Athenaeus of Naucratis
Deipnosophistae
Deip 13.42
Choose a text
More by Athenaeus of Naucratis
—
Perseus Grc3
13.1
εἰ δ’ ἄγε νῦν, Ἐρατώ, πάρ θ’ ἵστασο καί μοι ἔνισπε,
13.3
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
13.3
τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
13.3
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες
13.3
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ
13.3
πρωτίστῳ δίδομεν.
13.6
μὰ Δί’ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις
13.6
οὐδ’ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
13.6
κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους,
13.6
ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
13.6
ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
13.6
ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
13.6
ἐπὶ τῷ προσώπῳ δ’ αἱ τρίχες φορούμεναι
13.6
εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
13.6
ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε,
13.6
οὐ γένος τίς ἂν δύναιτο παρανομώτατον φράσαι·
13.6
τίς γὰρ ἢ δράκαιν’ ἄμικτος ἢ Χίμαιρα πυρπνόος
13.6
ἢ Χάρυβδις ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
13.6
Σφίγξ, Ὕδρα, λέαιν᾽, ἔχιδνα, πτηνά θ’ Ἁρπυιῶν γένη,
13.6
εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους;
13.6
οὐκ ἔνεσθ᾽· αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
13.6
ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
13.6
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους·
13.6
εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο·
13.6
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας.
13.6
οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
13.6
γραῦς μὲν αὐτή, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον,
13.6
ὥστ’ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν.
13.6
ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
13.6
οὐ δύ’ ἀποπνίξασ’ ἑταίρους τὸν τρίτον θηρεύεται
13.6
ἔτι λαβεῖν; ἀλλ’ ἐξέπεσεν ἡ πορθμὶς ἐλατίνῳ πλάτῃ·
13.6
ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ
13.6
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει.
13.6
ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
13.6
βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
13.6
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
13.6
αἳ λαλοῦσ’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν,
13.6
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
13.6
εἶτα ‘τετράπους μοι γένοιτο, φησὶ τήνπρος ἢ, θρόνος,’
13.6
εἶτα δὴ ‘τρίπους τις’, εἶτα, φησί, ‘παιδίσκη δίπους.’
13.6
εἶθ’ ὃ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους,
13.6
οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος.
13.6
οἳ δ’ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι
13.6
καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἓν
13.6
ἔσθ’ ἑταίρας ὅσα περ ἔστιν θηρί’ ἐξωλέστερον.
13.7
ὦ δυστυχεῖς ἡμεῖς ... οἱ πεπρακότες
13.7
τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν·
13.7
γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων.
13.7
ἔπειτ’ ἔχειν προῖκ᾽, οὐχὶ τιμὴν πάσχομεν;
13.7
πικράν γε καὶ μεστὴν γυναικείας χολῆς.
13.7
ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι·
13.7
οἳ μέν γε συγγνώμην ἔχουσ’ ἀδικούμενοι,
13.7
αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ’ ἔτι·
13.7
ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν
13.7
ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν
13.7
ἔχουσι καὶ κάμνειν λέγουσ’ ἑκάστοτε.
13.7
εἶτ’ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
13.7
ὧν ταῖς γυναιξὶν οὐδ’ ὁτιοῦν φωνῆς ἔνι;
13.7
ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ’ ἔχει.
13.7
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
13.7
ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
13.7
εἶτ’ οὐ γυναικός ἐστιν εὐνοικώτερον
13.7
γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως.
13.7
ἣ μὲν νόμῳ γὰρ καταφρονοῦσ’ ἔνδον μένει,
13.7
ἣ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος
13.7
ἄνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.
13.8
Εὔβουλος δ’ ἐν Χρυσίλλᾳ (ib. 205)·
13.8
κακὸς
13.8
κακῶς ἀπόλοιθ’ ὅστις γυναῖκα δεύτερος
13.8
ἔγημε· τὸν γὰρ πρῶτον οὐκ ἐρῶ κακῶς.
13.8
ὃ μὲν γὰρ ἦν ἄπειρος, οἶμαι, τοῦ κακοῦ,
13.8
ὃ δ’ οἷον ἦν γυνὴ κακὸν πεπυσμένος.
13.8
ὦ Ζεῦ πολυτίμητ᾽, εἶτ’ ἐγὼ κακῶς ποτε
13.8
ἐρῶ γυναῖκας; νὴ Δί’ ἀπολοίμην ἄρα,
13.8
πάντων ἄριστον κτημάτων. εἰ δ’ ἐγένετο
13.8
κακὴ γυνὴ Μήδεια, Πηνελόπη δέ γε
13.8
μέγα πρᾶγμ᾽. ἐρεῖ τις ὡς Κλυταιμνήστρα κακή·
13.8
Ἄλκηστιν ἀντέθηκα χρηστήν. ἀλλ’ ἴσως
13.8
Φαίδραν ἐρεῖ κακῶς τις· ἀλλὰ νὴ Δία
13.8
χρηστή τις ἦν μέντοι — τίς; οἴμοι δείλαιος,
13.8
ταχέως γέ μ’ αἱ χρησταὶ γυναῖκες ἐπέλιπον,
13.8
τῶν δ’ αὖ πονηρῶν ἔτι λέγειν πολλὰς ἔχω.
13.8
κακὸς κακῶς ἀπόλοιθ’ ὁ γήμας δεύτερος
13.8
θνητῶν. ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει·
13.8
οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν
13.8
ἐλάμβανεν γυναῖχ᾽· ὁ δ’ ὕστερον λαβὼν
13.8
εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.
13.8
γεγάμηκε δήπου. Β. τί σὺ λέγεις; ἀληθινῶς
13.8
γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε
13.8
κατέλιπον;
13.8
οὐ γαμεῖς, ἂν νοῦν ἔχῃς,
13.8
τοῦτον καταλείπων τὸν βίον. γεγάμηκα γὰρ
13.8
καὐτός· διὰ τοῦτό σοι παραινῶ μὴ γαμεῖν.
13.8
Β. δεδογμένον τὸ πρᾶγμ᾽· ἀνερρίφθω κύβος.
13.8
Α. πέραινε, σωθείης δέ· νῦν ἀληθινὸν
13.8
εἰς πέλαγος αὑτὸν ἐμβαλεῖς γὰρ πραγμάτων,
13.8
οὐ Λιβυκὸν οὐδ’ Αἰγαῖον οὐδὲ .....,
13.8
οὗ τῶν τριάκοντ’ οὐκ ἀπόλλυται τρία
13.8
πλοιάρια· γήμας δ’ οὐδὲ εἷς σέσωσθ’ ὅλως.
13.8
ἐξώλης ἀπόλοιθ’ ὅστις ποτὲ
13.8
ὁ πρῶτος ἦν γήμας, ἔπειθ’ ὁ δεύτερος,
13.8
εἶθ’ ὁ τρίτος, εἶθ’ ὁ τέταρτος, εἶθ’ ὁ Μεταγένης.
13.8
ὦ Ζεῦ, τί χρὴ γυναῖκας ἐξειπεῖν κακόν;
13.8
ἀρκοῦν ἂν εἴη, κἂν γυναῖκ’ εἴπῃς μόνον.
13.9
οὔ τοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι·
13.9
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
13.9
οὐδ’ ἄγκυραι ἔχουσιν· ἀπορρήξασα δὲ δεσμὰ
13.9
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
13.9
οὐ σύμφορον νέα ᾽στὶ πρεσβύτῃ γυνή.
13.9
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
13.9
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ’ ἀπορρήξασα δὲ
13.9
ἐκ νυκτὸς ἕτερον λιμέν’ ἔχουσ’ ἐξευρέθη.
13.11
παίδευμα δ’ Ἔρως σοφίας ἀρετῆς
13.11
πλεῖστον ὑπάρχειν,
13.11
καὶ προσομιλεῖν οὗτος ὁ δαίμων
13.11
πάντων ἥδιστος ἔφυ θνητοῖς.
13.11
καὶ παρὰ λυπῶν τέρψιν τιν’ ἔχων
13.11
εἰς ἐλπίδ’ ἄγει. τοῖς δ’ ἀτελέστοις
13.11
τῶν τοῦδε πόνων μήτε συνείην
13.11
χωρίς τ’ ἀγρίων ναίοιμι τρόπων.
13.11
τὸ δ’ ἐρᾶν προλέγω τοῖσι νέοισιν
13.11
μή ποτε φεύγειν,
13.11
χρῆσθαι δ’ ὀρθῶς, ὅταν ἔλθῃ.
13.11
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν.
13.11
σὺ δ’ ὦ τύραννε θεῶν τε κἀνθρώπων Ἔρως,
13.11
ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλὰ
13.11
ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ
13.11
μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
13.11
καὶ ταῦτα μὲν δρῶν τίμιος θεοῖς ἔσῃ,
13.11
μὴ δρῶν δ’ ὑπ’ αὐτοῦ τοῦ διδάσκεσθαι φιλεῖν
13.11
ἀφαιρεθήσῃ χάριτας αἷς τιμῶσί σε.
13.13
πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν
13.13
καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι.
13.13
καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι
13.13
τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι
13.13
τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας.
13.13
ἐστὶν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρσην, πάλιν
13.13
οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ’ ἀβέλτερος
13.13
οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος
13.13
πανταχόθεν ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων.
13.13
ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία
13.13
γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος
13.13
φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος
13.13
ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος.
