Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Deipnosophistae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenaeus-of-naucratis" aria-label="More works by Athenaeus of Naucratis"> —
⋯
More
Original / primary: Perseus Grc3
1.3
‘αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης
1.3
τρὶς δ’ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον,
1.4
ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει,
1.4
ὅπου τι σοφίας ἔργον ἐξετάζεται. —
1.4
ἀγλαίζεται δὲ καὶ
1.4
μουσικᾶς ἐν ἀώτῳ·
1.4
οἷα παίζομεν φίλαν
1.4
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν,
1.4
εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου,
1.4
ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου
1.4
εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας.
1.4
ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
1.4
ἔσηνε καὶ προσῆλθ᾽, ὑπαντήσας δέ τις
1.4
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
1.4
μηδέν.
1.5
τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα
1.5
εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων
1.5
ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις
1.5
σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν;
1.5
ἔχομεν ὁμοίας· οὐδὲ τοῖς λαμπροῖσι γὰρ
1.5
δείπνοις τὸ πεινῆν παύεται,
1.6
ὁ τρεχέδειπνος, φησί, σοφιστής.
1.6
ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος (Eur. Tro. 1),
1.6
χαίρετε, κήρυκες, Διὸς ἄγγελοι (A 334),
1.6
ἑλικτὰ κοὐδὲν ὑγιές (Eur. Andr. 448),
1.6
σοφή, σοφὴ σύ (Eur. Andr. 245),
1.6
οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον,
1.6
οὐ προκαλυπτομένα βοστρυχώδεα (Eur. Phoen. 1485).
1.6
φησίν (fr. 217 K).
1.7
ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ —
1.7
πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.
1.7
ἔστωσαν δ’ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες
1.7
ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη
1.7
μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
1.7
οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει
1.7
ἀφορῶσιν ἀεὶ καὶ πέτονται δεξιῶς
1.7
ἐπὶ ταῦτ’ ἄκλητοι,
1.7
οὓς ἔδει
1.7
τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ
1.7
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
1.7
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. —
1.8
τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
1.8
ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ἐρημίᾳ
1.8
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον
1.8
πρὸς ἐμαυτόν. Β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
1.8
Α. Φιλοξένου καινή τις ὀψαρτυσία.
1.8
Β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. Α. ἄκουε δή.
1.8
‘ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον.’
1.8
Β. ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ
1.8
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
1.8
Α. ‘βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας
1.8
ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.
1.8
καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν᾽ ἄνειμι.’
1.8
οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον,
1.8
οἶμαι.
1.8
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε
1.8
μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ,
1.8
ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.
1.8
πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν,
1.8
ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων·
1.8
ἢν ὀπταὶ δὲ δύ’ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω.
1.8
τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
1.8
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
1.8
σκορπίος αὖ — Β. παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.
1.9
ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ
1.9
τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω
1.9
καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.
1.9
Β. κάμινος, οὐκ ἄνθρωπος.
1.13
ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου,
1.13
ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα
1.13
ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
1.13
ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου
1.13
παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν.
1.13
Β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστι; Α. θήλειαν λαβὼν
1.13
γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρὰ
1.13
τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος,
1.13
ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
1.13
δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω
1.13
κόκκους μελαίνης τετταράκοντα τὸν ἀριθμόν,
1.13
περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν.
1.13
καὶ Νικομήδης γογγυλίδα μασώμενος
1.13
ἀφύης τοτ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον.
1.13
οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει·
1.13
ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.
1.14
‘πῶς ἂν σύγ᾽ Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου
1.14
φιλόδωρος ἂν εἴης;
1.14
ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον·
1.14
.... πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
1.14
οὔτε τῖμον εἰσενέγκας οὔτε ....,
1.14
οὐδὲ μὲν κληθεὶς .... ἦλθες, οἷα δὴ φίλος·
1.14
ἀλλά σ’ ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
1.14
εἰς ἀναιδείην,
1.14
Εὔβουλος ὁ κωμικός φησί που (II 206 K)·
1.14
εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο
1.14
ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης.
1.14
ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι,
1.14
μεγάλους ..... μᾶλλον δὲ τρεῖς.
1.14
ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρός τινος,
1.14
εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν
1.14
εἴκοσι ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ,
1.14
ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου
1.14
μετρεῖν ἀνέχοντος, μακροτέρας δ’ οὔσης ἔτι
1.14
πλεῖν ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς·
1.14
ἔπειτα φάναι μικρὸν ὀψιαίτερον
1.14
δι’ ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ. —
1.14
ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,
1.14
τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν,
1.14
ἀσύμβολον κώθωνα μὴ παραλίμπανε.
1.14
κώθων δ’ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.
