Syntagma ad monachos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.2.1
Αὗταί εἰσιν αἱ τῆς προειρημένης πίστεως ἐντολαὶ καὶ παραφυλάγματα, ἃς ἐὰν ποιήσῃς καὶ τὴν πίστιν τηρήσῃς, ἔσῃ μαθητὴς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
7.3.1
Εἰ δέ τις ἀντιλέγει τοῖς προειρημένοις, θεῷ ἐστὶν ἀντιλέγων· ψηλαφίσει γὰρ τὰς θείας γραφὰς καὶ κατανοήσει τὴν παράδοσιν τῆς ἐκκλησίας, καὶ ἔχει συνιέναι ὅτι περὶ τούτων ὅλων ἐντέλλεται ὁ κύριος.
7.4.1
Ἡμεῖς δὲ ἵνα μὴ μακρολογήσωμεν τὰς μαρτυρίας οὐκ ἐξεθέμεθα.
7.5.1
Καὶ αὗται μὲν αἱ ἐντολαὶ μονάζουσι καὶ λοιποῖς χριστιανοῖς εὐλαβέσιν.