13.13
καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,
13.13
οὐκ οἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι
13.13
τοιοῦτον, ἐγγύς τ’ εἰμὶ τοὐνόματος.
13.13
τίς ἦν ὁ γράψας πρῶτος ἀνθρώπων ἄρα
13.13
ἢ κηροπλαστήσας Ἔρωθ’ ὑπόπτερον;
13.13
ὡς οὐδὲν ᾔδει πλὴν χελιδόνας γράφειν,
13.13
ἀλλ’ ἦν ἄπειρος τῶν τρόπων τῶν τοῦ θεοῦ.
13.13
ἐστὶν γὰρ οὔτε κοῦφος οὔτε ῥᾴδιος
13.13
ἀπαλλαγῆναι τῷ φέροντι τὴν νόσον,
13.13
βαρὺς δὲ κομιδῇ. πῶς ἂν οὖν ἔχοι πτερὰ
13.13
τοιοῦτο πρᾶγμα; λῆρος, εἰ κὰν φήσειέ τις.
13.13
λέγεται γὰρ λόγος
13.13
ὑπὸ τῶν σοφιστῶν μὴ πέτεσθαι τὸν θεὸν
13.13
τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν
13.13
ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς
13.13
γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.
13.14
τίς οὐχί φησι τοὺς ἐρῶντας ζῆν μόνους,
13.14
οὓς δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους
13.14
εἶναι πονεῖν τε δυναμένους τοῖς σώμασιν
13.14
μάλιστα προσεδρεύειν τ’ ἀρίστους τῷ πόθῳ,
13.14
ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους
13.14
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους.
13.14
τίς φησὶ τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
13.14
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος.
13.14
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
13.14
καταλείπετ’ οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
13.14
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
13.14
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
13.14
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
13.14
ἥν ἐστ’ ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν
13.14
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.
13.14
εἶτ’ οὐ δικαίως ἔστ’ ἀπεψηφισμένος
13.14
ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκότως τ᾽ Ἔρως;
13.14
ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις,
13.14
ὅτ’ ἦν μετ’ αὐτῶν. ὡς δὲ λίαν ἦν θρασὺς
13.14
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά,
13.14
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
13.14
δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
13.14
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
13.14
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.
13.14
τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ,
13.14
ὡς ἔστ’ ἐραστὴς ὅστις ὡραῖον φιλῶν
13.14
τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς;
13.14
ἄφρων γ’ ἀληθῶς. οὔτε τοῦτο πείθομαι
13.14
οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις
13.14
τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. —
13.14
ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων
13.14
ἐρᾷ, τὸν ἄλλον δ’ οὐδὲ γινώσκει λόγον,
13.14
τῆς ἡδονῆς ἐστ᾽, οὐχὶ τῶν φίλων φίλος,
13.14
ἀδικεῖ τε τὸν Ἔρωτ’ ἐμφανῶς θνητὸς θεόν,
13.14
ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.
13.15
ἀκούσατ᾽, ὦ στοίακες, ἔμποροι λήρου,
13.15
λόγων ὑποκριτῆρες, οἳ μόνοι πάντα
13.15
τἀν τοῖς πίναξι, πρίν τι τῷ σοφῷ δοῦναι,
13.15
αὐτοὶ καταρροφεῖτε κᾆθ’ ἁλίσκεσθε
13.15
ἐναντία πράσσοντες οἷς τραγῳδεῖτε,
13.15
ἦ ῥά νύ τοι μεγάλων Δώρων ἐπεμαίετο θυμός.’
13.16
οὔτε παιδὸς ἄρρενος οὔτε παρθένων
13.16
τῶν χρυσοφόρων οὐδὲ γυναικῶν βαθυκόλπων
13.16
καλὸν τὸ πρόσωπον, ἐὰν μὴ κόσμιον πεφύκῃ.
13.16
ἡ γὰρ αἰδὼς ἄνθος ἐπισπείρει.
13.16
τοιάνδ’ ἐν ὄψει λύγγα θηρατηρίαν
13.16
ἔρωτος, ἀστραπήν τιν’ ὀμμάτων ἔχει·
13.16
ᾗ θάλπεται μὲν αὐτός, ἐξοπτᾷ δ’ ἐμέ,
13.16
ἴσον μετρῶν ὀφθαλμόν, ὥστε τέκτονος
13.16
παρὰ στάθμην ἰόντος ὀρθοῦται κανών.
13.17
Ὕπνος δὲ χαίρων
13.17
ὀμμάτων αὐγαῖς ἀναπεπταμένοις ὄσσοις ἐκοίμιζεν
13.17
κοῦρον.
13.17
στᾶθι κἄντα, φίλος,
13.17
καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν.
13.17
ὦ παῖ παρθένιον βλέπων,
13.17
δίζημαί σε, σὺ δ’ οὐ κλύεις,
13.17
οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς
13.17
ψυχῆς ἡνιοχεύεις.
13.17
τὰς δὲ Θεοξένου, φησίν, ἀκτῖνας πρὸς ὄσσων μαρμαριζοίσας δρακεὶς
13.17
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
13.17
ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν
13.17
ψυχρᾷ φλογί.
13.17
ὦ καλλιπρόσωπε,
13.17
χρυσεοβόστρυχε Γαλάτεια, χαριτόφωνε, θάλος
13.17
Ἐρώτων.
13.17
Εὐρύαλε, γλυκέων Χαρίτων θάλος, ...
13.17
καλλικόμων μελέδημα, σὲ μὲν Κύπρις
13.17
ἅ τ’ ἀγανοβλέφαρος Πειθὼ ῥοδέοισιν ἐν ἄνθεσι θρέψαν.
13.18
ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς
13.18
ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον
13.18
ὁρᾷς, τοῦτον ἔχει τι θάτερον·
13.18
ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται
13.18
καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,
13.18
ἢ πλουσιακὸν τούτῳ τι προσπίπτει κακόν.
13.18
τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
13.18
δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται,
13.18
εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς; —
13.19
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
13.19
λεπτῶν, ἀσίτων, σκυτίνων,
13.20
πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος ...
13.20
οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας Ἀχαιοὺς
13.20
τοιῇδ’ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·
13.20
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν.
13.20
καλὸν δ’ οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν
13.20
οὐδ’ οὕτω γεραρόν· βασιλῆι δὲ ἀνδρὶ ἔοικεν.
13.20
κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείῃ.
13.21
Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως
13.21
λάχανόν τι τρώγων Ὤκιμον διεφθάρην·
13.21
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.
13.22
τῷ τρέφοντι συμφορά·
13.22
εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.
13.22
ἀλλ’ ἔγωγ’ ὁ δυστυχὴς
13.22
Φρύνης ἐρασθείς, ἡνίκ’ ἔτι τὴν κάππαριν
13.22
συνέλεγεν οὔπω τ’ εἶχεν ὅσαπερ νῦν ἔχει,
13.22
πάμπολλ’ ἀναλίσκων ἐφ’ ἑκάστῳ τῆς θύρας
13.22
ἀπεκλειόμην.
13.22
περὶ δὲ τὸν πανάθλιον
13.22
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
13.22
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
13.22
Χρυσίς, Κοναλίς, Ἱερόκλεια, Λοπάδιον.
13.22
τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ,
13.22
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται,
13.22
παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ
13.22
ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
13.22
ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται.
13.23
πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς
13.23
πέλας
13.23
πάντα τἄλλ’ αὐταῖς πάρεργα γίνεται, ῥάπτουσι δὲ
13.23
πᾶσιν ἐπιβουλάς. ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε,
13.23
ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης·
13.23
εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
13.23
μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι.
13.23
τυγχάνει μικρά τις οὖσα· φελλὸς ἐν ταῖς βαυκίσιν
13.23
ἐγκεκάττυται. μακρά τις· διάβαθρον λεπτὸν φορεῖ
13.23
τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦσ᾽ ἐξέρχεται·
13.23
τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία·
13.23
ὑπενέδυσ’ ἐρραμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν
13.23
ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει·
13.23
στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχουσ’ οἱ κωμικοί·
13.23
ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔκλυτον τῆς κοιλίας
13.23
ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον.
13.23
τὰς ὀφρῦς πυρρὰς ἔχει τις· ζωγραφοῦσιν ἀσβόλῳ.
13.23
συμβέβηκ’ εἶναι μέλαιναν· κατέπλασεν ψιμυθίῳ.
13.23
λευκόχρως λίαν τίς ἐστιν· παιδέρωτ’ ἐντρίβεται.
13.23
καλὸν ἔχει τοῦ σώματός τι· τοῦτο γυμνὸν δείκνυται.
13.23
εὐφυεῖς ὀδόντας ἔσχεν· ἐξ ἀνάγκης δεῖ γελᾶν,
13.23
ἵνα θεωρῶσ’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ.
13.23
ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν
13.23
ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε,
13.23
ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
13.23
μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν·
13.23
ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή.
13.23
ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.
13.24
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
13.24
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
13.24
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας·
13.24
παρ’ ὧν βεβαίως ἀσφαλῶς τ’ ἔξεστί σοι
13.24
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν.
