεσιν· εἰ δὲ καὶ ὑπερ θέσεις δύνασαι ποιεῖν, γενναίως ἀσκεῖς.
2.16.1
Νηστεύων δὲ καὶ πολιτευόμενος βλέπε μὴ φυσιωθῇς· ἡ γὰρ φυσίωσις παγίς ἐστιν τοῦ διαβόλου, δι' ἧς ἀπ' οὐρανοῦ πέπτωκεν, ὁμοίως δὲ λοιπὸν δι' αὐτῆς τοὺς ἀνθρώπους παγιδεύων καταβάλλει.
2.17.1
Μή τίς σε πλανήσῃ ἐν κυριακῇ νηστεύειν τὸ παράπαν, μήτε γονυπετεῖν τὸ παράπαν, μήτε ἐν πεντηκοστῇ· οὐ γάρ ἐστιν θεσμὸς ἐκκλησίας 2. 18 Καὶ μὴ ἀνέχου ἵνα πλανήσωσίν σέ τινες Μαρκιωνισταὶ ἢ ἑτέρα αἵρεσις νηστεύειν τὸ σάββατον ἰδίως καὶ κυριακῆς.
2.19.1
Τῶν δὲ συνάξεων μὴ ἀμέλει.
2.20.1
Τῶν μυστηρίων ἄξιον σεαυτὸν εὐτρέπιζε, μήπως εἰς κρῖμα συνέλθῃς.
2.21.1
Μὴ ἀμέλει πλύνειν πόδας ἀδελφῶν ἐρχομένων πρός σε· ζητηθήσεται γὰρ ἡ τοιαύτη ἐντολὴ περὶ τῶν ὑπερηφανευσάντων αὐτήν, κἂν ἐπίσκοποι ὦσιν· ὁ γὰρ ἡμῶν κύριος αὐτὸς πρῶτος ἔπλυνεν, παραγγείλας αὐτοῖς οὕτως ποιεῖν.

Intertext edge

Open linked passage

Note