Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Athenaeus of Naucratis
Deipnosophistae
Deip 11.66
Choose a text More by Athenaeus of Naucratis
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc3
11.1
Ἄγε δή, τίς ἀρχὴ τῶν λόγων γενήσεται;
11.1
[παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς,
11.1
τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
11.1
παυομένῳ δόρποιο]
11.2
ἀπὸ τράπεζαν εἷλέ νιν ποτήρια.
11.2
νέκυς δὲ χαμαιστρώτου ἐπὶ τείνας
11.2
εὐρείης στιβάδος παρέθηκ’ αὐτοῖσι θάλειαν
11.2
δαῖτα ποτήριά τε, στεφάνους δ’ ἐπὶ κρασὶν ἔθηκεν.
11.2
γαμφηλαῖσι δράκοντα κοάλεμον αἱματοπώτην.
11.2
πολλῷ γ’ ὁ Βάκις διεχρῆτο τῷ ποτηρίῳ.
11.2
ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.
11.2
οἰνοπότης δὲ πεποίημαι.
11.2
πολλὰ δ’ ἀνάριθμα ποτήρια
11.2
καλαιφις.
11.2
ἐκ δὲ ποτήριον
11.2
πώνης Διννομένῃ παρίσδων.
11.3
ὥσπερ κυλικείου τοὐθόνιον προπέπταται.
11.3
ὡσπερεὶ σπονδὴν διδοὺς
11.3
ἐν τῷ κυλικείῳ συντέτριφε τὰ ποτήρια.
11.3
τὰ κυλικεῖα δὲ
11.3
ἐξεῦρεν ἡμῖν.
11.3
Ἑρμῆς ὁ Μαίας λίθινος, ὃν προσεύγμασιν
11.3
ἐν τῷ κυλικείῳ λαμπρὸν ἐκτετριμμένον ...
11.3
πολλοστῷ δ’ ἔτει
11.3
ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκω, συγγενεῖς
11.3
καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις
11.3
εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι
11.3
ἑρκεῖος, ἔστι φρατέριος, τὰ τέλη τελῶ —
11.5
οὐ γᾶν αὐλακισμέναν ἀρῶν, ἀλλ’ ἄσκαφον ματεύων,
11.5
εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην·
11.5
εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλ’ ὡραίαν πόλιν.
11.7
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
11.7
καὶ κύλικες· πλεκτοὺς δ’ ἀμφιτιθεῖ στεφάνους,
11.7
ἄλλος δ’ εὐῶδες μύρον ἐν φιάλῃ παρατείνει·
11.7
κρατὴρ δ’ ἕστηκεν μεστὸς ἐυφροσύνης·
11.7
ἄλλος δ’ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
11.7
μείλιχος ἐν κεράμοις, ἄνθεος ὀσδόμενος·
11.7
ἐν δὲ μέσοις ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
11.7
ψυχρὸν δ’ ἐστὶν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν.
11.7
πάρκεινται δ’ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
11.7
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
11.7
βωμὸς δ’ ἄνθεσιν ἀν τὸ μέσον πάντῃ πεπύκασται,
11.7
μολπὴ δ’ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
11.7
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
11.7
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
11.7
σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
11.7
πρήσσειν (ταῦτα γὰρ ὦν ἐστι προχειρότερον)
11.7
οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
11.7
οἴκαδ’ ἄνευ προπόλου, μὴ πάνυ γηραλέος.
11.7
ἀνδρῶν δ’ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνῃ,
11.7
ὡς οἱ μνημοσύνη, καὶ τὸν ὃς ἀμφ’ ἀρετῆς.
11.7
οὔτι μάχας διέπειν Τιτήνων οὐδὲ Γιγάντων
11.7
οὐδέ τι Κενταύρων, πλάσματα τῶν προτέρων,
11.7
ἢ στάσιας σφεδανάς, τοῖς οὐδὲν χρηστὸν ἔνεστι,
11.7
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
11.8
καὶ ὁ χαρίεις δ’ Ἀνακρέων φησίν (fr. 94 B4)·
11.8
οὐ φιλέω ὃς κρητῆρι παρὰ πλέῳ οἰνοποτάζων
11.8
νείκεα καὶ πόλεμον δακρυόεντα λέγῃ,
11.8
ἀλλ’ ὅστις Μουσέων τε καὶ ἀγλαὰ δῶρ’ Ἀφροδίτης
11.8
συμμίσγων ἐρατῆς μνήσεται εὐφροσύνης.
11.8
χαιρέτω ἡμέτερος βασιλεύς, σωτήρ τε πατήρ τε·
11.8
ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
11.8
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις· ὁ δὲ χρυσὸς
11.8
οἶνον ἔχων χειρῶν νιζέτω εἰς ἔδαφος.
11.8
σπένδοντες δ’ ἁγνῶς Ἡρακλέι τ’ Ἀλκμήνῃ τε,
11.8
Προκλέι Περσείδαις τ᾽, ἐκ Διὸς ἀρχόμενοι,
11.8
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδή,
11.8
ὀρχείσθω τις, ἑκὼν δ’ ἄρχε φιλοφροσύνης.
11.8
ὅντινα δ’ εὐειδὴς μίμνει θήλεια πάρευνος,
11.8
κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
11.9
οἳ τῶν πέλας
11.9
οὐδέν’ ἀδικοῦμεν οὐδέν. ἆρ’ οὐκ οἶσθ᾽ ὅτι
11.9
τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
11.9
μόνον ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης
11.9
μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς
11.9
φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι·
11.9
ἔγνωκα γοῦν οὕτως ἐπισκοπούμενος
11.9
εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
11.9
ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς αἰεὶ
11.9
τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα
11.9
ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
11.9
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ᾽, ὃ δὴ
11.9
ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ
11.9
καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον
11.9
τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ᾽, ἐράνου τινός,
11.9
πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε.
11.9
ἐλθέ, Κύπρι,
11.9
χρυσίαισιν ἐν κυλίκεσσιν ἁβρῶς
11.9
συμμεμιγμένον θαλίαισι νέκταρ
11.9
οἰνοχοοῦσα
11.10
τίνα δὴ παρεσκευασμένοι
11.10
πίνειν τρόπον ἐστὲ νυνί, λέγεθ᾽. Β. ὅντινα τρόπον
11.10
ἡμεῖς; τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ.
11.10
Α. βούλεσθε δήπου τὸν ἐπιδέξι᾽, ὦ πάτερ,
11.10
λέγειν ἐπὶ τῷ πίνοντι. Β. τὸν ἐπιδέξια
11.10
λέγειν; Ἄπολλον, ὡσπερεὶ τεθνηκότι.
11.11
χερσὶν ὄλβον ἔχω κύλικος τρύφος ἀμφὶς ἐαγός,
11.11
ἀνδρῶν δαιτυμόνων ναυάγιον, οἷά τε πολλὰ
11.11
πνεῦμα Διωνύσοιο πρὸς Ὕβριος ἔκβαλεν ἀκτάς.
11.13
Βακχίου φιλανθέμου
11.13
Αἴθοπα πεπαίνοντ’ ὀρχάτους ὀπωρινούς·
11.13
ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
11.13
μελιηδέα οἶνον ἐρυθρόν,
11.13
ἓν δέπας ἐμπλήσας, ὕδατος δ’ ἀνὰ εἴκοσι μέτρα
11.13
χεῦ᾽· ὀδμὴ δ’ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
11.13
ἔγχευε δ’ ἓν μὲν δέπας κίσσινον μελαίνας
11.13
σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον·
11.13
εἴκοσιν δὲ μέτρ’ ἐνέχευ᾽, ἀναμίσγων
11.13
αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.
11.14
ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον
11.14
τῶν προτέρων πάντων πλείονα πασάμενος.
11.14
αὐτὰρ ὁ διογενὴς ἥρως ξανθὸς Πολυνείκης
11.14
πρῶτα μὲν Οἰδιπόδῃ καλὴν παρέθηκε τράπεζαν
11.14
ἀργυρέην Κάδμοιο θεόφρονος· αὐτὰρ ἔπειτα
11.14
χρύσεον ἔμπλησεν καλὸν δέπας ἡδέος οἴνου.
11.14
αὐτὰρ ὅ γ’ ὡς φράσθη παρακείμενα πατρὸς ἑοῖο
11.14
τιμήεντα γέρα, μέγα οἳ κακὸν ἔμπεσε θυμῷ,
11.14
αἶψα δὲ παισὶν ἑοῖσι μετ’ ἀμφοτέροισιν ἐπαρὰς
11.14
ἀργαλέας ἠρᾶτο (θεῶν δ’ οὐ λάνθαν’ Ἐρινύν),
11.14
ὡς οὔ οἱ πατρώι’ ἐνηέι ἐν φιλότητι
11.14
δάσσαιντ᾽, ἀμφοτέροισι δ’ αἰεὶ πόλεμοί τε μάχαι τε ...
11.15
Καικίλιος δὲ ὁ ῥήτωρ ὁ ἀπὸ Καλῆς ἀκτῆς ἐν τῷ
11.15
πολὺν δ’ ἀγῶνα παγξενεὶ κηρύσσεται,
11.15
χαλκηλάτους λέβητας ἐκτιθεὶς φέρειν
11.15
καὶ κοῖλα χρυσόκολλα καὶ πανάργυρα
11.15
ἐκπώματ᾽, εἰς ἀριθμὸν ἑξήκοντα δίς.
