Athenaeus of Naucratis
Deipnosophistae
Deip 14.8
Choose a text
More by Athenaeus of Naucratis
—
Perseus Grc3
14.1
οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
14.1
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ’ αἴσιμα πίνῃ.
14.1
οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα
14.1
ὤλεσ’ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
14.1
ἐς Λαπίθας ἐλθόνθ᾽. ὃ δ’ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
14.1
μαινόμενος κάκ’ ἔρεξε δόμοις ἐνὶ Πειριθόοιο.
14.1
εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
14.1
ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
14.1
τὸν ἄκρατον ἡμῶν, οὐδὲ εἷς ἔπινεν ἄν.
14.1
νῦν δὲ πρότερόν γε τοῦ πόνου τὴν ἡδονὴν
14.1
προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ.
14.1
ἔξοινος ἐποίει ταῦτά γε’
14.2
‘ἐπεὶ δὲ ἑκάστης ἡμέρας μετὰ τοὺς παρ’ ἡμῶν
14.2
ἀνδρῶν δὲ πολλοὶ τοῦ γέλωτος εἵνεκα
14.2
ἀσκοῦσι χάριτας κερτόμους. ἐγὼ δέ πως
14.2
μισῶ γελοίους, οἵτινες τήτῃ σοφῶν
14.2
ἀχάλιν’ ἔχουσι στόματα· κἀς ἀνδρῶν μὲν οὐ
14.2
τελοῦσιν ἀριθμόν, ἐν γέλωτι δ’ εὐπρεπεῖς
14.2
οἰκοῦσιν οἴκους καὶ τὰ ναυστολούμενα
14.2
ἔσω δόμων σῴζουσι.
14.2
εἴρῃ μ’ ἀμφὶ γέλωτος, ἀμείλιχε, μειλιχίοιο·
14.2
δώσει σοι μήτηρ οἴκοι· τὴν ἔξοχα τῖε.
14.3
καίτοι πολλοί γε πονοῦμεν.
14.3
τὸ δ’ ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς
14.3
καὶ Παλαμήδης.
14.5
Κηφισόδωρόν φασιν ἐπικαλούμενον
14.5
Πλάνον τιν’ ἐν Ἀθήναις γενέσθαι, τὴν σχολὴν
14.5
εἰς τοῦτο τὸ μέρος τοῦ βίου καταχρώμενον.
14.5
τοῦτον ἐντυχόντα πρὸς τὸ σιμὸν ἀνατρέχειν,
14.5
ἢ συγκαθεῖναι τηπι τῇ βακτηρίᾳ.
14.5
Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία
14.5
τὸν πλάνον φασὶ στενωπὸν εἰς μέσον στῆσαί τινας
14.5
ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.
14.5
ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους
14.5
τούς τ’ ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν
14.5
ἀπεκραιπάλα τὰ πλεῖστα, τοῦ γελάσαι χάριν
14.5
ἰδίαν τιν’ αὑτῷ θέμενος ἀδολεσχίαν.
14.6
κακῶν κατάρχεις τήνδ’ ἐμοῦσαν εἰσάγων.
14.6
ὤδινεν ὄρος, Ζεὺς δ’ ἐφοβεῖτο, τὸ δ’ ἔτεκεν μῦν.
14.7
πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων
14.7
ἁ μὲν Ἀθάνα
14.7
τὤργαν’ ἔρριψέν θ’ ἱερᾶς ἀπὸ χειρὸς
14.7
εἶπέ τ’ ‘ἔρρετ’ αἴσχεα, σώματι λύμα,
14.7
ἐμὲ δ’ ἐγὼ κακότατι δίδωμι.
14.7
ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόῳ δρυμοῖς ὀρείοις ὄργανον
14.7
δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβηθεῖσαν
14.7
αὖθις ἐκ χερῶν βαλεῖν,
14.7
νυμφαγενεῖ χειροκτύπῳ φηρὶ Μαρσύᾳ κλέος.
14.7
τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν,
14.7
ᾇ παρθενίαν ἄγαμον καὶ ἄπαιδ’ ἀπένειμε Κλωθώ;
14.7
ἀλλὰ μάταν ἀχόρευτος
14.7
ἅδε ματαιολόγων φάμα προσέπταθ’ Ἑλλάδα μουσοπόλων σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.