13.24
ὅστις λέχη γὰρ σκότια νυμφεύει λάθρᾳ,
13.24
πῶς οὐχὶ πάντων ἐστὶν ἀθλιώτατος;
13.24
ἐξὸν θεωρήσαντι πρὸς τὸν ἥλιον
13.24
γυμνὰς ἐφεξῆς ἐπὶ κέρως τεταγμένας,
13.24
ἐν λεπτοπήνοις ὕφεσιν ἑστώσας, οἵας
13.24
Ἠριδανὸς ἁγνοῖς ὕδασι κηπεύει κόρας,
13.24
μικροῦ πρίασθαι κέρματος τὴν ἡδονήν,
13.24
καὶ μὴ λαθραίαν Κύπριν, αἰσχίστην νόσων
13.24
πασῶν, διώκειν, ὕβρεος οὐ πόθου χάριν.
13.24
Ἑλλάδος ἔγωγε τῆς ταλαιπώρου στένω (Eur.Iph.A.370),
13.24
ἣ Κυδίαν ναύαρχον ἐξεπέμψατο.
13.24
δεινά, δεινὰ κοὐκ ἀνασχετὰ
13.24
ἐν τῇ πόλει πράττουσιν οἱ νεώτεροι.
13.24
ὅπου γὰρ οὐσῶν μειράκων μάλ’ εὐπρεπῶν
13.24
ἐπὶ τοῖσι πορνείοισιν, ἃς ἔξεσθ’ ὁρᾶν
13.24
εἰληθερούσας, στέρν’ ἀπημφιεσμένας,
13.24
γυμνὰς ἐφεξῆς τ’ ἐπὶ κέρως τεταγμένας·
13.24
ὧν ἔστιν ἐκλεξάμενον ᾗ τις ἥδεται,
13.24
λεπτῇ, παχείᾳ, στρογγύλῃ, μακρᾷ, ῥικνῇ,
13.24
νέᾳ, παλαιᾷ, μεσοκόπῳ, πεπαιτέρᾳ·
13.24
μὴ κλίμακα στησάμενον εἰσβῆναι λάθρᾳ
13.24
μηδὲ δι’ ὀπῆς κάτωθεν εἰσδῦναι στέγης
13.24
μηδ’ ἐν ἀχύροισιν εἰσενεχθῆναι τέχνῃ.
13.24
αὐταὶ βιάζονται γὰρ εἰσέλκουσί τε
13.24
τοὺς μὲν γέροντας ὄντας ἐπικαλούμεναι
13.24
πατρίδια, τοὺς δ’ ἀπφάρια, τοὺς νεωτέρους.
13.24
καὶ τῶνδ’ ἑκάστην ἔστιν ἀδεῶς, εὐτελῶς,
13.24
μεθ’ ἡμέραν, πρὸς ἑσπέραν, πάντας τρόπους·
13.24
ἃς δ’ οὔτ’ ἰδεῖν ἔστ᾽, οὔθ’ ὁρῶντ’ ἰδεῖν σαφῶς,
13.24
αἰεὶ δὲ τετρεμαίνοντα καὶ φοβούμενον ...
13.24
δεδιότα, ἐν τῇ χειρὶ τὴν ψυχὴν ἔχοντα
13.24
ἃς πῶς ποτ᾽, ὦ δέσποινα ποντία Κύπρι (Eur.Hipp.415),
13.24
βινεῖν δύνανται, τῶν Δρακοντείων νόμων
13.24
ὁπόταν ἀναμνησθῶσι προσκινούμενοι;
13.25
σὺ δ’ εἰς ἅπαντας εὗρες ἀνθρώπους, Σόλων·
13.25
σὲ γὰρ λέγουσιν τοῦτ’ ἰδεῖν πρῶτον, μόνον
13.25
δημοτικόν, ὦ Ζεῦ, πρᾶγμα καὶ σωτήριον,
13.25
(καί μοι λέγειν τοῦτ’ ἐστὶν ἁρμοστόν, Σόλων)
13.25
μεστὴν ὁρῶντα τὴν πόλιν νεωτέρων
13.25
τούτους τ’ ἔχοντας τὴν ἀναγκαίαν φύσιν
13.25
ἁμαρτάνοντάς τ’ εἰς ὃ μὴ προσῆκον ἦν,
13.25
στῆσαι πριάμενόν τοι γυναῖκας κατὰ τόπους
13.25
κοινὰς ἅπασι καὶ κατεσκευασμένας.
13.25
ἑστᾶσι γυμναί, μὴ ᾽ξαπατηθῇς· πάνθ’ ὅρα.
13.25
οὐκ εὖ σεαυτοῦ τυγχάνεις ἔχων ......
13.25
.... ἔχεις πως· ἡ θύρα ᾽στ’ ἀνεῳγμένη.
13.25
εἷς ὀβολός· εἰσπήδησον· οὐκ ἔστ’ οὐδὲ εἷς
13.25
ἀκκισμὸς οὐδὲ λῆρος, οὐδ’ ὑφήρπασεν·
13.25
ἀλλ’ εὐθὺς ὡς βούλει σὺ χὢν βούλει τρόπον.
13.25
ἐξῆλθες· οἰμώζειν λέγ᾽, ἀλλοτρία ᾽στί σοι.
13.25
πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε
13.25
νεανίαι κλέπτουσι μεθυσοκότταβοι·
13.25
κᾆθ’ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι
13.25
ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο·
13.25
κἀκεῖθεν ἁρχὴ τοῦ πολέμου κατερράγη
13.25
Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν.
13.26
τὰς μὲν ἄλλας ἔστιν αὐλούσας ἰδεῖν
13.26
αὐλητρίδας πάσας Ἀπόλλωνος νόμον,
13.26
............. Διὸς νόμον·
13.26
αὗται δὲ μόνον αὐλοῦσιν Ἱέρακος νόμον,
13.26
αὕτη δὲ Λαὶς ἀργός ἐστι καὶ πότις,
13.26
τὸ καθ’ ἡμέραν ὁρῶσα πίνειν κἀσθίειν
13.26
μόνον, πεπονθέναι δὲ ταὐτά μοι δοκεῖ
13.26
τοῖς ἀετοῖς· οὗτοι γὰρ ὅταν ὦσιν νέοι
13.26
ἐκ τῶν ὀρῶν πρόβατ’ ἐσθίουσι καὶ λαγὼς
13.26
μετέωρ’ ἀναρπάζοντες ὑπὸ τῆς ἰσχύος·
13.26
ὅταν δὲ γηράσκωσιν ἤδη, τότε θεῶν
13.26
ἐπὶ τοὺς νεὼς ἵζουσι πεινῶντες κακῶς·
13.26
κἄπειτα τοῦτ’ εἶναι νομίζεται τέρας.
13.26
καὶ Λαὶς οὖν ὀρθῶς νομίζοιτ’ ἂν τέρας.
13.26
αὕτη γὰρ ὁπότ’ ἦν μὲν νεοττὸς καὶ νέα,
13.26
ὑπὸ τῶν στατήρων ἦν ἀπηγριωμένη,
13.26
εἶδες δ’ ἂν αὐτῆς Φαρνάβαζον θᾶττον ἄν·
13.26
ἐπεὶ δὲ δολιχὸν τοῖς ἔτεσιν ἤδη τρέχει
13.26
τὰς ἁρμονίας τε διαχαλᾷ τοῦ σώματος,
13.26
ἰδεῖν μὲν αὐτὴν ῥᾷόν ἐστιν ἢ πτύσαι·
13.26
ἐξέρχεταί τε πανταχόσ’ ἤδη πιομένη,
13.26
δέχεται δὲ καὶ στατῆρα καὶ τριώβολον,
13.26
προσίεται δὲ καὶ γέροντα καὶ νέον·
13.26
οὕτω δὲ τιθασὸς γέγονεν ὥστ᾽, ὦ φίλτατε,
13.26
τἀργύριον ἐκ τῆς χειρὸς ἤδη λαμβάνει.
13.26
τὴν ἐκ Κορίνθου Λαίδ’ οἶσθα; Β. πῶς γὰρ οὔ;
13.26
τὴν ἡμετέρειόν γ᾽. Α. ἦν ἐκείνῃ τις φίλη
13.26
Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον.
13.26
Α. νὴ τὸν Δί᾽, ἤνθει τότε Λαγίσκ᾽, ἤνθει τότε
13.26
καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή,
13.26
ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὰ πάνυ.
13.27
παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ’ ὅτι
13.27
οὔκ ἐστιν ἥδιστον ἀποθανεῖν βινοῦνθ’ ἅμα,
13.27
ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον.
13.27
ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
13.27
χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι. βαβαί,
13.27
ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες.
13.27
τὸ μὴ σφόδρ’ εἶναι πάνθ’ ἕτοιμα, δεῖν δέ τι
13.27
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
13.27
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε
13.27
νὴ τὸν Δία τὸν μέγιστον.’
13.27
ἔτι πολλὰ τοῦ Κυνούλκου θέλοντος λέγειν καὶ
13.27
‘οὐχ ὧδ’ ἐμόγησαν
13.27
ἐλπίδες ὥστ’ ἐχθρῶν συμμαχίαν καλέσαι,
13.27
ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα,
13.27
ἐπαρίστερ’ ἐν τῷ στόματι τὴν γλῶσσαν φορεῖς,
13.27
οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι,
13.28
ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
13.28
ὡραίας πρότερον, νῦν δ’ οὐχ ὑμῖν ἀγορεύω
13.28
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
13.28
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν,
13.28
τάδε νῦν ἑταίραις
13.28
ταῖς ἐμαῖσι τερπνὰ καλῶς ἀείσω.
13.28
Λατὼ καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἑταῖραι.
13.28
πεποιήκατ’ ἔργον οὐχ ἑταίρων γὰρ
13.28
... ἀλλ’ ἑταιρῶν· ταὐτὰ δ’ ὄντα γράμματα
13.28
τὴν προσαγόρευσιν οὐ σφόδρ’ εὔσχημον ποιεῖ.