11.16
ἃ δ’ ὑποδεξαμένα θαήσατο χρύσεον αἶψα
11.17
ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς
11.17
ἀφρῷ σκιὰ καὶ χρυσοκόλλητον δέπας
11.17
μεστὸν κύκλῳ χορεῦον ἕλκουσι γνάθοις
11.17
ὁλκῆς ἀπαύστοις, παντελῶς ἐστραμμένον
11.17
τἄνω κάτω δεικνύντες.
11.17
ὦ χαῖρε χρυσόκλυστα καὶ χρυσοῦς ἐμῶν.
11.17
τὰ ποτήρι’ ἂν ἴδῃς τὰ παρεσκευασμένα·
11.17
ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν Οὐρανόν,
11.17
ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.
11.17
κρατῆρες ἀργυροῖ, κάδοι καὶ μείζους ἐμοῦ ...
11.17
ὅτι Παρμενίων συγκεφαλαιούμενος ἐν ταῖς πρὸς
11.18
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
11.18
ἐγχέας, ἀλλ’ ὕδωρ καὶ καθύπερθε μέθυ.
11.18
φέρ’ ὕδωρ, φέρ’ οἶνον, ὦ παῖ,
11.18
φέρε δ᾽ ἀνθεμεῦντας ἡμῖν
11.18
στεφάνους ἔνεικον, ὡς δὴ
11.18
πρὸς Ἔρωτα πυκταλίζω.
11.18
κρήνης τ’ ἀενάου καὶ ἀπορρύτου, ἥτ’ ἀθόλωτος,
11.18
τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.
11.19
γραμμαὶ Παρρασίοιο, τέχνα Μυός. ἐμμὶ δὲ ἔργον
11.19
Ἰλίου αἰπεινᾶς, ἃν ἕλον Αἰακίδαι.
11.21
ὁρᾷς δ᾽, ὅταν πίνωσιν ἄνθρωποι, τότε
11.21
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
11.21
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους (Arist. Eq. 92).
11.21
ἁνίκ’ ἀνθρώπων καματώδεες οἴχονται μέριμναι
11.21
στηθέων ἔξω, πελάγει δ’ ἐν πολυχρύσοιο πλούτου
11.21
πάντες ἴσᾳ νέομεν ψευδῆ πρὸς ἀκτάν·
11.21
ὃς μὲν ἀχρήμων, ἀφνεὸς τότε, τοὶ δ’ αὖ πλουτέοντες ...
11.21
ἀέξονται φρένας ἀμπελίνοις τόξοις δαμέντες.
11.22
πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ.
11.22
ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χοᾶς
11.22
πίνουσ’ ἀπ’ ἀγκύλης, ἐπονομάζουσ’ ἅμα
11.22
ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
11.22
εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖς νεανίαις,
11.22
λευκὸν ἀντείνουσα πῆχυν.
11.23
ὅτι παρὰ Τιμαχίδᾳ ΑΙΑΚΙΣ ἡ κύλιξ καλεῖται.
11.23
ΑΚΑΤΟΣ ποτήριον ἐοικὸς πλοίῳ. Ἐπικράτης (II 286 K)·
11.23
κατάβαλλε τἀκάτια, τὰ κυμβία
11.23
αἴρου τὰ μείζω, κεὐθὺ τοῦ καρχησίου
11.23
ἄνελκε τὴν γραῦν, τὴν νέαν δ’ ἐπουρίσας
11.23
πλήρωσον, εὐτρεπῆ τε τὸν κοντὸν ποοῦ
11.23
καὶ τοὺς κάλως ἔκλυε καὶ χάλα πόδα.
11.23
ΑΩΤΟΝ παρὰ Κυπρίοις τὸ ἔκπωμα, ὡς Πάμφιλος.
11.24
ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε
11.24
χρύσεον ἄμφωτον.
11.25
λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ
11.25
ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος·
11.25
ἔπειτ’ ἄκρατον κοὐ τεταργανωμένον
11.25
ἔπινε κἀξημύστισεν.
11.25
αὔλει μοι μέλος·
11.25
σὺ δ’ ᾆδε πρὸς τήνδ᾽, ἐκπίομαι δ’ ἐγὼ τέως.
11.25
αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
11.25
Β. οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον,
11.25
ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
11.26
ΑΝΑΦΑΙΑ ἡ θερμοποτὶς παρὰ Κρησίν.
11.26
ΑΡΥΒΑΛΛΟΣ ποτήριον κάτωθεν εὐρύτερον, ἄνω δὲ
11.26
κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
11.26
ἀμβροσίαν.
11.26
κακῶς σὺ πρὸς θεῶν ὀλουμένη,
11.26
ἣ τὰς ἀρύστεις ὧδ’ ἔχουσ’ ἐκώμασας.
11.26
καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν.
11.28
βαυκαλὶς ἡ τετράκυκλος.
11.28
νᾶμα μελισσῶν ἡδὺ μὲν ὄρθρου
11.28
καταβαυκαλίσαι τοῖς ὑπὸ πολλῆς
11.28
κραιπαλοβόσκου δίψης κατόχοις.
11.30
τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι
11.30
πρώτιστον. ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ,
11.30
παλαιόν, ὦτα συντεθλασμένον σφόδρα,
11.30
ἔχον κύκλῳ τε γράμματ᾽. Β. ἆρά γ’ ἕνδεκα
11.30
χρυσᾶ ‘Διὸς σωτῆρος’; Α. οὐκ ἄλλου μὲν οὖν.
11.30
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ πάλαι
11.30
τὸ γράμμα φαίνων, δέλτ᾽, ἰῶτα καὶ τρίτον
11.30
οὖ, νῦ τό τ’ ὖ πάρεστι, κοὐκ ἀπουσίαν
11.30
ἐκ τοὐπέκεινα σὰν τό τ’ οὖ κηρύσσετον.
11.30
οὔτ’ αὐτὸς οὔθ’ ὁ ζύγιος οὔθ’ ὁ σαμφόρας.
11.30
πρὶν μὲν ἧρπε σχοινοτένειά τ’ ἀοιδὰ
11.30
καὶ τὸ σὰν κίβδηλον ἀπὸ στομάτων.
11.30
μισῶ κάκιστον γραμματικὸν ἔκπωμ’ ἀεί.
11.30
ἀτὰρ ὡς ὅμοιον οὑμὸς υἱὸς ᾤχετο
11.30
ἔχων φιάλιον τῷδε. Β. πολλὰ γίνεται
11.30
ὅμοια.
11.32
ὅσα δ’ ἐστὶν εἴδη θηρικλείων τῶν καλῶν,
11.32
γύναι δικότυλοι, τρικότυλοι, δεῖνος μέγας
11.32
χωρῶν μετρητήν, κυμβίον, σκύφοι, ῥυτά·
11.32
Β. ποτήρι’ ἡ γραῦς, ἄλλο δ’ οὐδὲ ἓν βλέπει.
11.32
οἶσθ’ ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;
11.32
ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.
11.32
Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα
11.32
γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι
11.32
δεῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ.
11.32
Β. δεῖνον καὶ δεινόν, ὦ θεοί.
11.32
οὑτοσὶ δεῖνος τι δεινος καὶ καλαθίσκος οὑτοσί.
11.33
πάντα μάλ’ ὅσσ’ Ἄδρηστος ἐποιχομένους ἐκέλευσε
11.33
ῥεξέμεν· ἐν μὲν ὕδωρ, ἐν δ’ ἀσκηθὲς μέλι χεῦαν
11.33
ἀργυρέῳ κρητῆρι, περιφραδέως κερόωντες·
11.33
νώμησαν δὲ δέπαστρα θοῶς βασιλεῦσιν Ἀχαιῶν
11.33
ἐνσχερὼ ἑστηῶσι, καὶ ἐς λοιβὴν χέον εἶθαρ
11.33
χρυσείῃ προχόῳ.
11.33
ἄλλοι δὲ κρητῆρα πανάργυρον ἠδὲ δέπαστρα
11.33
οἰσόντων χρύσεια, τά τ’ ἐν μεγάροισιν ἐμοῖσι
11.33
κείαται.
11.33
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
11.33
ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.
11.34
οἴσῃ δὲ δῶρον ἄξιον δραμήματος
11.34
ἔκπωμα δακτυλωτόν, ἄχραντον πυρί,
11.34
Πελίου μὲν ἆθλον, Κάστορος δ’ ἔργον ποδῶν.
11.34
πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκεν.
11.35
εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων
11.35
ὁ παῖς. Β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν
11.35
δίκρουνον ἡλίκον τι τρεῖς χωρεῖν χοᾶς,
11.35
Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε
11.35
ἐν Κυψέλοις Ἀδαῖος.
11.36
τούτῳ προέπιεν ὁ βασιλεὺς κώμην τινά.
11.36
Β. καινόν τι τοῦτο γέγονε νῦν ποτήριον;
11.36
Α. κώμη μὲν οὖν τίς ἐστι περὶ τὴν Θουρίαν.
11.36
Β. εἰς τὰς Ῥοδιακὰς ὅλος ἀπηνέχθην ἐγὼ
11.36
καὶ τοὺς ἐφήβους, Σωσία, τοὺς δυσχερεῖς.
