Syntagma ad monachos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Εἰ δύνασαι καὶ ἑβδομάδα νηστεύειν, μηδενὶ δείκνυε.
5.2.1
Κρεῶν ἀπέ χου, οὐχ ὡς βδελυσσόμενος ἀλλ' ὡς ἀνακόπτων τὸ σῶμα τῆς τρυφῆς καὶ ἀνάξιον ἑαυτὸν ἡγούμενος καὶ ἀντὶ τῶν ἐπιγείων τῶν οὐρανίων ὀρεγόμενος· πᾶς γὰρ μετριάζων δαψιλείᾳ τροφῶν βοηθεῖ τῷ σώματι αὐτοῦ πρὸς ἐγκράτειαν.
5.3.1
Οἴνου ὅλως μὴ λάμβανε, ἢ μόνον γεύεσθαι καὶ εὐλογεῖν τὸν κτίσαντα. Ἐὰν δὲ καὶ σὺ ὥσπερ Τιμόθεος διὰ τὴν πολλὴν πολιτείαν νόσοις περιπέσῃς, ὀλίγῳ οἴνῳ χρῶ· τὸ γὰρ ὀλίγον φάρμακόν ἐστιν ἰάσεως, πολιῷ δὲ αὐτῷ χρώμενος ἀμφοτέρας ἀσθενείας σεαυτὸν περιβαλεῖς· εἰ δέ, ἕως ἑνὸς ποτηρίου ἢ δύο, περισσὸν δὲ μή.
5.4.1
Εἰ δυνατόν σοι ἀνυπόδητον ὁδεύειν, γενναίως ἐναχθήσῃ· εἰ δὲ ἀνάγκη ἐστὶν πάντως ὑποδέεσθαι, ψιλὰ ἔσονταί σου τὰ ὑποδήματα.
5.5.1
Καὶ μὴ θέλε κατακεκοσμημένοις ὑποδήμασιν, ἑταιρισμοῦ σχήμασιν, ἐπαιρίδεσθαι.
5.6.1
Τοῖς παροῦσιν ἀρκοῦ. Καὶ ἐὰν περισσοτέραν κρεῶν καὶ οἴνου ἔχῃς πολιτείαν, καὶ ἀπέλθῃς ἐπὶ ξένης, μὴ θελήσῃς ἑαυτὸν κομπάζειν, ἄλλ' ἴσος γίνου τοῖς ἀδελφοῖς, οἷον ἐὰν ἐν λαχάνοις χρώμενος καὶ ἑψήμασι.
5.7.1
Καὶ εἰ ἀνάγκη γάρον ἐσθίειν ἢ καὶ ἰχθύος μεταλαμβάνειν, ἐὰν θέλῃς, ἕως τούτου μόνου, καὶ πάλιν ἀνάλαβε τὴν πρώτην ἄσκησιν.
5.8.1
Πάλιν ἐὰν ἀρρωστήσῃς καὶ λάβῃς ὠοῦ, ἁμαρτία οὐκ ἔστιν.
5.9.1
Εἰ δὲ ἡττηθῇς ἐν τῇ νόσῳ καὶ λάβῃς πετεινοῦ καὶ κρεῶν, ἥττημα μέν σοί ἐστι, μὴ λογίσῃ δὲ αὐτὸ ἁμαρτίαν, λυποῦ δὲ ὅτι ἀνεκόπης σου τῆς πολιτείας καὶ ὑπεχαλάσθης τοῦ στερεοῦ λογισμοῦ.