13.29
ἔπειτά γ’ εἰσίοντ᾽, ἐὰν λυπούμενος
13.29
τύχῃ τις ὑμῶν, ἐκολάκευσεν ἡδέως·
13.29
ἐφίλησεν οὐχὶ συμπιέσασα τὸ στόμα
13.29
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
13.29
χανοῦσ’ ὁμοίως· ἧς ἐπαρεμυθήσατο
13.29
ἐποίησέ θ’ ἱλαρὸν εὐθέως τ’ ἀφεῖλε πᾶν
13.29
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
13.29
ὡς δ’ ἐδείπνει κοσμίως,
13.29
οὐχ ὥσπερ ἄλλαι τῶν πράσων ποιούμεναι
13.29
τολύπας ἔσαττον τὰς γνάθους καὶ τῶν κρεῶν
13.29
ἀπέβρυκον αἰσχρῶς, ἀλλ’ ἑκάστου μικρὸν ἂν
13.29
ἀπεγεύεθ’ ὥσπερ παρθένος Μιλησία.
13.29
οὗτος δ’ ὃν λέγω
13.29
ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς
13.29
ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο,
13.29
ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν,
13.29
ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης,
13.29
ὄντως ἑταίρας. αἱ μὲν ἄλλαι τοὔνομα
13.29
βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.
13.29
ἐὰν δέ τις μέτρια καὶ λέγουσα .......
13.29
τοῖς δεομένοις τινων ὑπουργῇ πρὸς χάριν,
13.29
ἐκ τῆς ἑταιρείας ἑταίρα τοὔνομα
13.29
προσηγορεύθη. καὶ σὺ νῦν οὐχ ὡς λέγεις
13.29
πόρνης, ἑταίρας δ’ εἰς ἔρωτα τυγχάνεις
13.29
ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν
13.29
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.
13.30
διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων
13.30
ἑκάστοτ’ ἐπεδείπνει μεθ’ ἡμῶν· τοῦτο δ’ ἦν,
13.30
ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.
13.30
ὅταν γὰρ ὢν νέος
13.30
ἀλλότριον εἰσελθὼν ὄψον ἐσθίειν μάθῃ
13.30
ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ,
13.30
διδόναι νόμιζ’ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
13.31
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
13.31
ἀλλ’ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
13.32
αἵδ’ ὑπὲρ Ἑλλήνων τε καὶ εὐθυμάχων πολιητᾶν
13.32
ἔσταθεν εὔχεσθαι Κύπριδι δαιμονίᾳ·
13.32
οὐ γὰρ τοξοφόροισιν ἐμήσατο δῖ’ Ἀφροδίτα
13.32
Πέρσαις Ἑλλάνων ἀκρόπολιν προδόμεν.
13.33
ὦ Κύπρου δέσποινα, τεὸν δεῦτ’ ἐς ἄλσος
13.33
φορβάδων κορᾶν ἀγέλαν ἑκατόγγυιον Ξενοφῶν τελέαις
13.33
ἐπήγαγ’ εὐχωλαῖς ἰανθείς.
13.33
πολύξεναι νεάνιδες ἀμφίπολοι
13.33
Πειθοῦς ἐν ἀφνειῷ Κορίνθῳ,
13.33
αἵτε τὰς χλωρᾶς λιβάνου ξανθὰ δάκρη
13.33
θυμιᾶτε, πολλάκι ματέρ’ Ἐρώτων οὐράνιαι πτάμεναι
13.33
νόημα ποττὰν Ἀφροδίταν·
13.33
ὑμῖν ἄνωθεν ἀπαγορίας ἔπορεν,
13.33
ὦ παῖδες, ἐρατειναῖς ἐν εὐναῖς
13.33
μαλθακᾶς ὥρας ἀπὸ καρπὸν δρέπεσθαι.
13.33
σὺν δ’ ἀνάγκᾳ πᾶν καλόν.
13.33
ἀλλὰ θαυμάζω τί με λεξοῦντι Ἰσθμοῦ
13.33
δεσπόται τοιάνδε μελίφρονος ἀρχὰν εὑρόμενον σκολιοῦ,
13.33
ξυνάορον ξυναῖς γυναιξί.
13.33
ἐδιδάξαμεν χρυσὸν καθαρᾷ βασάνῳ.
13.33
Ἀφροδίσι’ ἦγε ταῖς ἑταίραις ἡ πόλις,
13.33
ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις.
13.33
ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος
13.33
ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
13.33
μεθύειν μεθ’ ἡμῶν.
13.34
Ἀλκιβιάδην τὸν ἁβρόν, ὦ γῆ καὶ θεοί,
13.34
ὃν ἡ Λακεδαίμων μοιχὸν ἐπιθυμεῖ λαβεῖν,
13.37
Ἀβρότονον Θρήισσα γυνὴ γένος· ἀλλὰ τεκέσθαι
13.37
τὸν μέγαν Ἕλλησιν φασὶ Θεμιστοκλέα.
13.39
ὑπερβολῇ δὲ τῆς Λεαίνης σχῆμά τι
13.39
περαινομένης εὖ παρά τε τῷ Δημητρίῳ
13.39
εὐημερούσης, φασὶ καὶ τὴν Λάμιαν
13.39
τὸν βασιλέ’ εὐμελῶς κελητίσαι ποτὲ
13.39
ἐπαινεθῆναί θ᾽. ἣ δὲ τοῦτ’ ἀπεκρίθη·
13.39
‘πρὸς ταῦτα καὶ Λέαιναν, εἰ βούλει, κράτει (Eur. M. 1355).’
13.39
Δημήτριός ποθ’ ὁ βασιλεὺς γένη μύρων
13.39
Λαμίᾳ παρὰ πότον παντοδαπῶν ἐπεδείκνυτο.
13.39
ἡ Λάμια δ’ ἦν αὐλητρίς, ἧς σφόδρ’ ἡδέως
13.39
σχεῖν φασι κνησθῆναί τε τὸν Δημήτριον.
13.39
ἀποδοκιμαζούσης δὲ πάντα καὶ πάνυ
13.39
κατεγχλιδώσης τῷ βασιλεῖ, νάρδον τινὰ
13.39
διένευσ’ ἐνεγκεῖν εὐχερῆ, τῇ χειρί τε
13.39
ταἰδοῖον ἀποτρίψας καὶ θιγὼν τοῖς δακτύλοις
13.39
‘τουτί γε, Λάμια, φησίν, ὀσφράνθητι καὶ
13.39
εἴσει παρὰ τἄλλα διαφορὰν ὅσην ἔχει.’
13.39
κείνη δὲ γελάσασ’ ‘ἀλλὰ τοῦτ᾽, ἔφη, τάλαν,
13.39
ὄζειν δοκεῖ μοι σαπρότατον πάντων πολύ.’
13.39
Δημήτριος δ’ εἶπ᾽· ‘ἀλλὰ μήν, νὴ τοὺς θεούς,
13.39
ἀπὸ βαλάνου τοῦτ’ ἐστί, Λάμια, βασιλικῆς.’
13.41
ἴσως δ’ ἂν ἀπορήσαι τις εὐλόγως θ’ ἅμα
13.41
τῶν νῦν ἀκροατῶν, εἴ τις Ἀττικὴ γυνὴ
13.41
προσηγορεύετ’ ἢ ἐνομίσθη Μανία.
13.41
αἰσχρὸν γὰρ ὄνομα Φρυγιακὸν γυναῖκ’ ἔχειν,
13.41
καὶ ταῦθ’ ἑταίραν ἐκ μέσης τῆς Ἑλλάδος,
13.41
μὴ τὴν Ἀθηναίων τι κωλῦσαι πόλιν,
13.41
ὑφ’ ἧς ἅπαντές εἰσ’ ἐπηνορθωμένοι.
13.41
τὸ μὲν οὖν ὑπάρχον εὐθέως ἐκ παιδίου
13.41
αὐτῇ Μέλιττ’ ἦν ὄνομα. τῷ μεγέθει μὲν ἦν
13.41
τῶν τότε γυναικῶν βραχύ τι καταδεεστέρα·
13.41
φωνῇ δ’ ὁμιλίᾳ τε κεχορηγημένη
13.41
πάνυ τ’ εὐπρόσωπος οὖσα καὶ καταπληκτικὴ
13.41
πολλοὺς ἐραστὰς καὶ πολίτας καὶ ξένους
13.41
ἔχουσ’ — ὅπου περὶ τῆς γυναικός τις λόγος
13.41
γένοιτο, μανίαν τὴν Μέλιτταν ὡς καλὴν
13.41
ἔφασκον εἶναι, καὶ προσεξειργάζετο
13.41
αὐτὴ τὸ πλεῖον. ἡνίκα σκώψειε γάρ,
13.41
ῥημάτιον εὐθὺ τοῦτο ‘μανίαν’ ἀνεβόα,
13.41
αὐτή θ’ ὅτ’ ἐπαινοίη τιν’ ἢ ψέγοι πάλιν,
13.41
ἐπ’ ἀμφοτέρων προσέκειτο μανία τῶν λόγων.
13.41
διὸ τῆς μανίας τὸ ῥῆμ’ ἐπεκτείνας δοκεῖ
13.41
καλέσαι τις αὐτὴν τῶν ἐραστῶν Μανίαν·
13.41
μᾶλλον τὸ πάρεργον ἐπεκράτησ’ ἢ τοὔνομα.