11.37
ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
11.37
ἡδυποτίδας τρεῖς, ἡθμὸν ἀργυροῦν.
11.37
παρ’ Ἀρχεφῶντος ἡδυποτίδας δώδεκα.
11.38
ἆμος δ’ Ὑπεριονίδας δέπας ἐσκατέβαινε
11.38
χρύσεον, ὄφρα δι’ Ὠκεανοῖο περάσας
11.38
ἀφίκοιθ’ ἱερᾶς ποτὶ βένθεα νυκτὸς ἐρεμνᾶς
11.38
ποτὶ ματέρα κουριδίαν τ’ ἄλοχον πάιδάς τε φίλους,
11.38
ὃ δ’ ἐς ἄλσος ἔβα δάφναισι κατάσκιον ποσὶν πάις Διός.
11.38
τότε δὴ χρυσέῳ ἐν δέπαι
11.38
Ἠέλιον πόμπευεν ἀγακλυμένη Ἐρύθεια.
11.38
ἔνθ’ ἐπὶ δυσμαῖς
11.38
ισου πατρὸς Ἡφαιστοτευχὲς
11.38
δέπας, ἐν τῷ διαβάλλει
11.38
πολὺν οἰδματόεντα πόντου
11.38
φέρει δρόμου πόρον οὐθεις,
11.38
μελανίππου προφυγὼν
11.38
ἱερᾶς νυκτὸς ἀμολγόν.
11.39
Ἠέλιος μὲν γὰρ ἔλαχεν πόνον ἤματα πάντα,
11.39
οὐδέ ποτ’ ἄμπαυσις γίνεται οὐδεμία
11.39
ἵπποισίν τε καὶ αὐτῷ, ἐπὴν ῥοδοδάκτυλος Ἠὼς
11.39
ὠκεανὸν προλιποῦσ’ οὐρανὸν εἰσαναβῇ·
11.39
τὸν μὲν γὰρ διὰ κῦμα φέρει πολυήρατος εὐνή,
11.39
ποικίλη Ἡφαίστου χερσὶν ἐληλαμένη
11.39
χρυσοῦ τιμήεντος, ὑπόπτερος, ἄκρον ἐφ’ ὕδωρ
11.39
εὕδονθ’ ἁρπαλέως χώρου ἀφ’ Ἑσπερίδων
11.39
γαῖαν ἐς Αἰθιόπων, ἵνα δὴ θοὸν ἅρμα καὶ ἵπποι
11.39
ἑστᾶσ᾽, ὄφρ’ Ἠὼς ἠριγένεια μόλῃ.
11.39
ἔνθ’ ἐπέβη ἑτέρων ὀχέων Ὑπερίονος υἱός.
11.41
γενόμενος δ’ ἔννους μόλις
11.41
ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς
11.41
ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν
11.41
αἰεί ποτ’ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος
11.41
ἅνθρωπός ἐστιν.
11.41
ΣΠΙ. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον,
11.41
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
11.41
ἆρ’ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς,
11.41
οὐδέν ποτ’ ἄλλο. δεῦρο δή, γεμίσω σ’ ἐγώ.
11.41
γραῦ Θεολύτη, γραῦ. ΘΕΟΛ. τί με καλεῖς σύ, φίλτατε;
11.41
ΣΠΙ. ἵν’ ἀσπάσωμαι· δεῦρο παρ’ ἐμέ, Θεολύτη,
11.41
παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς.
11.41
ΘΕΟΛ. Σπινθὴρ τάλας, πειρᾷς με. ΣΠΙ. ναί, τοιοῦτό τι·
11.41
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι.
11.41
δέξαι· πιοῦσα δ’ ὁπόσον ἄν σοι θυμὸς ᾖ,
11.41
παράδος τὸ περιόν.
11.42
ὡς δ’ ἐδείπνησαν (συνάψαι βούλομαι γὰρ τἀν μέσῳ)
11.42
καὶ Διὸς σωτῆρος ἦλθε Θηρίκλειον ὄργανον,
11.42
τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνογόνου σταγόνος
11.42
πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν.
11.42
διένιψα δ’ οὐδὲν σκεῦος οὐδεπώποτε·
11.42
καθαρώτερον γὰρ τὸν κέραμον εἰργαζόμην
11.42
ἢ Θηρικλῆς τὰς κύλικας, ἡνίκ’ ἦν νέος.
11.42
ἄρτι μὲν μάλ’ ἀνδρικὴν
11.42
τῶν θηρικλείων ὑπεραφρίζουσαν παρα,
11.42
κωθωνόχειλον, ψηφοπεριβομβήτριαν,
11.42
μέλαιναν, εὐκύκλωτον, ὀξυπύνδακα,
11.42
στίλβουσαν, ἀνταυγοῦσαν, ἐκνενιμμένην,
11.42
κισσῷ κάρα βρύουσαν, ἐπικαλούμενοι
11.42
εἷλκον Διὸς σωτῆρος.
11.42
ὦ γαῖα κεραμί, τίς σε Θηρικλῆς ποτε
11.42
ἔτευξε κοίλης λαγόνος εὐρύνας βάθος;
11.42
ἦ που κατειδὼς τὴν γυναικείαν φύσιν,
11.42
ὡς οὐχὶ μικροῖς ἥδεται ποτηρίοις;
11.42
καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
11.42
ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα.
11.42
μεστὴν ἀκράτου θηρίκλειον ἔσπασε
11.42
κοίλην ὑπερθύουσαν ...
11.43
φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ
11.43
ἕστηκε λευκοῦ νέκταρος παλαιγενοῦς
11.43
πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενὸν
11.43
τρίψας, ποήσας λαμπρόν, ἀσφαλῆ βάσιν
11.43
στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
11.43
ἔστεψα.
11.43
μέσως μεθύων τὴν θηρίκλειον ἔσπασε.
11.43
προπίνων θηρίκλειον τρικότυλον.
11.43
τῆς θηρικλείου τῆς μεγάλης χρεία ἐστί μοι.
11.43
ΑΙΣΧ. εὖ οἶδα. Α. καὶ τῶν Ῥοδιακῶν. ἥδιστα γὰρ
11.43
ἐκ τῶν τοιούτων, Αἰσχρέα, ποτηρίων
11.43
εἴωθα πίνειν.
11.44
ἐφεξῆς στρώματ᾽, ἀργυρώματα,
11.44
θηρίκλειοι καὶ τορευτὰ πολυτελῆ ποτήρια
11.44
ἕτερα.
11.44
τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης
11.44
δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα,
11.44
ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην,
11.44
προσφέρων ἔδωκεν· οἶμαι, χρηστότητος οὕνεκα.
11.44
εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.
11.44
τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
11.44
τῶν θηρικλείων, πῶς δοκεῖς, κεραννύει
11.44
καλῶς, ἀφρῷ ζέουσαν. οὐδ’ ἂν Αὐτοκλῆς
11.44
οὕτως μὰ τὴν Γῆν εὐρύθμως τῇ δεξιᾷ
11.44
ἄρας ἐνώμα.
11.44
καὶ κύλικα .... θηρίκλειον εἰσφέρει
11.44
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ’ Ἀγαθῆς Τύχης.
11.45
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
11.45
οἴνου δ’ ἐξέπιον κάδον.
11.45
κρατῆρες, κάδοι,
11.45
ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί·
11.45
λουτήρι᾽— ἀλλὰ τί καθ’ ἕκαστον δεῖ λέγειν;
11.45
ὄψει γὰρ αὐτός. Β. βασιλέως υἱὸν λέγεις
11.45
Καρῶν ἀφῖχθαι δηλαδὴ Πιξώδαρον.
11.45
πίνωμεν· καὶ γάρ τι νέον, καὶ γάρ τι παρ’ οἶνον
11.45
εὕροιμ’ ἂν λεπτὸν καί τι μελιχρὸν ἔπος.
11.45
ἀλλὰ κάδοις Χίου με κατάβρεχε καὶ λέγε ‘παῖζε,
11.45
Ἡδύλε’. μισῶ ζῆν ἐς κενόν, οὐ μεθύων.
11.45
ἐξ ἠοῦς εἰς νύκτα καὶ ἐκ νυκτὸς πάλι Σωκλῆς
11.45
εἰς ἠοῦν πίνει τετραχόοισι κάδοις,
11.45
εἶτ’ ἐξαίφνης που τυχὸν οἴχεται. ἀλλὰ παρ’ οἶνον
11.45
Σικελίδου παίζει πουλὺ μελιχρότερον,
11.45
ἐστὶ δὲ δή, πολὺ δὴ στιβαρώτερος. ὡς δ᾽ ἐπιλάμπει
11.45
ἡ χάρις, ὥστε φίλει καὶ γράφε καὶ μέθυε.
11.46
Ἑρμῆς, ὃν ἕλκουσ’ οἳ μὲν ἐκ προχοιδίου,
11.46
οἳ δ’ ἐκ καδίσκου σ᾽ ἴσον ἴσῳ κεκραμένον.
11.47
ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους.
11.47
εἶθ’ ὁρῶ τὸν Ἑρμαίσκον τῶν ἁδρῶν τούτων τινὰ
11.47
κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον
11.47
στρωματέα τε καὶ γύλιον αὐτοῦ.
