Syntagma ad monachos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Εἰ δὲ ἐπὶ νόσῳ ἀναγκασθῇς, λουτρῷ χρῆσαι ἕως ἅπαξ καὶ δίς· ὑγιαίνων δὲ βαλανείου οὐ χρείαν ἔχεις.
6.2.1
Σὺ ὁ μονάζων καὶ ἱερεύς, χαμευνεῖν θέλε, ἐὰν ᾖς ὑγιής.
6.3.1
Πρὸ παντὸς δὲ τέχνην ἐπιχειρεῖν.
6.4.1
Ἐν ἀγρῷ ἐργάζου, ἵνα μὴ ἐσθίῃς ἄρτον ἀργόν.
6.5.1
Μᾶλλον δὲ ἐκ τῶν χειρῶν σου ἔχε πρὸς τὸ ἀναπαύειν ἀδελφοὺς καὶ ξένους καὶ εἰ δυνατὸν χήρας καὶ ὀρφανοὺς καὶ μετρίους.
6.6.1
Καὶ εἰ μὲν μετάξυ τῶν ἀνθρώπων οἰκεῖς καὶ ἔχεις χωρίον πατρικὸν ἤτοι γεώργιον ἐργάζεσθαι, δικαίως συνάγων καρποὺς καὶ μὴ ἔχων τι ἀδικίας, πρῶτον μὲν τὰς ἀπαρχὰς τοῖς ἱερεῦσι πρόσφερε, ἔπειτα θέλε καὶ χήρας ἀναπαύειν καὶ λοιποὺς ἀπὸ δικαίων πόνων, μὴ ἀπὸ τόκων ἢ πλεονασμῶν ἢ πραγματειῶν ἢ διασεισμάτων.
6.7.1
Εἰ δὲ εἰς μονὴν καθέζῃ, μὴ ὕβριζε τὴν ἄσκησιν τῆς μονῆς.
6.8.1
Ἐὰν χωρίον κέκτησαι ἐν μοναστηρίῳ ἀναχωρῶν, οὐκ ἀνεχώρησέν σοι, ἀλλ' ἐμπαίζεις καὶ ἐμπαίζῃ.
6.9.1
Καθεζόμενος δὲ ἐν μοναστηρίῳ μὴ θέλε εἶναι ἀργὸς καὶ ὑπὸ ἄλλων τρέφεσθαι· ἀλλὰ δεῖ σεαυτὸν ἢ τέχνην ἰδεῖν ἢ ἐργατεύεσθαι, ἵνα πως τὴν ἐφήμερον προσπορήσῃς τροφήν.
6.10.1
Νεωτέρους δὲ ἐὰν ἔχῃς περὶ σεαυτόν, πρῶτον μὲν ταπεινοφρόνει καὶ μὴ θέλε εἶναι διδάσκαλος.
6.11.1
Εἰ δὲ ἴδῃς ψυχὰς σωζομένας διὰ τῆς σῆς ἀναστροφῆς, τελειῶσαι βουλόμενος τῶν πέντε ταλάντων τὰ διπλάσια ὧν εἴληφας, μερίμνα τὰς περὶ σὲ ψυχάς.
6.12.1
Καὶ ἐπίστυφε τοὺς νεωτέρους ἰδιάζειν ἕκαστον αὐτῶν ἔν τε τῇ ὁμιλίᾳ καὶ ἐν τῇ ἀναστροφῇ, χωρὶς μόνης τῆς τραπέζης καὶ συνάξεως καὶ ψαλμῳδίας.
6.13.1
Ἐν δὲ τῷ ὑπνεῖν, ἕκαστον ἴδια περιβάλλεσθαι, καὶ ἕκαστον τὸ στιχάριον αὐτοῦ ἔχειν ἤτοι σακκίον κεκρυμμένον, ἵνα ἄν που εὔχῃ νυκτὸς ἕτοιμοι εὑρεθῶσιν.
6.14.1
Θέλε ἀγρυπνεῖν συμμέτρως ἐν ψαλμοῖς καὶ εὐχαῖς, καὶ ἡμέρας μὲν εὔχεσθαι πυκνῶς.
6.15.1
Μὴ χρονίζειν δὲ ἐν εὐχῇ ἢ κράζειν καὶ βαττολογεῖν, συμμέτρως δὲ ψάλλειν, ἵνα μὴ περικακῶσιν αἱ ψυχαί.
6.16.1
Θέλε δὲ τοὺς παῖδας σιωπητικοὺς προβιβάζειν.
6.17.1
Εἰς καπη λεῖον ὅλως μὴ εἰσέλθῃς, ἀλλ' εἰ ἀνάγκη γένηται ἐπὶ ξένης γενόμενος καὶ χρείαν ἔχεις ἐδέσματος ἢ ποτοῦ, ἀποστείλας ἀγόρασον, καὶ ἐν ἐκκλησίᾳ φάγε καὶ πίε, ἐν τόπῳ αὐτῆς ἀνακεχωρημένῳ.
6.18.1
Ἐὰν δὲ μὴ ᾖ ἐκκλησία ἐν τῷ τόπῳ μηδὲ οἰκία ὀρθοδόξων, καὶ ἀνάγκη σοι γένηται καὶ εἰσέλθῃς εἰς πανδοχεῖον, θέλε μένειν ἐν πανδοχείῳ ὅπου οὐκ εἰσὶν γυναῖκες οὔτε καπηλεῖον, καὶ τοῦτο μετὰ λύπης 7. 1 Ἐὰν οὖν τὰς προειρημένας ἐντολὰς φυλάξας καὶ τῶν προειρημένων σφαλμάτων ἑαυτὸν τηρήσας τὸν δρόμον τελειώσῃς ἐν πίστει τε καὶ ἁγνότητι καὶ πολιτείᾳ, κατὰ τὸ εἰρημένον, βαθμὸν σεαυτῷ μέγαν καὶ ἀγαθὸν περιποιήσῃ.