13.41
ἐδόκει δὲ λιθιᾶν, ὡς ἔοιχ᾽, ἡ Μανία·
13.41
Γνάθαινα δ’ εἰς τὰ στρώμαθ’ ὅτι προίετο,
13.41
ἐνουθετήθη τοῦτό πως ὑπὸ Διφίλου.
13.41
μετὰ ταῦτα δ’ ἡ Γνάθαινα πρὸς τὴν Μανίαν
13.41
ἐλοιδορεῖτο καὶ λέγει ‘τί τοῦτο, παῖ,
13.41
εἰ καὶ λίθον εἶχες;’ ὑπολαβοῦσ’ ἡ Μανία
13.41
‘ἔδωκ’ ἄν, ἵν’ εἶχες, φήσ᾽, ἀποψᾶσθαι, τάλαν.’
13.42
τῆς Μανίας ἤρα Λεοντίσκος ποτὲ
13.42
ὁ παγκρατιαστὴς καὶ συνεῖχ’ αὐτὴν μόνος
13.42
γαμετῆς τρόπον γυναικός. ὑπὸ δ’ Ἀντήνορος
13.42
ἀπέπεμψε ταύτην· διαλιποῦσα δ’ ἡ ἑταίρα
13.42
‘μηθὲν παρὰ τοῦτο, φησί, λυποῦ, φίλτατε·
13.42
οὐ γὰρ σὺ φεύγων ἀπέβαλες τὴν ἀσπίδα,
13.42
μὰ τὴν Ἀφροδίτην, ἀλλ’ ὁ σοὶ χρήσας τότε.’
13.42
ἐν συμποσίῳ δ᾽, ὥς φασι, παρὰ τῇ Μανίᾳ
13.42
παρεδέξατ’ αὐτὴν τῶν πονηρῶν τις πάνυ.
13.42
κᾆθ’ ὡς ἐπηρώτησε ‘πότερ’ ἄνω θέλεις
13.42
ἐλθοῦσ’ ἅμα βαλεῖν ἢ κάτω;’ γελάσασ’ ‘ἄνω,
13.42
βέλτιστε, φησίν. ὑπό τι γὰρ δέδοικά σε,
13.42
μή μου προπεσούσης τοὐμπλόκιον ὑπεκτράγῃς.’
13.43
[παρὰ Γναθαίνῃ Δίφιλος πίνων ποτὲ
13.43
‘ψυχρόν γ᾽, ἔφη, τἀγγεῖον, ὦ Γνάθαιν᾽, ἔχεις.’
13.43
‘τῶν σῶν γάρ, εἶπεν, ἐπιμελῶς, ὦ Δίφιλε,
13.43
εἰς αὐτό γ’ αἰεὶ δραμάτων ἐμβάλλομεν.’]
13.43
πρὸς τὴν Γνάθαιναν Δίφιλος κληθείς ποτε
13.43
ἐπὶ δεῖπνον, ὡς λέγουσι, τοῖς Ἀφροδισίοις,
13.43
τιμώμενος μάλιστα τῶν ἐρωμένων
13.43
(ᾔδει δ’ ὑπ’ αὐτῆς ἐκτενῶς ἀγαπώμενος)
13.43
παρῆν ἔχων δύο Χῖα, Θάσια τέτταρα,
13.43
μύρον, στεφάνους, τραγήματ᾽, ἔριφον, ταινίας,
13.43
ὄψον, μάγειρον, τὰ μετὰ ταῦτ’ αὐλητρίδα.
13.43
καὶ τῶν ἐραστῶν Συριακοῦ τινος ξένου
13.43
πέμψαντος αὐτῇ χιόνα σαπέρδην θ’ ἕνα,
13.43
ἔσκωπτεν εἰς Ἄδωνιν. ἀναγώγως δέ πως
13.43
τοῦ μειρακίσκου καὶ τυραννικώτερον
13.43
αὐτῇ συναντήσαντος ἐμβλέψασα τῇ
13.43
θυγατρὶ μετ’ αὐτῆς συμπορευομένῃ λέγει·
13.43
‘δικαιότερον ἦν, ὦ τέκνον, νὴ τὼ θεώ ....’
13.43
λέγουσι Ποντικόν τι μειρακύλλιον
13.43
ἀναπαυόμενον μετὰ τῆς Γναθαίνης ἀξιοῦν
13.43
πρῷον γενόμενον, ὥστε τὴν πυγὴν ἅπαξ
13.43
αὐτῷ παρασχεῖν· τὴν δὲ τοῦτ’ εἰπεῖν ‘τάλαν,
13.43
ἔπειτα τὴν πυγήν με νῦν αἰτεῖς, ὅτε
13.43
τὰς ὗς ἐπὶ νομὴν καιρός ἐστιν ἐξάγειν;’
13.44
εἰς τὰς Ἀθήνας παρεπιδημήσας ξένος
13.44
σατράπης πάνυ γέρων, ὡς ἐνενήκοντ’ ὢν ἐτῶν,
13.44
Κρονίοις ἀπιοῦσαν εἶδε τὴν Γναθαίνιον
13.44
μετὰ τῆς Γναθαίνης ἐξ Ἀφροδισίου τινός,
13.44
τό τ’ εἶδος αὐτῆς τοὺς ῥυθμούς τε καταμαθὼν
13.44
ἐπυνθάνετο μίσθωμα πράσσεται πόσον
13.44
τῆς νυκτός. ἡ Γνάθαινα δ’ εἰς τὴν πορφύραν
13.44
καὶ τὰ δόρατ’ ἀποβλέψασα δραχμὰς χιλίας
13.44
ἔταξεν. ὃ δ’ ἄφνω καιρίμην πληγεὶς ‘παπαῖ,
13.44
ζωγρεῖς, γύναι, φήσ᾽, ἕνεκα τοῦ στρατιωτικοῦ·
13.44
μνᾶς πραξαμένη δὲ πέντε τὰς σπονδὰς ποοῦ
13.44
καὶ στρῶσον ἡμῖν ἔνδον.’ ἣ δ’ ἐπιδέξιον
13.44
βουλόμενον εἶναι τὸν σατράπην ἀπεδέξατο,
13.44
εἶπεν δέ· ‘.... δὸς ὅσον ἐπιθυμεῖς, πάτερ·
13.44
οἶδα γὰρ ἀκριβῶς καὶ πέποιθα τοῦθ’ ὅτι
13.44
εἰς νύκτ’ ἀποδώσεις τῷ θυγατρίῳ μου διπλοῦν.’
13.44
ἐν ταῖς Ἀθήναις χαλκοτύπος σφόδρ’ εὐφυής,
13.44
καταλελυκυίας τῆς Γναθαινίου σχεδὸν
13.44
οὐκέτι θ’ ἑταιρεῖν ὑπομενούσης διὰ τό πως
13.44
τὸν Ἀνδρόνικον ἡδέως αὐτῆς ἔχειν
13.44
τὸν ὑποκριτήν· τότε δ’ ὄντος ἐν ἀποδημίᾳ,
13.44
ἐξ οὗ γεγονὸς ἦν ἄρρεν αὐτῷ παιδίον,
13.44
οὐχ ὑπομένουσαν τὴν Γναθαίνιον λαβεῖν
13.44
μίσθωμα, λιπαρῶν δὲ καὶ προσκείμενος
13.44
πολὺ δαπανήσας ἔσχεν αὐτὴν χρυσίον.
13.44
ἀνάγωγος ὢν δὲ καὶ βάναυσος παντελῶς
13.44
ἐν σκυτοτομείῳ μετά τινων καθήμενος
13.44
κατεσχόλαζε τῆς Γναθαινίου λέγων,
13.44
ἑτέρῳ τρόπῳ μὲν μὴ συγγεγενῆσθαι μηδενί,
13.44
ἑξῆς καθιππάσθαι δ’ ὑπ’ αὐτῆς πεντάκις.
13.44
μετὰ ταῦτ’ ἀκούσας Ἀνδρόνικος τὸ γεγονὸς
13.44
ἐκ τῆς Κορίνθου προσφάτως ἀφιγμένος
13.44
...... πικρῶς τε λοιδορούμενος
13.44
παρὰ τὸν πότον ταῦτ’ ἔλεγε τῇ Γναθαινίῳ,
13.44
αὐτὸν μὲν ἀξιοῦντα μὴ τετευχέναι
13.44
τούτου παρ’ αὐτῆς μηδέποτε τοῦ σχήματος,
13.44
ἐν τῷδε δ’ ἑτέρους ἐντρυφᾶν μαστιγίας.
13.44
ὃς οὐ δυνάμενος τότε παρελθεῖν ῥᾳδίως,
13.44
ἀλλὰ στενοχωρῶν εἶπεν ‘ὦ τρισάθλιε
13.44
ὀνηλάτ᾽, εἰ μὴ θᾶττον ἐκστήσῃ ποτὲ
13.44
ἐκ τῆς ὁδοῦ, τὰ γύναια ταυτὶ καταβαλῶ
13.44
σὺν τοῖς ὀναρίοις, φησί, καὶ ταῖς ἀστράβαις.’
13.44
Γναθαίνιον δ’ εἶπ’ ‘ὦ τάλαν, μὴ δῆτ᾽, ἄνερ·
13.44
οὐδέποτε γὰρ τοῦτ’ ἐστί σοι πεπραγμένον.’