11.47
ἐγὼ δὲ (καὶ γὰρ ἔτυχεν ὂν καταντικρὺ
11.47
τῆς οἰκίας καινὸν καπηλεῖον μέγα)
11.47
ἐνταῦθ’ ἐπετήρουν τὴν τροφὸν τῆς παρθένου,
11.47
κεράσαι κελεύσας τὸν κάπηλόν μοι χόα
11.47
ὀβολοῦ παραθεῖναί θ’ ὡς μέγιστον κάνθαρον.
11.47
ὁ δὲ κάνθαρος πάλαι δὴ καινὸς ὡς ξηραίνεται.
11.47
ἅμα δὲ λαβοῦσ’ ἠφάνικε πηλίκον τινὰ
11.47
οἴεσθε μέγεθος ἀρεσιαν μέγαν πάνυ,
11.47
καὶ ξηρὸν ἐπόησ’ εὐθέως τὸν κάνθαρον.
11.47
σὺ δὲ μηκέτ’ ἔγχει, παιδάριον, εἰς ἀργυροῦν,
11.47
εἰς τὸ βαθὺ δ’ ἐπανάγωμεν· εἰς τὸν κάνθαρον,
11.47
παιδάριον, ἔγχει, νὴ Δί’ εἰς τὸν κάνθαρον.
11.47
ἀλλ’ οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους,
11.47
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
11.47
καὶ γλαφυρὰ πάντες .... ὡσπερεὶ
11.47
αὐτὰ τὰ ποτήρι᾽, οὐ τὸν οἶνον πιόμενοι.
11.48
Σωσικράτης Φιλαδέλφοις (III 391 K)·
11.48
λεπτὴ δὲ κυρτοῖς ἐγγελῶσα κύμασιν
11.48
αὔρα, κόρη Σκείρωνος, ἡσύχῳ ποδὶ
11.48
προσῆγε πρᾴως καὶ καλῶς τὸν κάνθαρον.
11.48
εἶτα κεραμεύων ἂν οἴκοι σωφρόνως Χαιρέστρατος
11.48
ἑκατὸν ἂν τῆς ἡμέρας ἔκλαιεν οἴνου κανθάρους.
11.48
ἡ ναῦς δὲ πότερον εἰκόσορός ἐστ’ ἢ κύκνος
11.48
ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ’ ἔτι,
11.48
αὐτὸς περανῶ τὰ πάντ᾽. Β. ἀμέλει κυκνοκάνθαρος·
11.48
ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος
11.48
ἥκει λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος (Eur. Tro. 1)
11.48
Θεόφιλος ἡμῖν, ὦ Στράτων. ὡς ἐς καλὸν
11.48
τὸν υἱὸν εὐτυχοῦντα καὶ σεσωσμένον
11.48
πρῶτος λέγω σοι τόν τε χρυσοῦν κάνθαρον.
11.48
ΣΤΡ. ποῖον; τὸ πλοῖον; Α. οὐδὲν οἶσθας, ἄθλιε.
11.48
ΣΤΡ. τὴν ναῦν σεσῶσθαί μοι λέγεις; Α. ἔγωγε μὴν
11.48
κείνην ναῦν Καλλικλῆς ἐποίησε
11.48
τὸν καλούμενον, Εὐφράνωρ δ᾽ ἐκυβέρνα Θούριος.
11.48
Πηλεύς· ὁ Πηλεὺς δ’ ἐστὶν ὄνομα κεραμέως (Eur. Iph. A. 701),
11.48
ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,
11.48
ἀλλ’ οὐ τυράννου, νὴ Δί᾽.
11.49
κῆνοι δ’ ἄρα πάντες
11.49
καρχησία τ᾽ ἦχον
11.49
κἄλειβον· ἀράσαντο δὲ πάμπαν ἐσλὰ
11.49
τῷ γαμβρῷ.
11.49
στολὴν δὲ δὴ τίν’ εἶχεν; τοῦτό μοι φράσον.
11.49
Β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον.
11.49
προσπτῆναι μέσην
11.49
τράπεζαν ἀμφὶ σῖτα καὶ καρχήσια,
11.49
ΚΑΛΠΙΟΝ. ποτηρίου τι γένος Ἐρυθραίου, ὥς φησι
11.50
ἄγε δή, φέρ’ ἡμίν, ὦ παῖ,
11.50
κελέβην, ὅκως ἄμυστιν
11.50
προπίω, τὰ μὲν δέκ’ ἐγχέας
11.50
ὕδατος, τὰ πέντε δ’ οἴνου
11.50
κυάθους.
11.50
κήρυκας ἀθανάτοισι φέρειν μέλανος οἴνοιο
11.50
ἀσκὸν ἐνίπλειον κελέβειόν θ᾽ ὅττι φέριστον
11.50
οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
11.50
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
11.50
ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον ἦεν.
11.50
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
11.50
ἔμπλειον μέλιτος, τό ῥά οἱ προφερέστερον εἴη.
11.50
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ·
11.50
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
11.50
ᾠνοχόει δ’ ἀμφίπολος μελιχρὸν
11.50
οἶνον τρικύαθον κελέβην ἔχουσα.
11.51
ἀνδροδάμαντα δ’ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιηδέος
11.51
οἴνου,
11.51
ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν
11.51
ὤθεον, αὐτόματοι δ’ ἐξ ἀργυρέων κεράτων πίνοντες
11.51
ἐπλάζοντο.
11.51
ἀργυρηλάτοις
11.51
κέρασι χρυσᾶ στόμια προσβεβλημένοις.
11.51
καὶ πλῆρες ἐκπιόντι χρύσεον κέρας
11.51
τρίψει γέμοντα μαλθακῆς ὑπ’ ὠλένης.
11.51
οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
11.51
ἐκ δὲ τοῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον.
11.51
πίνετο νεκτάρεον πῶμ’ ἐν χρυσέαις προτομαῖς
11.51
ταύρων κεραστῶν,
11.51
ἔβρεχον δὲ κατὰ μικρόν.
11.53
ΚΙΣΣΥΒΙΟΝ τὸ μόνωτον ποτήριον Φιλήμων.
11.53
πᾶς δὲ ποιμένων ἔρρει λεώς,
11.53
ὃ μὲν γάλακτος κίσσινον φέρων σκύφος
11.53
πόνων ἀναψυκτῆρ᾽, ὃ δ’ ἀμπέλων γάνος.
11.53
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.
11.53
καὶ γὰρ ὃ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν
11.53
ζωροποτεῖν, ὀλίγῳ δ’ ἥδετο κισσυβίῳ.
11.53
τῷ μὲν ἐγὼ τόδ’ ἔλεξα περιστείχοντος ἀλείσου
11.53
τὸ τρίτον.
11.53
οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται.
11.55
κοτύλας χωροῦν δέκα
11.55
ἐν Καππαδοκίᾳ κόνδυ χρυσοῦν, Στρουθία.
11.55
προσέχεις τι τούτῳ τῷ στρατιώτῃ τοῦ δε δειου
11.55
ἀργύριον οὗτος οὐδαμόθεν, εὖ οἶδ’ ἐγώ,
11.55
ἀλλ’ ἢ δαπίδιον ἓν ἀγαπητὸν ποικίλον,
11.55
Πέρσας ἔχον καὶ γρῦπας ἐξώλεις τινὰς
11.55
τῶν Περσικῶν — Β. εἰς κόρακας, ὦ μαστιγία.
11.55
Α. καὶ κόνδυ καὶ ψυκτῆρα καὶ κυμβίον.
11.55
αὐτὰρ ὅ γε σπείσας ἐκ κόνδυος ἀργυφέοιο
11.55
νέκταρ ἐπ’ ἀλλοδαπὴν οἶμον ἔβαινε πόδα.’
11.56
τόν τε κότυλον πρῶτον ἤνεγκ’ ἐνέχυρον τῶν γειτόνων.
11.56
ὁ δ’ ἱερεὺς Εὐήγορος
11.56
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
11.56
οἶνον ἐξέσπενδε κοτύλῳ.
11.57
ΚΟΤΥΛΗ. Ἀριστοφάνης Κωκάλῳ (I 484 K)·
11.57
ἄλλαι ὑποπρεσβύτεραι γρᾶες Θασίου μέλανος μεστὸν
11.57
κεραμευομέναις κοτύλαις μεγάλαις ἔγχεον ἐς σφέτερον δέμας οὐδένα κόσμον,
11.57
ἔρωτι βιαζόμεναι μέλανος οἴνου ἀκράτου.
11.57
πάντῃ δ’ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα (Il. 21.34).
11.57
πολλὰ μεταξὺ πέλει κοτύλης καὶ χείλεος ἄκρου.
11.57
ὃ δ’ ἀλφίτων .. πριάμενος τρεῖς χοίνικας
11.57
κοτύλης δεούσας εἴκοσ’ ἀπολογίζεται.
11.57
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
11.57
τὴν κοτυλίσκην μηδαμῶς.
11.57
κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουμένον.
11.57
ὃ δὲ χαλκοδέτοις κοτύλαις ὀτοβεῖ.
11.57
μηδὲ στέψω κοτυλίσκον.
11.59
ΚΡΟΥΝΕΙΑ. Ἐπιγένης Μνηματίῳ (II 418 K)·
11.59
κρατῆρες, κάδοι,
11.59
ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί.