1.14
βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν
1.14
τἀλλότρια δειπνεῖν, μὴ προσέχων λογίσμασι.
1.14
μακάριος ὁ βίος, ᾧ δεῖ μ’ ἀεὶ καινὸν πόρον
1.14
εὑρίσκειν, ὡς μάσημα ταῖς γνάθοις ἔχω.
1.14
ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν.
1.14
ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς.
1.14
.. μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ.
1.14
ἔρρ’ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
1.15
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
1.15
σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα (Od. 7.174).
1.15
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας (Od. 1.141),
1.15
νῶτα βοὸς παρέθηκεν
1.15
ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν
1.15
αὐτῷ
1.15
ἀλλ’ ἄγ᾽, ὃ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω
1.16
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
1.16
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο (Od. 1.150)·
1.17
ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.
1.17
ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.
1.18
ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας
1.18
ἢ οἴνῳ μεθύων, ἤ μ’ ἔβλαψαν θεοὶ αὐτοί,
1.19
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον.
1.19
ἄριστον ἐν ὅσῳ .... ὁ μάγειρος ποιεῖ,
1.19
συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ;
1.19
οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. Β. μηδαμῶς·
1.19
Ἰσθμοῖ γὰρ ἀριστήσομεν.
1.19
ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν,
1.19
ἄρτου δὶς ἢ τρὶς ἀποδακών.
1.19
καὶ ταξιάρχας καὶ στρατάρχας καὶ ἑκατοντάρχας
1.19
ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα
1.19
ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα.
1.20
ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.
1.20
ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,
1.20
οὐδ’ ἧψεν κρέα
1.20
οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας.
1.20
οὕτω σφόδρ’ ἦν ἀρχαῖος,’
1.21
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης.
1.21
χαῖρ᾽, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς.
1.21
αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
1.21
οἰωνοῖσί τε δαῖτα,
1.22
ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅ τι χεῖρας ἵκοιτο
1.22
γναμπτοῖς ἀγκίστροισιν.
1.23
νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
1.24
τοὔνεκ’ ἄρα σφέας
1.24
οἴμας Μοῦσ’ ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν.
1.26
οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω.
1.26
σφαῖραν λαβὼν
1.26
τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα,
1.26
τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν,
1.26
κλαγκταῖσι φωναῖς . . . . . . . . .
1.26
‘ἔξω, μακράν, παρ’ αὐτόν, ὑπὲρ αὐτόν, κάτω,
1.26
ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ.’
1.26
φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου.
1.26
νεανίας τις ἐσφαίριζεν εἷς
1.26
ἐτῶν ἴσως ἑκκαίδεκ’ ἢ ἑπτακαίδεκα,
1.26
Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν.
1.26
ὃς ἐπεί ποτ’ ἐμβλέψειε τοῖς καθημένοις,
1.26
ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα
1.26
πάντες ἐβοῶμεν· ‘. . . . . . . . . .
1.26
ἡ δ’ εὐρυθμία, τὸ δ’ ἦθος, ἡ τάξις δ’ ὅση.’
1.26
ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο
1.26
τέρας τι κάλλους, ἄνδρες· οὔτ’ ἀκήκοα
1.26
ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν.
1.26
κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον
1.26
ἔμεινα· καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ.
1.28
οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
1.28
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης,
1.28
δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ,
1.29
ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
1.30
ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος
1.30
γελωτοποιόν, τὴν κάκοσμον οὐράνην,
1.30
ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ
1.30
πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη,
1.30
χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί.
1.30
ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην
1.30
ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ
1.30
κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον.
1.30
ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο.
1.30
Β. πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι.
1.30
Β. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών.
1.30
Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν
1.30
σου.
1.32
εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.
1.32
ἑφθὸν κομιδῇ πεποίηκεν· ἀποκναίσειεν ἂν
1.32
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.
1.32
οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθ᾽ ὕδωρ.
1.32
μὰ τὸν Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ
1.32
τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.
1.33
νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
1.33
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
1.33
κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ,
1.33
ἐγχέων προοίμιον.
1.34
Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων Θηβαῖος ἀοιδός,
1.34
ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους
1.34
κρατὸς ἐπὶ σφετέρου, καί οἱ κλέος οὐρανόμηκες.
1.34
χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας.
1.36
τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς
1.36
ἀναφαίνει,
1.36
τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον.
1.37
καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς.
1.37
ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησεν φρένας.