14.7
ἃν συνεριθοτάτον Βρομίῳ παρέδωκε, σεμνᾶς
14.7
δαίμονος ἀερόεν πνεῦμ’ αἰολοπτερύγων σὺν ἀγλαᾶν
14.7
ὠκύτατι χειρῶν.
14.7
ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα,
14.7
Λυδὸν ὃς ἥρμοσε πρῶτος
14.7
Δωρίδος ἀντίπαλον μούσης νόμον, αἰολον ὀρφναι
14.7
πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.
14.8
τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα; τίς ὕβρις
14.8
ἔμολεν ἐπὶ
14.8
Διονυσιάδα πολυπάταγα θυμέλαν; ἐμὸς ἐμὸς ὁ Βρόμιος·
14.8
ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν ἀν’ ὄρεα σύμενον
14.8
μετὰ Ναιάδων
14.8
οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
14.8
τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ’ αὐλὸς
14.8
ὕστερον χορευέτω, καὶ γάρ ἐσθ’ ὑπηρέτας.
14.8
κώμοις μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι
14.8
παροίνων
14.8
ἔμμεναι στρατηλάτας.
14.8
παῖε τὸν φρυνίου ποικίλου πνοὰν ἔχοντα,
14.8
φλέγε τὸν ὀλεσισιαλοκάλαμον, λαλοβαρύοπα .. μελορυθμοβάταν
14.8
θῶπα τρυπάνῳ δέμας πεπλασμένον.
14.8
ἢν ἰδού· ἅδε σοι δεξιὰ καὶ ποδὸς διαρριφά, θριαμβοδιθύραμβε,
14.8
κισσόχαιτ’ ἄναξ, ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.
14.9
κοινωνεῖ γὰρ, ὦ μειρακίδιον,
14.9
ἡ ᾽ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
14.9
τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ
14.9
συναρμόσωσι τοῖς συνοῦσι τὸν τρόπον,
14.9
τόθ’ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
14.9
ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν
14.9
ταύτην ἐπίσταται γὰρ ἀλλ’ ηὔλουν ἔτι
14.9
μαθόντες ὥστε τοὺς αὐλοὺς σύ τε
14.9
αυτητελετηψεθειθαμεν συντυγχάνεις
14.9
αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι
14.9
ἡδύ τι κοινόν ἐστιν οὗ χωρὶς πάλιν
14.9
συννεύματ᾽, οὐ προβλήμαθοις σημαίνεται
14.9
ἕκαστα.
14.10
πλεῖστον οὖλον οὖλον ἵει, ἴουλον ἵει (c. pop. 1 B)
14.13
εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὤθει —
14.13
ὃ δ’ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης,
14.13
διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν
14.13
ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.
14.15
ἐὰν ἐπιχώριος
14.15
ἰατρὸς εἴπῃ ‘τρυβλίον τούτῳ δότε
14.15
πτισάνης ἕωθεν’, καταφρονοῦμεν εὐθέως·
14.15
ἂν δὲ πτισάναν καὶ τρυβλίον, θαυμάζομεν.
14.15
καὶ πάλιν ἐὰν μὲν τευτλίον, παρείδομεν·
14.15
ἐὰν δὲ σεῦτλον, ἀσμένως ἠκούσαμεν,
14.15
ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.
14.15
ξυνίετ’ οὐδέν, πᾶσα Θηβαίων πόλις,
14.15
οὐδέν ποτ’ ἀλλ’ ἢ πρῶτα μὲν τὴν σηπίαν
14.15
ὀπιτθοτίλαν, ὡς λέγουσ᾽, ὀνομάζετε·
14.15
τὸν ἀλεκτρυόνα δ’ ὀρτάλιχον, τὸν ἰατρὸν δὲ
14.15
σάκταν, βέφυραν δὲ τὴν γέφυραν, τῦκα δὲ
14.15
τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας,
14.15
τὴν ἔνθεσιν δ’ ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,
14.15
νεασπάτωτον δ᾽, ἤν τι νεοκάττυτον ᾖ.
14.16
ἀνάγετ᾽, εὐρυχωρίαν ποιεῖτε τῷ θεῷ· ἐθέλει γὰρ
14.16
ὁ θεὸς ὀρθὸς ἐσφυδωμένος
14.16
διὰ μέσου βαδίζειν.
14.16
σοί, Βάκχε, τάνδε μοῦσαν ἀγλαίζομεν,
14.16
ἁπλοῦν ῥυθμὸν χέοντες αἰόλῳ μέλει,
14.16
καινάν, ἀπαρθένευτον, οὔ τι ταῖς πάρος
14.16
κεχρημέναν ᾠδαῖσιν, ἀλλ’ ἀκήρατον
14.16
κατάρχομεν τὸν ὕμνον.