11.60
ΚΥΛΙΞ. Φερεκράτης Δουλοδιδασκάλῳ (I 156 K)·
11.60
νυνὶ δ’ ἀπόνιζε τὴν κύλικα δώσων πιεῖν,
11.60
ἔγχει τ’ ἐπιθεὶς τὸν ἡθμόν.
11.60
ὦ Θρασύβουλ᾽, ἐρατᾶν ὄχημ’ ἀοιδᾶν
11.60
τοῦτό τοι πέμπω μεταδόρπιον. ἐν ξυνῷ κεν εἴη
11.60
συμπόταισίν τε γλυκερὸν
11.60
καὶ Διωνύσοιο καρπῷ καὶ κυλίκεσσιν Ἀθηναίαισι
11.60
κέντρον ...
11.60
αὐτὴ δὲ φοξίχειλος Ἀργείη κύλιξ,
11.60
φοξὸς ἔην κεφαλήν.
11.61
Χία δὲ κύλιξ ὑψοῦ κρέμαται
11.61
περὶ πασσαλόφιν.
11.61
ἀλλ’ ὡς τάχιστα μέλανα δεῦρ’ ἀμνὸν φέρειν
11.61
κοινόν τε χρὴ κρατῆρα καὶ κυλιχνίδας.
11.61
πίνωμεν· τί τὰ λύχν’ ὀμμένομεν; δάκτυλος ἁμέρα.
11.61
κὰδ δ’ ἄειρε κυλίχναις μεγάλαις, αιταποικιλλις.
11.61
οἶνον γὰρ Σεμέλας καὶ Διὸς υἱὸς λαθικαδέα
11.61
ἀνθρώποισιν ἔδωκ᾽. ἔγχεε κέρναις ἕνα καὶ δύο
11.61
πλέαις κὰκ κεφαλᾶς.
11.61
λάταγες ποτέονται κυλιχνᾶν ἀπὸ Τηιᾶν,
11.62
Φερεκράτης Κοριαννοῖ (I 164 K)·
11.62
ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
11.62
ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν.
11.62
Α. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.
11.62
Β. εἰ λάβω κυρισοι τὴν κυλίσκην; Α. μηδαμῶς
11.62
μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
11.62
ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
11.62
εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
11.62
εἶτ’ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
11.62
πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ’ αὐτὸ τοὔδαφος μόνον,
11.62
κοὐχὶ χωροῦντ’ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·
11.62
σφίσι δέ γ᾽ αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
11.62
οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας, γαστροιίδας,
11.62
οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
11.62
αὔθ’ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.
11.62
εἶθ’ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ’ ἐκπιεῖν,
11.62
λοιδοροῦνται κὠμνύουσι μὴ ᾽κπιεῖν ἀλλ’ ἢ μίαν.
11.62
ἣ δὲ κρείττων ἡ μί’ ἐστὶ χιλίων ποτηρίων.
11.63
ἐπεὶ δ’ ἡ Ῥόδη
11.63
κυμβίον ἀκράτου κατασέσειχ’ ὑμᾶς ἄνω.
11.63
μεγάλ’ ἴσως ποτήρια
11.63
προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία
11.63
ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.
11.63
τά τε κυμβία
11.63
ἆρ᾽ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων;
11.63
Β. νὴ τὸν Δί᾽, ἦν γάρ. Α. ὦ τάλαιν’ ἐγὼ κακῶν.
11.64
οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,
11.64
οὐ κυμβίοισι πεπολέμηκ’ Εὐριπίδης,
11.64
δὸς δὴ τὸν χόα
11.64
αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων·
11.64
Εὐριπίδης τις σήμερον γενήσεται.
11.64
Διονυσίου δὲ δράματ’ ἐκμαθεῖν δέοι
11.64
καὶ Δημοφῶντος, ἅττ’ ἐποίησεν εἰς Κότυν,
11.64
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
11.64
Λάχητί τ’ οἰκήσαιμι τὴν ἑξῆς θύραν,
11.64
κυμβία τε παρέχοιμ’ ἑστιῶν Εὐριπίδῃ.
11.64
ἵπποισιν ἢ κύμβαισι ναυστολεῖς χθόνα;
11.65
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
11.65
δειδέχατ’ ἄλλοθεν ἄλλος ἀνασταδόν (Il. 9.670) —
11.65
ἦτοι ὃ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν
11.65
χρύσεον ἄμφωτον.
11.65
πᾶσιν δ’ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες
11.65
χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο.
11.66
ἀλλ’ ἄγε σὺν κώθωνι θοῆς διὰ σέλματα νηὸς
11.66
φοίτα καὶ κοίλων πώματ’ ἄφελκε κάδων,
11.66
ἄγρει δ’ οἶνον ἐρυθρὸν ἀπὸ τρυγός· οὐδὲ γὰρ ἡμεῖς
11.66
νήφειν ἐν φυλακῇ τῇδε δυνησόμεθα,
11.66
εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς
11.66
πριάμενοι κώθωνας, οἳ δὲ σκόροδα καὶ κρόμμυα.
11.66
πιεῖν πιεῖν τις ἐγχείτω λαβὼν
11.66
πυριγενῆ κυκλοτερῆ βραχύωτον παχύστομον
11.66
κώθωνα παῖδα φάρυγος.
11.66
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
11.66
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
11.66
εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
11.66
παλαιὸν οἴκων κτῆμα (Eur. Med. 48).
11.68
εὐποροῦμεν, οὐδὲ μετρίως· ἐκ Κυίνδων χρυσίον,
11.68
Περσικαὶ στολαὶ δ’ ἐκεῖναι πορφυρᾶ τε στρώματα
11.68
ἔνδον ἔστ᾽, ἄνδρες, ποτηρίδια τορεύματα
11.68
κἀκτυπωμάτων πρόσωπα, τραγέλαφοι, λαβρώνια.
11.68
ἤδη δ’ ἐπιχύσεις διάλιθοι, λαβρώνιοι,
11.68
Πέρσαι δ’ ἔχοντες μυιοσόβας ἑστήκεσαν.
11.68
ὁ λαβρώνιος δ’ ἔσθ’ οὗτος ὄρνις; Β. Ἡράκλεις,
11.68
ποτήριον χρυσοῦς διακοσίους ἄγον.
11.68
Α. ὢ περιβοήτου, φιλτάτη, λαβρωνίου.
11.68
πρίστις, τραγέλαφος, βατιάκη, λαβρώνιος.
11.68
ἀνδραποδιον δὴ ταῦθ᾽, ὁρᾷς, ἥκιστά γε,
11.68
ἐκπωμάτων δ’ ὀνόματα. Β. πρὸς τῆς Ἑστίας.
11.68
Α. ὁ λαβρώνιος χρυσῶν δέ, παῖδες, εἴκοσι.
11.69
Συβαρίτιδάς τ’ εὐωχίας, καὶ Χῖον ἐκ Λακαινᾶν
11.69
κυλίκων μέθυ ἡδέως καὶ φίλως.
11.70
τί δῆτ’ ἂν εἰ πίοις οἴνου κύλικα λεπαστήν;
11.70
τὸ δ’ αἷμα λέλαφας τοὐμόν, ὦναξ δέσποτα,
11.70
ἦν δὲ
11.70
τὸ πρᾶγμ’ ἑορτή. περιέφερεν δ’ ἐν κύκλῳ λεπαστὴν
11.70
ἡμῖν ταχὺ προσφέρων παῖς ἐνέχει τε σφόδρα κυανοβενθῆ,
11.70
τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν,
11.70
ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ
11.70
τὸ μέγεθος κοίλῃ λεπαστῇ, τοῦτ’ ἐποίησεν ἐκπιεῖν.
11.70
πάντα γὰρ ἦν
11.70
μέστ’ ἀνδρῶν καὶ μειρακίων
11.70
πινόντων· ὁμοῦ δ’ ἄλλων
11.70
γρᾴδι’ ἦν μεγάλαισιν οἴνου χαίροντα λεπασταῖς.
11.70
σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
11.70
ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος
11.70
τέττιξ κελαδεῖ.
11.70
ὥς ποτ’ ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
11.70
κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν·
11.70
οἶον δ’ οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν
11.70
Λύσανδρον κώθωνι, πρὶν αὐτῷ δῶκε λεπαστήν.
11.70
τῶν θεατῶν δ’ ὅστις ἂν
11.70
διψῇ, λεπαστὴν λαψάμενος μεστὴν ἐκχαρυβδίσαι.
11.70
καὶ λεπαστά μ’ ἁδύοινος εὐφρανεῖ δι’ ἡμέρας.
11.70
λεπαστὴ μάλα συχνή,
11.70
ἣν ἐκπιοῦσ’ ἄκρατον Ἀγαθοῦ Δαίμονος
11.70
περίστατον βοῶσα τὴν κώμην ποεῖ.
11.70
καὶ μελιχρὸν οἶνον ἕλκειν
11.70
ἐξ ἡδυπνόου λεπαστῆς.
11.70
ἂν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών,
11.70
τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.
11.71
ἡ διαπινομένη Καλλίστιον ἀνδράσι, θαῦμα
11.71
κοὐ ψευδές, νῆστις τρεῖς χόας ἐξέπιεν·
11.71
ἧς τόδε σοί, Παφίη, ζωραῖς μύρρῃσι θυωθὲν
11.71
κεῖται πορφυρέης Λέσβιον ἐξ ὑέλου.