1.38
τίς δ’ ἀγροιῶτις θέλγει νόον
1.38
οὐκ ἐπισταμένη τὰ βράκε’ ἕλκειν ἐπὶ τῶν σφυρῶν;
1.38
ἀμφιβάλλου σφυροῖς· οὐ καθήσεις, τάλαν,
1.38
μηδ’ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;
1.38
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων
1.38
εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
1.38
ἐξὸν καλῶς. οὗ μήτε πράττεται τέλος
1.38
μηδεὶς ... ἡμᾶς μήτε τιμὴν δόντα δεῖ
1.38
ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις
1.38
δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν,
1.38
κόσμον δὲ τῷ βίῳ — τὸ τοιοῦτον γέρας
1.38
τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;
1.39
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν.
1.39
τοὺς Φρύγας οἶδα θεωρῶν,
1.39
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον
1.39
τεθνεῶτα,
1.39
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντας.
1.40
ὀρχήστ’ ἀγλαΐας ἀνάσσων,
1.40
εὐρυφάρετρ’ Ἄπολλον,
1.40
Ἀπόλλων
1.40
φόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε,
1.40
καλὰ καὶ ὕψι βιβάς.
1.40
μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.
1.41
πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ
1.41
βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες
1.41
Μουσέων ἐν ταλάρῳ.
1.41
ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ
1.41
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
1.41
οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
1.41
τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
1.41
ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.
1.41
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
1.41
πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ.
1.41
τὸ δὲ ζῆν, εἰπέ μοι,
1.41
τί ἐστι; τὸ πίνειν φήμ’ ἐγώ.
1.41
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
1.41
δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν
1.41
βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται,
1.41
τὰ δ’ ἀντιτείνοντ’ [οἱονεὶ δίψαν τινὰ
1.41
ἢ ξηρασίαν ἔχοντ᾽] αὐτόπρεμν’ ἀπόλλυται.
1.41
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.
1.41
Σίκων ἐγὼ
1.41
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.
1.41
Β. πέπωκας οὗτος; Α. ..... πέπωκ’ ἐγώ,
1.41
μὰ Δία τὸν Μενδαῖον.
1.42
ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην.
1.42
καὶ δειπνῶν ἀεὶ
1.42
ἀνακείμενος παρ’ αὐτόν.
1.42
πότερον ἀνδριάντας εἱστία;
1.42
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά·
1.42
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι
1.42
οὔθ’ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν·
1.42
ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
1.42
ἀνακειμένῳ
1.42
μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.
1.42
ἐπίνομεν μετὰ ταῦτα . . . . . .
1.42
κατακείμενοι μαλακώτατ’ ἐπὶ τρικλινίῳ,
1.42
Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
1.42
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
1.42
ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν.
1.42
μετὰ ταῦτ’ ἀναπεσεῖν
1.42
ἐκέλευον αὐτὴν παρ’ ἐμέ.
1.43
μύθου δὲ πασαίμην
1.43
ἥδιον.
1.43
ὀπταλέα κρέα
1.43
ἐκ τέφρης ἐπάσαντο τά τ’ ἀγρώσσοντες ἕλοντο.
1.44
‘ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ’
1.44
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες.
1.44
θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων.
1.45
ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον.
1.45
ἔνθα δένδρεα μακρὰ πεφύκει,
1.45
κλήθρη τ’ αἴγειρός τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης.
1.46
ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ
1.46
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ
1.46
ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα.
1.46
ἀλλ’ οὐδὲ μίαν ἀλλ’ ἑταίραν εἶδέ τις
1.46
αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα.
1.46
πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν
1.46
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
1.46
τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
1.46
ὡς δὲ λέβης ζεῖ . . . . . . . .
1.46
κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
1.46
Χῖοι πολὺ
1.46
ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.
1.47
‘παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων’
1.47
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ
1.47
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
1.47
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
1.49
ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης,
1.49
Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα,
1.49
ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες,
1.49
τυρὸς Σικελικός, — — — — — —
1.49
μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
1.49
ἕσπετε νῦν μοι, Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι,
1.49
ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ’ οἴνοπα πόντον,
1.49
ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηὶ μελαίνῃ.
1.49
ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον·
1.49
ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη·
1.49
ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια·
1.49
καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι·
1.49
καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς.
1.49
αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.
1.49
καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε
1.49
ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι.
1.49
ταῦτα μὲν ἐντεῦθεν· ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ
1.49
ἱστία καὶ βίβλους· ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν·
1.49
ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν,
1.49
ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν·
1.49
ἡ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους.
1.49
αὐτὰρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα·
1.49
ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους.
1.49
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι.
1.49
τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα
1.49
Παφλαγόνες παρέχουσι· τὰ γάρ τ᾽ ἀναθήματα
1.49
δαιτός·
1.49
Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν·
1.49
Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.
1.50
ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν
1.50
ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν.