13.45
ἑξῆς δὲ καὶ ταῦτ’ ἀναγράφει·
13.45
Λαίδα λέγουσι τὴν Κορινθίαν ποτὲ
13.45
Εὐριπίδην ἰδοῦσαν ἐν κήπῳ τινὶ
13.45
πινακίδα καὶ γραφεῖον ἐξηρτημένον
13.45
ἔχοντ᾽· ‘ἀπόκριναι, φησίν, ὦ ποιητά μοι,
13.45
τί βουλόμενος ἔγραψας ἐν τραγῳδίᾳ
13.45
‘ἔρρ᾽, αἰσχροποιέ (Med. 1346) ’ʼ;’ καταπλαγεὶς δ’ Εὐριπίδης
13.45
τὴν τόλμαν αὐτῆς ‘σὺ γάρ, ἔφη, τίς εἶ, γύναι;
13.45
οὐκ αἰσχροποιός;’ ἣ δὲ γελάσασ᾽ ἀπεκρίθη
13.45
‘τί δ’ αἰσχρόν, εἰ μὴ τοῖσι χρωμένοις δοκεῖ (Eur. fr. 19 N) ;ʼ’
13.45
ἡ Γλυκέριον λαβοῦσα παρ’ ἐραστοῦ τινος
13.45
Κορίνθιον παράπηχυ καινὸν λῄδιον
13.45
ἔδωκεν εἰς γναφεῖον· εἶτ’ ἐπεὶ τέλος
13.45
ἔδοξ’ ἔχειν, πέμψασα τὴν θεραπαινίδα
13.45
τὸ μισθάριον ἔχουσαν ἐκέλευ’ ἀποφέρειν
13.45
θοἰμάτιον. ὁ γναφεὺς δ’ εἶπεν· ‘ἄν γ’ ἐλᾳδίου
13.45
ταρτημόριά μοι, φησί, προσενέγκῃς τρία,
13.45
κόμισαι. τὸ κωλῦον γάρ ἐστι τοῦτό με.’
13.45
ἣ δ’ ὡς ἀπήγγειλ᾽, ‘ὦ τάλαιν᾽, εἶπεν, κακῶν’
13.45
ἡ Γλυκέριον, ‘μέλλει γὰρ ὥσπερ μαινίδας
13.45
ἀποτηγανίζειν, φησί, μου τὸ λῄδιον.’
13.45
εἰσῆλθεν ἐπὶ κώθωνα πρὸς τὸν βασιλέα
13.45
Πτολεμαῖον· εἰώθει δὲ συμπίνειν αἰεὶ
13.45
αὐτῷ. λέγει δ’ οὖν ὑστεροῦσα παρὰ πολύ·
13.45
‘Πτολεμαῖε, διψῶ, φησί, παππία, σφόδρα·
13.45
ἀλλ’ ἐγχεάτω μοι τέτταρας κοτύλας ἔπειτα
13.45
εἰς τὴν μεγάλην.’ ἔπειτεν ὁ βασιλεὺς λέγει·
13.45
‘εἰς τὴν λεκάνην μὲν οὖν· δοκεῖς γάρ μοι πολύν,
13.45
Ἵππη, πάνυ χόρτον, φησί, καταβεβρωκέναι.’
13.45
Φρύνην ἐπείρα Μοίριχος τὴν Θεσπικήν·
13.45
κἄπειτεν αἰτήσασαν αὐτὸν μνᾶν μίαν
13.45
ὁ Μοίριχος ‘μέγ᾽, εἶπεν· οὐ πρῴην δύο
13.45
χρυσοῦς λαβοῦσα παρεγένου ξένῳ τινί;’
13.45
‘περίμενε τοίνυν καὶ σύ, φησίν, ἕως ἂν οὗ
13.45
βινητιάσω, καὶ τοσοῦτον λήψομαι.’
13.45
Νικὼ λέγεται τὴν Αἶγα, Πύθωνός τινος
13.45
αὐτήν ποτ’ ἀπολιπόντος, Εὔαρδιν δὲ τὴν
13.45
παχεῖαν ἀναλαβόντος, εἶτεν ὕστερον
13.45
μεταπεμπομένου ποθ᾽, ὡς ἔοικ᾽, αὐτήν, λέγειν
13.45
πρὸς τὸν μετιόντα παῖδα· ‘Πύθων, φήσ᾽, ἐπεὶ
13.45
ἤδη διάμεστος τῶν ὑείων ἐγένετο,
13.45
ἐπ’ αἴγει’ οἷός ἐστιν ἀνακάμπτειν πάλιν;’
13.46
γυνὴ τὸ σῶμα δι’ ἀργίαν
13.46
ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.
13.50
καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
13.50
αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάττονας
13.50
σίτου παραπέμψαι καὶ πολίτην γεγονέναι.
13.50
Β. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
13.50
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.
13.51
ἑωθινὸς γάρ, πρίν τιν’ αὐλιτῶν ὁρᾶν,
13.51
θαλλὸν χιμαίρᾳ προσφέρων νεοσπάδα
13.51
εἶδον στρατὸν στείχοντα παραλίαν ἄκραν.
13.51
Νάννιον δὲ μαίνεται
13.51
ἐπὶ τῷ Διονύσῳ,
13.51
οὐκ ἐπείρα Νάννιον;
13.52
ἔπειτα τῆς αὐτῆς ὁδοῦ
13.52
πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
13.52
αὐτὴν κέλευε, φησί, καὶ παρ’ Ὠκίμου
13.52
χαλκώματα.
13.52
Χρυσίδα, Κορώνην, Ἀντίκυραν, Ἰσχάδα,
13.52
καὶ Ναννάριον ἔσχηκας ὡραίαν σφόδρα.
13.52
οὐχὶ Κερκώπη μὲν ἤδη γέγον’ ἔτη τρισχίλια,
13.52
ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;
13.52
Θεολύτην δ’ οὐδ᾽ οἶδεν οὐδεὶς ὅτε τὸ πρῶτον ἐγένετο.
13.52
οὐχὶ Λαὶς μὲν τελευτῶσ’ ἀπέθανεν βινουμένη,
13.52
Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;
13.52
Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·
13.52
περὶ δὲ Ναίδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.
13.52
τοῦ μή ποτ’ αὐτὸν ἐμπεσεῖν εἰς Λαίδα
13.52
φερόμενον ἢ Μηκωνίδ’ ἢ Σισύμβριον
13.52
ἢ Βάραθρον ἢ Θάλλουσαν ἢ τούτων τινά,
13.52
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
13.53
γραμμοδιδασκαλίδην, ἀναγωγότατον ζωόντων.
13.55
εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;
13.55
Β. νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ
13.55
Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους.
13.55
τῆσδέ ποθ’ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκὴν
13.55
Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου,
13.55
Λαίδος· ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος·
13.55
κεῖται δ’ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις.
13.56
Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίρην,
13.56
ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.
13.56
ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
13.56
πρωτοπόρου, δι’ ὅσης ἤλθετε πυρκαιῆς.
13.57
ὥσπερ Σέλευκος δεῦρ’ ἔπεμψε τὴν τίγριν,
13.57
ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει
13.57
τι ἡμᾶς παρ’ ἡμῶν ἀντιπέμψαι θηρίον
13.57
τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτ’ αὐτόθι.’
13.57
ἄνοιγ᾽, ἄνοιγε τὴν θύραν· ἐλάνθανον
13.57
πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος,
13.57
ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.
13.59
Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα,
13.59
ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,
13.59
Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ βάλλω
13.59
οὐκέτ’ ὀιστεύων, ἀλλ’ ἀτενιζόμενος.
13.60
Φρύνη ποθ’ ἡμῶν γέγονεν ἐπιφανεστάτη
13.60
πολὺ τῶν ἑταιρῶν. καὶ γὰρ εἰ νεωτέρα
13.60
τῶν τότε χρόνων εἶ, τόν γ’ ἀγῶν’ ἀκήκοας.
13.60
βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
13.60
τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος ...
13.60
καὶ τῶν δικαστῶν καθ’ ἕνα δεξιουμένη
13.60
μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
13.61
κλῦθί μευ εὐχομένου, Κουροτρόφε· δὸς δὲ γυναῖκα
13.61
τήνδε νέων μὲν ἀναίνεσθαι φιλότητα καὶ εὐνήν,
13.61
ἣ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
13.61
ὧν ἰσχὺς μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ.
13.61
φίλη γὰρ ἡ Θεωρίς.
13.62
ἐρᾷ δὲ Λαὶς οὐ διὰ σὲ Φιλωνίδου;
13.62
καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν
13.62
ἰδεῖν με συκάζουσαν εὐναίαν ἔτι,
13.62
τόν τ’ αὐλοτρύπην αὐτόν ....
13.66
συκῆ πετραίη πολλὰς βόσκουσα κορώνας,
13.66
εὐήθης ξείνων δέκτρια Πασιφίλη.
13.67
βασίλισσ’ ἔσῃ Βαβυλῶνος, ἂν οὕτω τύχῃ·
13.67
τὴν Πυθιονίκην οἶσθα καὶ τὸν Ἅρπαλον.
13.68
ἔστιν δ’ ὅπου μὲν ὁ κάλαμος πέφυχ’ ὅδε
13.68
φέτωμ’ ἄορνον. οὑξ ἀριστερᾶς δ’ ὅδε
13.68
πόρνης ὁ κλεινὸς ναός, ὃν δὴ Παλλίδης
13.68
τεύξας κατέγνω διὰ τὸ πρᾶγμ’ αὑτοῦ φυγήν.