11.71
ἣν σὺ σάου πάντως, ὡς καὶ πάντων ἀπ᾽ ἐκείνης
11.71
σοὶ τοῖχοι γλυκερῶν σῦλα φέρωσι πόθων.
11.71
κρατῆρες, κάδοι,
11.71
ὁλκεῖα, κρουνεῖ᾽. Β. ἔστι γὰρ κρουνεῖα; Α. ναί.
11.71
λουτήρι’ — ἀλλὰ τί καθ’ ἕκαστα δεῖ λέγειν;
11.71
ὄψει γὰρ αὐτός.
11.72
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
11.73
σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν
11.73
ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις;
11.73
καὶ κατάχεον.
11.73
Δαίμονος
11.73
Ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.
11.73
Ἀρχίλοχε, δέξαι τήνδε τὴν μετανιπτρίδα
11.73
μεστὴν Διὸς σωτῆρος, ἀγαθοῦ δαίμονος.
11.73
καὶ δέξαι τηνδὶ μετανιπτρίδα τῆς Ὑγιείας.
11.73
ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα
11.73
μεγάλην, ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.
11.73
σὺ δὲ τάνδε Βακχία
11.73
εὔδροσον πλήρη μετανιπτρίδα δέξαι.
11.73
πραύ τί τοι Βρόμιος γάνος τόδε δοὺς ἐπὶ τέρψιν
11.73
πάντας ἄγει.
11.73
τράπεζα φυστημινεις, ἅμα δ’ ἦν Δαίμονος
11.73
Ἀγαθοῦ μετάνιπτρον.
11.73
μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
11.74
ΜΑΘΑΛΙΔΑΣ Βλαῖσος ἐν Σατούρνῳ φησίν·
11.74
ἑπτὰ μαθαλίδας
11.74
ἐπίχε’ ἡμῖν τῶ γλυκυτάτω.
11.75
καὶ πάνυ τις εὐκαίρως ‘προπίνω, φησί, σοί,
11.75
πατριῶτα.’ μάνην δ’ εἶχε κεραμεοῦν ἁδρόν,
11.75
χωροῦντα κοτύλας πέντ’ ἴσως. ἐδεξάμην.
11.75
τάδ’ ἐστὶ κνισμὸς καὶ φιλημάτων ψόφος·
11.75
τῷ καλλικοτταβοῦντι νικητήρια
11.75
τίθημι καὶ βαλόντι χάλκειον κάρα.
11.75
ἐγὼ ᾽πιδείξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον
11.75
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν —
11.75
Β. πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον
11.75
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
11.75
Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίνεται.
11.75
Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν τύχῃ μόνον
11.75
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
11.75
ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
11.75
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
11.75
ῥάβδον δ’ ὄψει, φησί, τὴν κοτταβικὴν
11.75
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
11.75
μάνης δ’ οὐδὲν λατάγων ἀίει·
11.75
τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις
11.75
παρὰ τὸν στροφέα τῆς κηπαίας
11.75
ἐν τοῖσι κορήμασιν οὖσαν.
11.76
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός,
11.76
χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ’ αὐτοῦ
11.76
τέσσαρ’ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
11.76
χρύσειαι νεμέθοντο δύο δ’ ὑπὸ πυθμένες ἦσαν.
11.76
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
11.76
πλεῖον ἐόν· Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν.
11.76
ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
11.76
χρυσείοις ἥλοισι πεπαρμένον.
11.76
ἀμφὶ δ’ ἄρ’ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι
11.76
χρύσειοι πάμφαινον· ἀτὰρ περὶ κουλεὸν ἦεν
11.76
ἀργύρεον.
11.78
οὐρανῷ αἰὲν ἄρηρεν ἀγάλματα νυκτὸς ἰούσης.
11.79
δύο δὲ πελειάδες ἀμφὶς ἕκαστον
11.79
χρύσειαι νεμέθοντο,
11.79
Πληιάδων Ἀτλαιγενέων ἐπιτελλομενάων
11.79
ἄρχεσθ’ ἀμητοῖ᾽, ἀρότοιο δὲ δυσομενάων.
11.79
αἳ μὲν ὁμῶς ὀλίγαι καὶ ἀφεγγέες, ἀλλ’ ὀνομασταὶ
11.79
ἦρι καὶ ἑσπέριαι, Ζεὺς δ’ αἴτιος, εἱλίσσονται·
11.79
ὅς σφισι καὶ θέρεος καὶ χείματος ἀρχομένοιο
11.79
σημαίνειν ἐπένευσεν ἐπερχομένου τ’ ἀρότοιο.
11.79
τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι
11.79
τρήρωνες, ταί τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσι.
11.79
τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ Πέλειαι.
11.79
ἐν δὲ τὰ τείρεα πάντα τά τ’ οὐρανὸς ἐστεφάνωται,
11.79
Πληιάδας θ’ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
11.79
ἄρκτον θ᾽, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.
11.80
δίδωτι δ’ εὖχος Ἑρμᾶς ἐναγώνιος,
11.80
Μαίας εὐπλοκάμοιο παῖς, ἔτικτε δ’ Ἄτλας
11.80
ἑπτὰ ἰοπλοκάμων φιλᾶν θυγατρῶν τάν γ’ ἔξοχον εἶδος,
11.80
ταὶ καλέονται Πελειάδες οὐράνιαι.
11.80
ἐστὶ δ’ ἐοικὸς
11.80
ὀρειᾶν γε Πελειάδων
11.80
μὴ τηλόθεν Ὠαρίων’ ἀνεῖσθαι.
11.80
αἱ δ’ ἕπτ’ Ἄτλαντος παῖδες ὠνομασμέναι
11.80
πατρὸς μέγιστον ἆθλον οὐρανοῦ στέγῃ
11.80
κλαίεσκον, ἔνθα νυκτέρων φαντασμάτων
11.80
ἔχουσι μορφὰς ἄπτεροι Πελειάδες.
11.80
Ζεὺς δ’ ἄρ’ ἐνὶ Κρήτῃ τρέφετο μέγας, οὐδ’ ἄρα τίς νιν
11.80
ἠείδει μακάρων· ὃ δ’ ἀέξετο πᾶσι μέλεσσι.
11.80
τὸν μὲν ἄρα τρήρωνες ὑπὸ ζαθέῳ τράφον ἄντρῳ
11.80
ἀμβροσίην φορέουσαι ἀπ’ Ὠκεανοῖο ῥοάων·
11.80
νέκταρ δ’ ἐκ πέτρης μέγας αἰετὸς αἰὲν ἀφύσσων
11.80
γαμφηλῇ φορέεσκε ποτὸν Διὶ μητιόεντι.
11.80
τὸν καὶ νικήσας πατέρα Κρόνον εὐρύοπα Ζεὺς
11.80
ἀθάνατον ποίησε καὶ οὐρανῷ ἐγκατένασσεν.
11.80
ὣς δ’ αὕτως τρήρωσι πελειάσιν ὤπασε τιμήν,
11.80
αἳ δή τοι θέρεος καὶ χείματος ἄγγελοί εἰσι.
11.80
αἳ θέρος ὠκεῖαι πρόπολοι πίλναντο Πέλειαι.
11.80
οὐδέ τοι ἀκρόνυχοι ψυχραὶ δύνουσι Πέλειαι.
11.80
αἵ τε ποταναῖς
11.80
ὁμώνυμοι πελειάσιν αἰθέρι κεῖσθε.
11.80
τὰς δὲ βροτοὶ καλέουσι Πελειάδας.
11.80
χειμέριαι δύνουσι Πελειάδες.
11.80
τῆμος ἀποκρύπτουσι Πελειάδες.
11.81
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
11.81
χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
11.81
δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
11.81
δοιοὺς δ’ ἄρ’ ὑπήλυθε θάμνους
11.81
ἐξ ὁμόθεν πεφυῶτας, ὃ μὲν φυλίης, ὃ δ’ ἐλαίης.
11.82
ἔπειθ’ ὅταν ἐπενέγκῃ τὸ
11.82
δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον
11.82
χρύσειαι νεμέθοντο, δύω δ’ ὑπὸ πυθμένες ἦσαν,
11.82
ἑπτάποροι δὴ ταί γε μετ’ ἀνθρώποις καλέονται,
11.82
ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσιν.
11.82
οὐ μέν πως ἀπόλωλεν ἀπευθὴς ἐκ Διὸς ἀστήρ,
11.82
ἐξ οὗ καὶ γενεῆθεν ἀκούομεν, ἀλλὰ μάλ’ αὕτως
11.82
εἴρητ᾽. ἑπτὰ δ’ ἐκεῖναι ἐπιρρήδην καλέονται ...
11.82
τῇ μέν τ’ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
11.82
τρήρωνες ταί τ’ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν.
11.82
ἀλλά τε καὶ τῶν αἰεὶ ἀφαιρεῖται λὶς πέτρη.
11.82
ἀλλ’ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι,
11.83
τοῖσι δὲ τεῦχε κυκεῶ ἐυπλόκαμος Ἑκαμήδη ...
11.83
ἣ σφῶιν πρῶτον μὲν ἐπιπροίηλε τράπεζαν
11.83
καλὴν κυανόπεζαν ἐύξοον, αὐτὰρ ἐπ᾽ αὐτῆς
11.83
χάλκειον κάνεον· ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον
11.83
ἠδὲ μέλι χλωρόν, παρὰ δ’ ἀλφίτου ἱεροῦ ἀκτήν,
11.83
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ’ ὁ γεραιός ...
