Syntagma ad monachos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Μὴ γίνου φιλάργυρος, μὴ αἰσχροκερδής, μὴ φιλοκτήμων, μὴ φιλόπλουτος· οἱ γὰρ τοιοῦτοι θεῷ ἀρέσαι οὐ δύνανται.
3.2.1
Καὶ ὅλως μὴ πραγμα τεύου.
3.3.1
Πολλαὶ χῶραί εἰσι μὴ σπέρουσαι, καὶ οἱ οἰκοῦντες ἐὰν τέχνας μὴ ἔχωσιν ἀναγκάζονται πραγματεύεσθαι, κἂν μὴν ὦσι μονάζοντες, καὶ πραγ ματεύονται κακῶς μέν, πλὴν ἀνάγκη ποιεῖ.
3.4.1
Τόκον μὴ λάμβανε.
3.5.1
Μὴ προαγόραζέ τι ἥσσονος τῆς πολιτευομένης τιμῆς.
3.6.1
Ἀγάπα πάντα ἄνθρω πον καὶ εἰρήνευε μετὰ πάντων, καὶ μεθ' ὧν οὐκ εὔχῃ, εἰ δυνατὸν τὸ ἐκ σοῦ, χωρὶς αἱρέσεως.
3.7.1
Ἔχων δὲ μετάδιδε τῷ μὴ ἔχοντι, μὴ ἔχων δὲ οὐκ ἐγκλη θήσῃ.
3.8.1
Ἐὰν αἰτήσῃ τις παρὰ σοῦ, εἰς χρῆσιν δίδου, καὶ λάμβανε παρ' αὐτοῦ τὸ κεφάλαιον, ὅταν ἔχῃ, ἄνευ τόκου.
3.9.1
Μὴ δολιεύου ἐνώπιον κυρίου.
3.10.1
Ἐὰν γὰρ ἔχῃς γεννήματα ἢ ἀργύριον, καὶ ζητῇ τις δανείσασθαι παρὰ σοῦ, εἰ διὰ τὸ μὴ λαμβάνειν σε τόκον πωλεῖς τιμιωτέρως ἵνα ἀγοράσῃς εὐώ νως τῷ καιρῷ, τουτέστιν ὀλιγοτίμως, δράσσεται ὁ θεὸς τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ· σκέψαι γὰρ καὶ ὅρα ὅτι ἀνθ' ἑνὸς τόκου τρεῖς ἢ τέσσαρας τόκους εὑρήσεις λαμβάνων.