13.68
ἐνταῦθα δὴ τῶν βαρβάρων τινὲς μάγοι
13.68
ὁρῶντες αὐτὸν παγκάκως διακείμενον
13.68
ἔπεισαν ὡς ἄξουσι τὴν ψυχὴν ἄνω
13.68
τὴν Πυθιονίκης.
13.68
ἐκμαθεῖν δέ σου ποθῶ
13.68
μακρὰν ἀποικῶν κεῖθεν, Ἀτθίδα χθόνα
13.68
τίνες τύχαι καλοῦσιν ἢ πράττουσι τί.
13.68
Α. ὅτε μὲν ἔφασκον δοῦλον ἐκτῆσθαι βίον,
13.68
ἱκανὸν ἐδείπνουν· νῦν δὲ τὸν χέδροπα μόνον
13.68
καὶ τὸν μάραθον ἔσθουσι, πυροὺς δ’ οὐ μάλα.
13.68
Β. καὶ μὴν ἀκούω μυριάδας τὸν Ἅρπαλον
13.68
αὐτοῖσι τῶν Ἀγῆνος οὐκ ἐλάσσονας
13.68
σίτου διαπέμψαι καὶ πολίτην γεγονέναι.
13.68
Α. Γλυκέρας ὁ σῖτος οὗτος ἦν· ἔσται δ’ ἴσως
13.68
αὐτοῖσιν ὀλέθρου κοὐχ ἑταίρας ἀρραβών.
13.69
Δωρίχα, ὀστέα μὲν σὰ πάλαι κόνιν, ἕσσατο δ’ ἑσμὸς
13.69
χαίτης ἥ τε μύρων ἔκπνοος ἀμπεχόνη,
13.69
ᾗ ποτε τὸν χαρίεντα περιστέλλουσα Χάραξον
13.69
σύγχρους ὀρθρινῶν ἥψαο κισσυβίων.
13.69
Σαπφῷαι δὲ μένουσι φίλης ἔτι καὶ μενέουσιν
13.69
ᾠδῆς αἱ λευκαὶ φθεγγόμεναι σελίδες.
13.69
οὔνομα σὸν μακαριστόν, ὃ Ναύκρατις ὧδε φυλάξει,
13.69
ἔστ’ ἂν ἴῃ Νείλου ναῦς ἐφ’ ἁλὸς πελάγη.
13.71
οἵην μὲν φίλος υἱὸς ἀνήγαγεν Οἰάγροιο
13.71
Ἀγριόπην Θρῇσσαν στειλάμενος κιθάρην
13.71
Ἁιδόθεν· ἔπλευσεν δὲ κακὸν καὶ ἀπειθέα χῶρον,
13.71
ἔνθα Χάρων ἀκοὴν ἕλκεται εἰς ἄκατον
13.71
ψυχὰς οἰχομένων, λίμνης δ’ ἐπὶ μακρὸν ἀυτεῖ
13.71
ῥεῦμα διὲκ μεγάλων ῥυομένης δονάκων.
13.71
πόλλ’ ἔτλη παρὰ κῦμα μονόζωστος κιθαρίζων
13.71
Ὀρφεύς, παντοίους δ’ ἐξανέπεισε θεούς·
13.71
Κωκυτόν τ’ ἀθέμιστον ἐπ’ ὀφρύσι μηνίσαντα
13.71
ἠδὲ καὶ αἰνοτάτου βλέμμ’ ὑπέμεινε κυνός,
13.71
ἐν πυρὶ μὲν φωνὴν τεθοωμένου, ἐν πυρὶ δ’ ὄμμα,
13.71
σκληρὸν τριστοίχοις δεῖμα φέρων κεφαλαῖς.
13.71
ἔνθεν ἀοιδιάων μεγάλους ἀνέπεισεν ἄνακτας
13.71
Ἀγριόπην μαλακοῦ πνεῦμα λαβεῖν βιότου.
13.71
Μουσαῖος Χαρίτων ἤρανος Ἀντιόπην·
13.71
εὐασμὸν κρυφίων ἐξεφόρει λογίων,
13.71
Δήμητρα· γνωστὴ δ’ ἐστὶ καὶ εἰν Ἀίδῃ.
13.71
Ἡσίοδον πάσης ἤρανον ἱστορίης
13.71
ἔνθεν ὅ γ’ Ἠοίην μνώμενος Ἀσκραικὴν
13.71
ὑμνῶν ἐκ πρώτης παιδὸς ἀνερχόμενος.
13.71
ἥδιστον πάντων δαίμονα μουσοπόλον,
13.71
ᾠδῇσιν πινυτῆς εἵνεκα Πηνελόπης·
13.71
πολλὸν ἀπ’ εὐρείης λειπόμενος πατρίδος·
13.71
καὶ Σπάρτην, ἰδίων ἁπτόμενος παθέων.
13.71
ἦχον καὶ μαλακοῦ πνεῦμ’ ἀπὸ πενταμέτρου.
13.71
κνημωθεὶς κώμους εἶχε σὺν Ἑξαμύῃ.
13.71
ἐχθρὸν μισήσας οἷ’ ἀνέπεμψεν ἔπη.
13.71
πληγεὶς Πακτωλοῦ ῥεῦμ’ ἐπέβη ποταμοῦ·
13.71
κλαίων, αἰάζων δ’ ἦλθεν ἀποπρολιπὼν
13.71
ἱράς, ἐκ παντὸς παυσάμενος καμάτου.
13.71
Σαπφοῦς φορμίζων ἱμερόεντα πόθον,
13.71
Τήιον ἀλγύνων ἄνδρα πολυφραδίῃ.
13.71
στελλομένην πολλαῖς ἄμμιγα Λεσβιάσι·
13.71
οἰνηρῇ δείρῃ κεκλιμένην πατρίδα,
13.71
πολλάκις Αἰολικοῦ κύματος ἀντιπέρας.
13.71
λείπουσ’ ἐν τραγικαῖς ᾖδε χοροστασίαις
13.71
καὶ πάντων μῖσος κτώμενον ἐκ συνοχῶν
13.71
τόξου νυκτερινὰς οὐκ ἀποθέσθ’ ὀδύνας·
13.71
Αἰγείων, μέθεπεν δ’ Ἀρχέλεω ταμίην·
13.71
Ἀμφιβίου στυγνῶν ἀντιάσαντι κυνῶν.
13.71
Βάκχου καὶ λωτοῦ πιστότατον ταμίην
13.71
ὠρυγῇ ταύτης ἦλθε διὰ πτόλεως,
13.71
αὐτοῖς μηλείοις θήκαθ’ ὑπὸ προγόνοις.
13.71
Κῷοι χάλκειον θῆκαν ὑπὸ πλατάνῳ
13.71
ῥήματα καὶ πᾶσαν τρυόμενον λαλιήν.
13.71
ἀνθρώπων, σκολιὴν μαιόμενοι σοφίην,
13.71
καὶ δεινὴ μύθων κῆδος ἔχουσ’ ἀρετή,
13.71
φαινόμενον, δεινὸν δ’ ἦλθον ὑφ’ ἡνίοχον.
13.71
Πυθαγόρην, ἑλίκων κομψὰ γεωμετρίης
13.71
βαιῇ ἐνὶ σφαίρῃ πάντ’ ἀπομασσόμενον.
13.71
ἀνθρώπων εἶναι Σωκράτη ἐν σοφίῃ
13.71
ψυχῆς κουφοτέρας ἐξεπόνησ’ ἀνίας,
13.71
εὗρε, λόγῳ πολλὰς εὑρόμενος διόδους.
13.71
δεινὸν ὅτ’ Ἀπιδανῆς Λαίδος ἠράσατο
13.71
φεύγων ουδαμενον ἐξεφόρησε βίωι.
13.72
σφαίρῃ δεῦτέ με πορφυρέῃ
13.72
βάλλων χρυσοκόμης Ἔρως
13.72
νήνι ποικιλοσαμβάλῳ
13.72
συμπαίζειν προκαλεῖται.
13.72
ἣ δ’ (ἐστὶν γὰρ ἀπ’ εὐκτίτου
13.72
Λέσβου) τὴν μὲν ἐμὴν κόμην
13.72
(λευκὴ γάρ) καταμέμφεται,
13.72
πρὸς δ’ ἄλλην τινὰ χάσκει.
13.72
κεῖνον, ὦ χρυσόθρονε Μοῦσ᾽, ἔνισπες
13.72
ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς
13.72
Τήιος χώρας ὃν ἄειδε τερπνῶς
13.72
πρέσβυς ἀγαυός.
13.72
τίς δ’ ἔστ’ ἀνάγκη δυστυχεῖν ἐν πλείοσιν,
13.72
ἐξὸν σιωπᾶν κἀν σκότῳ κρύπτειν τάδε;
13.73
τὴν Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;
13.73
ἣν οὐδ’ ἂν εἴποις οὐδὲ μετρήσειας ἂν
13.73
ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται.
13.73
αὕτη τρέφει σὲ κἀμὲ καὶ πάντας βροτούς.
13.73
τεκμήριον δέ, μὴ λόγῳ μόνον μάθῃς·
13.73
ἔργῳ δὲ δείξω τὸ σθένος τὸ τῆς θεοῦ
13.73
ἐρᾷ μὲν ὄμβρου γαῖ᾽, ὅτε ξηρὸν πέδον
13.73
ἄκαρπον αὐχμῷ νοτίδος ἐνδεῶς ἔχῃ.
13.73
ἐρᾷ δ’ ὁ σεμνὸς οὐρανὸς πληρούμενος
13.73
ὄμβρου πεσεῖν εἰς γαῖαν Ἀφροδίτης ὕπο.