11.83
ἐν τῷ ῥά σφι κύκησε γυνὴ εἰκυῖα θεῇσιν
11.83
οἴνῳ Πραμνείῳ, ἐπὶ δ’ αἴγειον κνῆ τυρὸν
11.83
κνήστι χαλκείῃ, ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν·
11.83
πινέμεναι δ’ ἐκέλευεν, ἐπεί ῥ’ ὥπλισσε κυκεῶ.
11.84
τὸ δὲ
11.84
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
11.84
πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν
11.84
ἀλλ’ ὃς μὲν μογέων ἀποκινήσασκε τραπέζης,
11.84
οἴσετε δ’ ἄρν’ ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν.
11.84
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ᾽ ἀνδρῶν.
11.85
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
11.85
πλεῖον ἐόν, Νέστωρ δ’ ὁ γέρων ἀμογητὶ ἄειρεν,
11.87
πῶς τις αὐτόν, πῶς τις ἂν
11.87
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
11.87
ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας
11.87
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν
11.87
καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον,
11.87
κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
11.87
τοῦτο μέν σοι πείσομαι.
11.87
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
11.87
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
11.87
τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
11.87
ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν·
11.87
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ
11.87
τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε,
11.87
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
11.87
καὶ πιεῖν χωρὶς μέτρω
11.87
ὀξύβαφον εἰς τὸ κοινόν· εἶθ’ ὑπώμνυτο
11.87
ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
11.87
τὸ δ’ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.
11.90
ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις
11.90
οἶνον ὑπερφίαλον κελαρύζετε.
11.91
ὡς ὅτε μυῖαι
11.91
σταθμῷ ἐνιβρομέωσιν ἐυγλαγέας κατὰ πέλλας.
11.91
ἐκ πελλίδος πίνοντες· οὐ γὰρ ἦν αὐτῇ
11.91
κύλιξ, ὁ παῖς γὰρ ἐμπεσὼν κατήραξε,
11.91
ἐκ δὲ τῆς πέλλης
11.91
ἔπινον, ἄλλοτ’ αὐτός, ἄλλοτ’ Ἀρήτη
11.91
προὔπινεν.
11.91
Θαλῆς γάρ, ὅστις ἀστέρων ὀνήιστος ...
11.91
καὶ τῶν τότ᾽, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
11.91
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.
11.91
ἐκ πελλίδος δὲ τάργανον κατηγυίης
11.91
χωλοῖσι δακτύλοισι τἠτέρῃ σπένδει,
11.91
τρέμων οἷόνπερ ἐν βορηίῳ νωδός.
11.92
πάντες δ’ ἔνδον πεταχνοῦνται.
11.93
ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
11.93
χάσμ’ εὐφήμως προχέωμεν.
11.94
ἡμῖν δὲ κρητῆρ’ οἰνοχόοι θέραπες
11.94
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις.
11.95
κρατῆρε μὲν πρώτιστον ἀργυρὼ δύο,
11.95
φιάλας δὲ πεντήκοντα, δέκα δὲ κυμβία,
11.95
ῥέοντα δώδεχ᾽, ὧν τὰ μὲν δέκ’ ἀργυρᾶ
11.95
ἦν, δύο δὲ χρυσᾶ, γρύψ, τὸ δ’ ἕτερον Πήγασος.
11.95
ῥυσίδι σπένδων.
11.96
πιεῖν δ’ ἔτι
11.96
ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
11.97
ἔσθ’ ὑποχέασθαι πλείονας· πιεῖν δ’ ἔτι
11.97
ἁδρότερον ἢ τῶν Ῥοδιακῶν ἢ τῶν ῥυτῶν.
11.97
καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
11.97
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
11.97
κρουνιζόμενον. ἀμφότερα δ’ οἰωνίζομαι.
11.97
ἕν ἐστιν ἐλέφασ — Β. .. ἐλέφαντας περιάγει ῥυτόν;
11.97
Α. χωροῦν δύο χόας. Β. ὃν οὐδ’ ἂν ἐλέφας ἐκπίοι.
11.97
Α. ἐγὼ δὲ τοῦτό γ’ ἐκπέπωκα πολλάκις.
11.97
Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
11.97
Α. ἕτερον τριήρης· τοῦτ’ ἴσως χωρεῖ χόα.
11.97
ὁ Βελλεροφόντης ἐστὶν ἀπὸ τοῦ Πηγάσου
11.97
τὴν πύρπνοον Χίμαιραν εἰσηκοντικώς.
11.97
εἶεν, δέχου καὶ τοῦτο.
11.97
ἐθύσαμεν γὰρ σήμερον Σωτήρια
11.97
πάντες οἱ τεχνῖται·
11.97
μεθ’ ὧν πιὼν τὸ δίκερας ὡς τὸν φίλτατον
11.97
βασιλέα πάρειμι.
11.97
ζωροπόται, καὶ τοῦτο φιλοζεφύρου κατὰ νηὸν
11.97
τὸ ῥυτὸν εὐδίης δεῦτ’ ἴδετ’ Ἀρσινόης,
11.97
ὀρχηστὴν Βησᾶν Αἰγύπτιον· ὃς λιγὺν ἦχον
11.97
σαλπίζει κρουνοῦ πρὸς ῥύσιν οἰγομένου,
11.97
οὐ πολέμου σύνθημα, διὰ χρυσέου δὲ γέγωνεν
11.97
κώδωνος κώμου σύνθεμα καὶ θαλίης,
11.97
Νεῖλος ὁκοῖον ἄναξ μύσταις φίλον ἱεραγωγοῖς
11.97
εὗρε μέλος θείων πάτριον ἐξ ὑδάτων.
11.97
ἀλλ’ εἰ Κτησιβίου σοφὸν εὕρεμα τίετε τοῦτο,
11.97
δεῦτε, νέοι, νηῷ τῷδε παρ’ Ἀρσινόης.
11.98
σαννάκρα ἱπποτραγέλαφοι, βατιάκια, | σαννάκια.
11.98
ΣΕΛΕΥΚΙΣ. ὅτι ἀπὸ Σελεύκου τοῦ βασιλέως τὴν
11.99
τῷ δὲ Μάρης θοὸς ἄγγελος ἦλθε δι’ οἴκου,
11.99
πλήσας δ’ ἀργύρεον σκύπφον φέρε, δῶκε δ’ ἄνακτι.
11.99
καὶ τότε Μάντης μὲν δεσμὸν βοὸς αἴνυτο χερσίν,
11.99
Ἴφικλος δ’ ἐπὶ νῶτ’ ἐπεμαίετο. τῷ δ’ ἐπόπισθεν
11.99
σκύπφον ἔχων ἑτέρῃ, ἑτέρῃ δὲ σκῆπτρον ἀείρας
11.99
ἔστειχεν Φύλακος καὶ ἐνὶ δμώεσσιν ἔειπεν.
11.99
ἐγὼ δ’ ἔχων σκύπφον Ἐρξίωνι
11.99
τῷ λευκολόφῳ μεστὸν ἐξέπινον,
11.99
Ἀρήτῃ δ’ ἐν χερσὶ τίθει δέπας ἀμφικύπελλον.
11.99
πλησάμενος δ’ οἴνοιο δέπας δείδεκτ’ Ἀχιλῆα.
11.99
τοῦ κεράσας κρητῆρα μέγαν χρυσοῖο φαεινὸν
11.99
σκύπφους αἰνύμενος θαμέας ποτὸν ἡδὺν ἔπινεν.
11.99
σκύφος τε μακρός.
11.99
ὁ δὲ σκύφος με τοῦ θεοῦ καλεῖ.
11.99
οἶνος οὐκ ἔνι
11.99
ἐν τῷ σκύφει,
11.99
φέρ’ ἐγχέας εἰς τὸ σκύφος.
11.99
οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.
11.99
τὸ σκύφος ἔχαιρον δεχόμενος.
11.99
δουράτεον σκύφος εὐρὺ μελιζώροιο ποτοῖο.
11.99
πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφος, ᾧπερ ἔπινεν.
11.99
πλησάμενος δ’ ἄρα οἱ δῶκε σκύφον, ᾧπερ ἔπινεν.
11.99
πλησάμενος δῶκε σκύφος, ᾧπερ ἔπινεν,
11.99
οἴνου ἐνίπλειον.
11.99
πολλάκι δ’ ἐν κορυφαῖς ὀρέων, ὅκα
11.99
θεοῖσιν ἅδῃ πολύφανος ἑορτά,
11.99
χρύσεον ἄγγος ἔχοισα μέγαν σκύφον,
11.99
οἷά τε ποιμένες ἄνδρες ἔχουσιν,
11.99
χερσὶ λεόντεον ἐν γάλα θεῖσα
11.99
τυρὸν ἐτύρησας μέγαν ἄτρυφον
11.99
ἀργειοφόνται.
11.99
ποῦ μοι τὰ πολλὰ δῶρα κἀκροθίνια;
11.99
ποῦ χρυσότευκτα κἀργυρᾶ σκυφώματα;
11.99
σκύφιον δὲ λαβὼν δέπας ἔμμετρον ὡς τριλάγυνον
11.99
πί’ ἐπισχόμενος, τό ῥά οἱ παρέθηκε Φόλος κεράσας.