1.50
Σκύριαι δ’ ἐς ἄμελξιν γάλακτος
1.50
αἶγες ἐξοχώταται·
1.50
ὅπλα δ’ ἀπ’ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ᾽ ἀπὸ
1.50
τῆς ἀγλαοκάρπου
1.50
Σικελίας ὄχημα δαιδάλεον ματεύειν.
1.50
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
1.50
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
1.50
εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος.
1.50
. . . . . . . . . . . . . . . .
1.50
Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα.
1.50
εὐναίου δὲ λέχους κάλλος ἔχει
1.50
Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος.
1.50
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη
1.50
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.
1.50
Φοίνικες δ’ εὗρον γράμματα ἀλεξίλογα.
1.50
Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη·
1.50
φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
1.50
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε,
1.50
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
1.50
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
1.50
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν
1.50
καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
1.50
Σαμοθρᾴκιον καὶ καυλὸν ἐκ Καρχηδόνος
1.50
καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων
1.50
ὀρίγανόν τε Τενέδιον.
1.51
Θάσιον ἔγχει . . . .
1.51
ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
1.51
ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται·
1.51
Ἀσκληπιὸς κατέβρεξε . . . .
1.51
οἶνος Λέσβιος,
1.51
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
1.51
Λεσβίου ... πώματος
1.51
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
1.51
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
1.51
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
1.51
καὶ νωγαλίζει.
1.51
ἡδὺς ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
1.51
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε·
1.51
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν
1.51
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
1.51
φιλῶ γε πράμνιον οἶνον Λέσβιον ....
1.51
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
1.51
ἄγαν.
1.51
ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ
1.51
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα.
1.51
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς
1.51
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
1.51
Θάσιον ἢ Χῖον λαβὼν
1.51
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
1.51
οἶνον γάρ με ψίθιον γεύσας
1.51
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
1.51
ὄξει παίει πρὸς τὰ στήθη.
1.52
οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον,
1.52
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
1.52
οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
1.52
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος
1.52
οἰνίσκος οὕτω πότιμος.
1.52
εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε,
1.52
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
1.52
οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει
1.52
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
1.52
τόν τ’ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ·
1.52
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
1.52
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
1.52
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
1.52
μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
1.52
πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
1.52
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ δέ.
1.52
εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,
1.52
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
1.52
οὐ προσέχω τὸν νοῦν αὐτοῖς . . . .
1.52
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
1.52
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις.
1.52
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
1.52
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι·
1.52
ἀλλ’ οὐθὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
1.52
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς.
1.53
κάρυα, ῥοίας, φοίνικας, ἕτερα νώγαλα,
1.53
σταμνάριά τ’ οἴνου μικρὰ τοῦ φοινικίνου.
1.53
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
1.53
νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως
1.53
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει·
1.53
‘οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός· ἆρ’ οἴσει τρία;’
1.53
Μενδαίῳ ... μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
1.53
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
1.53
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
1.53
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
1.53
τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον.
1.53
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι,
1.53
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
1.53
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου·
1.53
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ,
1.53
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ,
1.53
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
1.53
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου·
1.55
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,
1.55
Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
1.56
Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν
1.56
οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ
1.56
καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις
1.56
ἔχεις, τὰ δ’ ἤδη τῶν πολιτῶν οὐκ ἔχεις;
1.56
οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος
1.56
βασανισμός ἐστι.
1.56
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ᾽ οἶνος
1.56
Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος.
1.56
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν
1.56
μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος.
1.56
παρέξω Λέσβιον, Χῖον σαπρόν,
1.56
Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
1.56
νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι (H 467).
1.56
πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
1.56
οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ’ ἄτρυγον οἶνον ἔπινες.
1.58
διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
1.58
Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
1.58
ἦν ἄρ’ ἔπος τόδ’ ἀληθές, ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν,
1.58
ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει. —
1.58
οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
1.60
ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον,
1.60
πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε;
1.60
ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον,
1.60
ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
1.60
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
1.60
ὅτι ὁ Μαρεώτης οἶνος ὁ Ἀλεξανδρεωτικὸς τὴν μὲν
1.62
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς.
1.62
κατανύστασον· παύσῃ γάρ. εἶτά σοι δότω
1.62
ῥάφανόν τις ἑφθήν.
1.62
γύναι,
1.62
ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην
1.62
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
1.62
εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι
1.62
κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
1.62
ἐὰν λούσησθε νῦν
1.62
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
1.62
τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
1.62
ἐπὶ τοῦ μετώπου.
1.62
εἰσαύριον .. ἀντὶ ῥαφάνων ἑψήσομεν
1.62
βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
1.62
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
1.62
οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
1.62
λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα
1.62
λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.

Intertext edge

Open linked passage

Note