13.73
ὅταν δὲ συμμιχθῆτον ἐς ταὐτὸν δύο,
13.73
φύουσιν ἡμῖν πάντα καὶ τρέφουσ’ ἅμα,
13.73
δι’ ὧν βρότειον ζῇ τε καὶ θάλλει γένος.
13.73
ἐρᾷ μὲν ἁγνὸς οὐρανὸς τρῶσαι χθόνα,
13.73
ἔρως δὲ γαῖαν λαμβάνει γάμου τυχεῖν·
13.73
ὄμβρος δ’ ἀπ’ εὐνάεντος οὐρανοῦ πεσὼν
13.73
ἔκυσε γαῖαν· ἣ δὲ τίκτεται βροτοῖς
13.73
μήλων τε βοσκὰς καὶ βίον Δημήτριον·
13.73
δένδρων τις ὥρα δ’ ἐκ νοτίζοντος γάμου
13.73
τέλειος ἐστί. τῶν δ’ ἐγὼ παραίτιος.
13.74
ὅσοι τε πόντον τερμόνων τ’ Ἀτλαντικῶν
13.74
ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου,
13.74
τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη,
13.74
σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα.
13.74
ὅστις δ᾽ Ἔρωτα μὴ μόνον κρίνει θεόν,
13.74
ἢ σκαιός ἐστιν ἢ καλῶν ἄπειρος ὢν
13.74
οὐκ οἶδε τὸν μέγιστον ἀνθρώποις θεόν.
13.74
τὸν δὲ γυναικείων μελέων πλέξαντα πότ’ ᾠδὰς
13.74
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν,
13.74
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
13.74
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
13.74
οὔ ποτέ σου φιλότης γηράσεται οὐδὲ θανεῖται,
13.74
ἔς τ’ ἂν ὕδωρ οἴνῳ συμμιγνύμενον κυλίκεσσι
13.74
παῖς διαπομπεύῃ, προπόσεις ἐπιδέξια νωμῶν,
13.74
παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
13.74
πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζῃ
13.74
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.
13.75
Ἔρως με δαὖτε Κύπριδος ἕκατι
13.75
γλυκὺς κατείβων καρδίαν ἰαίνει.
13.75
τοῦθ’ ἁδειᾶν Μουσᾶν ἔδειξε
13.75
δῶρον μάκαιρα παρθένων
13.75
ἁ ξανθὰ Μεγαλοστράτα.
13.76
ἦρι μὲν αἵ τε Κυδώνιαι
13.76
μηλίδες ἀρδόμεναι ῥοὰν
13.76
ἐκ ποταμῶν, ἵνα παρθένων
13.76
κῆπος ἀκήρατος, αἵ τ’ οἰνανθίδες
13.76
αὐξόμεναι σκιεροῖσιν ὑφ’ ἕρνεσιν
13.76
οἰναρέοις θαλέθοισιν· ἐμοὶ δ’ ἔρος
13.76
οὐδεμίαν κατακητος ὥραν, ἅθ’ ὑπὸ στεροπᾶς φλέγων
13.76
Θρηίκιος βορέας, ἀίσσων παρὰ Κύπριδος ἀζαλέαις
13.76
μανίαισιν ἐρεμνὸς
13.76
ἀθαμβὴς ἐγκρατέως
13.76
παιδόθεν φυλάσσει
13.76
ἡμετέρας φρένας.
13.76
εἴη καὶ ἐρᾶν καὶ ἔρωτι χαρίζεσθαι κατὰ καιρόν·
13.76
μὴ πρεσβυτέραν ἀριθμοῦ δίωκε, θυμέ, πρᾶξιν.
13.76
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι,
13.76
ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι.
13.76
χρῆν μὲν κατὰ καιρὸν ἐρώτων δρέπεσθαι, θυμέ,
13.76
σὺν ἡλικίᾳ·
13.76
τὰς δὲ Θεοξένου ἀκτῖνας προσώπου μαρμαριζοίσας
13.76
δρακεὶς
13.76
ὃς μὴ πόθῳ κυμαίνεται, ἐξ ἀδάμαντος
13.76
ἢ σιδάρου κεχάλκευται μέλαιναν καρδίαν —
13.76
ψυχρᾷ φλογί, πρὸς δ’ Ἀφροδίτας ἀτιμασθεὶς ἑλικοβλεφάρου
13.76
ἢ περὶ χρήμασι μοχθίζει βιαίως ἢ γυναικείῳ θράσει
13.76
ψυχρὰν φορεῖται πᾶσαν ὁδὸν θεραπεύων.
13.76
ἀλλ’ ἐγὼ τᾶσδ’ ἕκατι κηρὸς ὣς δαχθεὶς ἕλᾳ —
13.76
ἱρᾶν μελισσᾶν τήκομαι, εὖτ’ ἂν ἴδω παίδων νεόγυιον ἐς ἥβαν.
13.76
ἐν δ’ ἄρα καὶ Τενέδῳ Πειθώ τ’ ἔναιεν
13.76
καὶ Χάρις υἱὸν Ἀγησιλάου.
13.78
εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
13.78
θείας ἁγητῆρες ἐφαμερίοις φιλότατος.
13.79
μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος.
13.79
σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω,
13.79
ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων,
13.79
μηροῖς ὑπαίθων τὴν Διὸς τυραννίδα.
13.81
λάμπει δ’ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.’
13.81
πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος,
13.82
Ἥλιος ἦν, οὐ παῖς, Εὐριπίδη, ὅς με χλιαίνων
13.82
γυμνὸν ἐποίησεν· σοὶ δὲ φιλοῦντι ἑταίραν
13.82
Βορρᾶς ὡμίλησε. σὺ δ’ οὐ σοφός, ὃς τὸν Ἔρωτα
13.82
ἀλλοτρίαν σπείρων λωποδύτην ἀπάγεις.
13.84
τἀρωτίκ’ ἐκμεμάθηκα ταῦτα παντελῶς
13.84
Σαπφοῦς, Μελήτου, Κλεομένους, Λαμυνθίου.
13.84
γεγένηται δ᾽, ὡς λέγουσιν, κἀν Σάμῳ
13.84
τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
13.84
ἄνθρωπος ἐγκατέκλεισέ θ’ αὑτὸν τῷ νεῷ.
13.84
ἀλλ’ ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ
13.84
ἄνθρωπος ἠράσθη τις· εἶτ’ εἰς τὸν νεὼν
13.84
κατέκλεισεν αὑτόν.
13.87
ἔκειτο γὰρ ἣ μὲν λευκὸν εἰς σεληνόφως
13.87
φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος.
13.87
τῆς δ’ αὖ χορεία λαγόνα τὴν ἀριστερὰν
13.87
ἔλυσε· γυμνὴ δ’ αἰθέρος θεάμασιν
13.87
ζῶσαν γραφὴν ἔφαινε· χρῶμα δ’ ὄμμασι
13.87
λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
13.87
ἄλλη δ’ ἐγύμνου καλλίχειρας ὠλένας,
13.87
ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα·
13.87
ἣ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτύχας
13.87
ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο
13.87
ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως.
13.87
ὑπνωμέναι δ’ ἔπιπτον ἑλενίων ἔπι,
13.87
ἴων τε μελανόφυλλα συγκλῶσαι πτερὰ
13.87
κρόκον θ᾽, ὃς ἡλιῶδες εἰς ὑφάσματα
13.87
πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο,
13.87
ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
13.87
λειμῶσι μαλακοῖς ἐξέτεινον αὐχένας.
13.88
καὶ σώματος μὲν ὄψεις κατειργάζετο
13.88
στίλβοντα λευκῷ χρώματι διαπρεπῆ.
13.88
αἰδὼς δ’ ἐπερρύθμιζεν ἠπιώτατον
13.88
ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι·
13.88
κόμαι δὲ κηροχρῶτος ὡς ἀγάλματος
13.88
αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
13.88
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι.
13.88
ἀνθηροῦ τέκνα
13.88
ἔαρος πέριξ στρώσαντες.
13.88
ἔνθ’ αἳ μὲν αὐτῶν εἰς ἀπείρονα στρατὸν
13.88
ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
13.88
θηρώμενον ....... τὰ λειμώνων τέκνα.
13.88
χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς.
13.88
κόμαισιν Ὡρῶν ὄμματ’ εὐανθῆ ῥόδα
13.88
εἶχον, τιθήνημ’ ἔαρος ἐκπρεπέστατον.
13.88
ῥόδ’ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ.
13.88
πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν,
13.88
ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου.
13.89
ποικιλομήχαν’ Ἔρως, σοὶ τόνδ’ ἱδρύσατο βωμὸν
13.89
Χάρμος ἐπὶ σκιεροῖς τέρμασι γυμνασίου.’
13.91
‘πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν,
13.91
ἐν δὲ πλατυσμὸς
13.91
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.
13.92
τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
13.92
πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
13.92
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
13.92
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
13.92
ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.
13.92
οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε φιλοσόφους
13.92
ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
13.92
ἐν τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους ὁρῶ.
13.94
κᾆτα μυροπωλεῖν τί παθόντ’ ἄνδρ’ ἐχρῆν καθήμενον
13.94
ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον
13.94
συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι’ ἡμέρας;
13.94
αὐτίκ’ οὐδεὶς οὔτε μαγείραιναν εἶδε πώποτε
13.94
οὔτε μὴν οὐδ’ ἰχθυοπώλαιναν.
13.95
τάδ’ οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος,
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).