11.100
τῶν κατεσταμνισμένων
11.100
ἡμῖν λαγύνων πηλίκοι τινές; Β. τρίχους.
11.100
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
11.100
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
11.100
ὄξους.
11.100
λάγυνον ἔχω κενόν, ὦ γραῦ, θύλακον δὲ μεστόν.
11.100
ἥμισυ μὲν πίσσης κωνίτιδος, ἥμισυ δ’ οἴνου,
11.100
Ἀρχῖν᾽, ἀτρεκέως ἥδε λάγυνος ἔχει.
11.100
λεπτοτέρης δ’ οὐκ οἶδ’ ἐρίφου κρέα· πλὴν ὅ γε πέμψας
11.100
αἰνεῖσθαι πάντων ἄξιος Ἱπποκράτης.
11.100
ὦ τοιχωρύχον
11.100
ἐκεῖνο καὶ τῶν δυναμένων λαγύνιον·
11.100
ἔχον βαδίζειν εἰς τὰ γεύμαθ’ ὑπὸ μάλης,
11.100
καὶ τοῦτο πωλεῖν μέχρι ἂν ὥσπερ ἐν ἐράνῳ
11.100
εἷς λοιπὸς ᾖ κάπηλος ἠδικημένος
11.100
ὑπ’ οἰνοπώλου.
11.101
ναῖον δ’ ὀρῷ ἄγγεα πάντα
11.101
γαυλοί τε σκαφίδες τε τετυγμένα, τοῖς ἐνάμελγεν.
11.101
οὐ βοῶν πάρεστι σώματ’ οὔτε χρυσὸς οὔτε πορφύρεοι τάπητες, ἀλλὰ θυμὸς εὐμενὴς
11.101
Μοῦσά τε γλυκεῖα καὶ Βοιωτίοισιν ἐν σκύφοισιν
11.101
οἶνος ἡδύς.
11.102
κυμβία,
11.102
φιάλαι, τραγέλαφοι, κύλικες.
11.102
ἀλλ’ εἰσὶ φιάλαι πέντε, τραγέλαφοι δύο.
11.102
τραγέλαφοι, λαβρώνιοι.
11.102
.. σατραποπλούτῳ δ᾽, ὡς λέγουσι, νυμφίῳ,
11.102
κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους,
11.102
ζεύγη, καμήλους, στρώματ᾽, ἀργυρώματα,
11.102
φιάλας, τριήρεις, τραγελάφους, καρχήσια,
11.102
γαυλοὺς ὁλοχρύσουσ — Β. πλοῖα; Α. τοὺς κάδους μὲν οὖν
11.102
καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.
11.102
ΥΣΤΙΑΚΟΝ ποτήριον ποιὸν Ῥίνθων ἐν Ἡρακλεῖ·
11.102
ἐν ὑστιακῷ τε καθαρὸν ἐλατῆρα σὺ
11.102
καθαρῶν τ’ ἀλήτων κἀλφίτων ἀπερρόφεις.
11.103
ΦΙΑΛΗ. Ὅμηρος μὲν ὅταν λέγῃ (Il. 21.270)·
11.103
ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε
11.103
κὰδ δὲ λέβητ’ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα,
11.104
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους,
11.104
ἴτ’ ἐκφορεῖτε, παρθένοι,
11.104
κύπελλα καὶ μεσομφάλους.
11.104
δέχεσθε φιάλας τάσδε βαλανειομφάλους.
11.104
λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
11.104
φιάλην. Τελέστης δ’ ἄκατον ὠνόμαζέ νιν,
11.104
στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.
11.105
οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;
11.105
χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς·
11.105
χρυσίδ’ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο.
11.106
φιλοτησίαν σοι τήνδ’ ἐγὼ
11.106
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.
11.106
ἑπτάπους γοῦν ἡ σκιά ᾽στιν·
11.106
ἡ ᾽πὶ τὸ δεῖπνον ὡς ἤδη καλεῖ μ᾽
11.106
ὁ χορὸς ὁ φιλοτήσιος.’
11.106
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία.
11.106
ΧΟΝΝΟΙ. παρὰ Γορτυνίοις ποτηρίου εἶδος, ὅμοιον
11.107
ΧΥΤΡΙΔΕΣ. Ἄλεξις ἐν Ὑποβολιμαίῳ (II 386 K)·
11.107
ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα
11.107
χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβὼν
11.107
τῆς τοῦ βασιλέως ταὔτ᾽, ἀπνευστί τ’ ἐκπιὼν
11.107
ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον,
11.107
καὶ τῆς Ὁμονοίας δύο, τί νῦν μὴ κωμάσω
11.107
ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;
11.108
παρ’ Ὀλυμπίχου δὲ θηρικλείους ἔλαβεν ἕξ,
11.108
ιτάτους δύο ψυκτῆρας.
11.108
τοῦτο δὴ τὸ νῦν ἔθος
11.108
‘ἄκρατον’ ἐβόων, ‘τὴν μεγάλην.’ ψυκτῆρά τις
11.108
προὔπινεν ἄν, τοὺς ἀθλίους ἀπολλύων.
11.108
τὴν θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
11.108
κόμισον λαβὼν τοὺς παῖδας. εἶτ’ οἴσεις μόνος
11.108
ψυκτῆρα, κύαθον, κυμβία.
11.108
ὃ δέ τις ψυκτῆρ᾽, ὃ δέ τις κύαθον
11.108
χαλκοῦν κλέψας ἀπορῶν κεῖται,
11.108
κοτύλη δ’ ἀνὰ χοίνικα μάττει.
11.108
ἀπήντων τῷ ξένῳ
11.108
εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ.
11.108
τοῖς παισί τ’ εἶπα (δύο γὰρ ἦγον οἴκοθεν)
11.108
τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
11.108
θεῖναι· κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα
11.108
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας,
11.108
ψυκτηρίδιον δὲ δύ’ ὀβολούς, Φιλιππίδου
11.108
λεπτότερον.
11.109
ἐπὰν δὲ καλέσῃ ψυγέα τὸν ψυκτηρίαν,
11.109
τὸ τευτλίον δὲ σεῦτλα, φακέαν τὴν φακῆν,
11.109
τί δεῖ ποιεῖν; σὺ γὰρ εἶπον. Β. ὥσπερ χρυσίου
11.109
φωνῆς ἀπότισον, Πυργόθεμι, καταλλαγήν.
11.109
πῶς οὖν διαιτώμεσθα; τὸ μὲν ἐφίππιον
11.109
στρῶμ’ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος,
11.109
ψυκτήρ, ὅτι βούλει, πάντ᾽, Ἀμαλθείας κέρας.
11.109
τρίποδα καὶ κάδον
11.109
παραθέμενος ψυκτῆρά τ’ οἴνου ....
11.109
μεθύσκεται,
11.109
ἔσται πότος
11.109
σφοδρότερος. οὐκοῦν, εἰ φράσαι τις, οὐκ ἔτι
11.109
ἔξεστι κυαθίζειν γάρ ......
11.109
τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν
11.109
ἀπόφερε τἄλλα πάντα.
11.109
σαύρας ὑποσκίοισιν ἐν ψυκτηρίοις.
11.109
ψυκτήρια
11.109
δένδρεα φίλαισιν ὠλέναισι δέξεται.
11.109
ἔνθα ποτ’ ἔσται ἐμὸν ψυκτήριον, ὄρχαμε λαῶν.
11.110
τί οὖν ἐνέσται τοῖς θεοῖσιν; Β. οὐδὲ ἕν,
11.110
ἂν μὴ κεράσῃ τις. Α. ἴσχε, τὸν ᾠδὸν λάμβανε.
11.110
ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων
11.110
τούτων περάνῃς, τὸν Τελαμῶνα μηδὲ τὸν
11.110
Παιῶνα μηδ’ Ἁρμόδιον.
11.111
φιάλαν ὡς εἴ τις ἀφνεᾶς ἀπὸ χειρὸς ἑλὼν
11.111
ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
11.111
δωρήσεται,
11.111
οὐδεμίαν ἡ γραῦς ὅλως
11.111
κύλικα παρῆκεν, ἀλλὰ πίνει τὴν κύκλῳ.
11.111
καὶ ταχὺ πάλι τὸ πρῶτον περισόβει ποτήριον
11.111
αὐτοῖς ἀκράτου.
11.111
τὰ δ’ ἄλλα χαῖρε κύλικος ἑρπούσης κύκλῳ.
11.113
ὡς ἀνέπλαττε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς.
11.117
Ἄιδόσδε κατῆλθεν
11.117
ὃν πότμον γοόωσα, λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην.
11.120
ἔπειτ’ ἀναστὰς εὔστοχος νεανίας
11.120
τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καὶ
11.120
Βρυσωνοθρασυμαχειοληψικερμάτων,
11.120
πληγεὶς ἀνάγκῃ ληψολιγομίσθῳ τέχνῃ
11.120
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,
11.120
εὖ μὲν μαχαίρᾳ ξύστ’ ἔχων τριχώματα,
11.120
εὖ δ’ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,
11.120
εὖ δ’ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρὸν
11.120
κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
11.120
ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,
11.120
σχῆμ’ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ,
11.120
ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
11.120
ἔλεξεν· ‘ἄνδρες τῆς Ἀθηναίων χθονός.’

Intertext edge

Open linked passage

Note