14.17
τί, ὦ πόνηρ᾽, ἕστηκας ἐν πύλαις ἔτι,
14.17
ἀλλ’ οὐ βαδίζεις; τοῖσδε γενναίως πάλαι
14.17
διεσπάρακται θερμὰ χηνίσκων μέλη,
14.17
διερράχισται σεμνὰ δελφάκων κρέα,
14.17
κατηλόηται γαστρὸς οὑν μέσῳ κύκλος,
14.17
κατῃσίμωται πάντα τἀκροκώλια,
14.17
νενωγάλισται σεμνὸς ἀλλᾶντος τόμος,
14.17
παρεντέτρωκται τευθὶς ἐξωπτημένη,
14.17
παρεκλέλαπται σταμνί’ ἐννέ’ ἢ δέκα.
14.17
ὥστ’ εἴ τι βούλει τῶν λελειμένων φαγεῖν,
14.17
ἔπειγ’ ἔπειγε, μή ποθ’ ὡς λύκος χανὼν
14.17
καὶ τῶνδ’ ἁμαρτὼν ὕστερον συχνῶ δραχμῆς. —
14.17
πάντ’ ἐστὶν ἡμῖν —
14.17
ἥ τε γὰρ συνώνυμος
14.17
τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία
14.17
τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης
14.17
χλιαίνετ᾽, αἴρεθ᾽, ἕψεται, παφλάζεται,
14.17
προσκάεθ᾽· ὥστε μηδ’ ἂν εἰ χαλκοῦς ἔχων
14.17
μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν
14.17
εἰκῇ· τοσαύτην ἐξακοντίζει πνοήν.
14.17
Β. λέγεις μάγειρον ζῶντα. Α. πλησίον δέ γε
14.17
ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ’ ὅλην
14.17
κεστρεὺς λοπισθείς, ... πασθείς, στραφείς,
14.17
χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν,
14.17
σίζει κεκραγώς, παῖς δ’ ἐφέστηκε ῥανῶν
14.17
ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος
14.17
ἀκτῖσι θείαις σιλφίου παραστατεῖ.
14.17
Β. εἶτ’ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές·
14.17
ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους,
14.17
σοῦ ταῦτα συστρέφοντος. Α. ἥ τε σύννομον
14.17
τῆς κυφονώτου σῶμ’ ἔχουσα σηπίας,
14.17
ξιφηφόροισι χερσὶν ἐξωπλισμένη
14.17
τευθίς, μεταλλάξασα λευκαυγῆ φύσιν
14.17
σαρκὸς πυρωτοῖς ἀνθράκων ῥιπίσμασιν,
14.17
ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται,
14.17
δείπνου προφήτην λιμὸν ἐκκαλουμένη.
14.17
ὥστε γ’ εἴσιθι·
14.17
μὴ μέλλε, χώρει. δεῖ γὰρ ἠριστηκότας
14.17
πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.
14.17
γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι
14.17
βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ
14.17
τὸ φωνάριον ἡμῶν περίσαργον γίνεται.
14.18
χἠ μουσικὴ πρᾶγμ’ ἐστὶ βαθὺ τι καὶ καμπύλον,
14.18
ἡ μουσικὴ δ’ ὥσπερ Λιβύη, πρὸς τῶν θεῶν,
14.18
αἰεί τι καινὸν κατ’ ἐνιαυτὸν θηρίον
14.18
τίκτει.
14.18
θησαυρός ἐστιν καὶ βέβαιος ἡ μουσικὴ
14.18
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
14.19
Δάματρα μέλπω Κόραν τε Κλυμένοι’ ἄλοχον,
14.19
μελιβόαν ὕμνον ἀνάγων,
14.19
Αἰολίδ’ ἅμα βαρύβρομον ἁρμονίαν.
14.19
μήτε σύντονον δίωκε μήτε τὰν ἀνειμέναν Ἰαστὶ μοῦσαν, ἀλλὰ
14.19
τὰν μέσαν νεῶν ἄρουραν
14.19
αἰόλιζε τῷ μέλει.
14.19
πρέπει τοι
14.19
πᾶσιν ἀοιδὰ λαβράκταις
14.19
Αἰολὶς ἁρμονία.
14.20
χρυσὸν λέγει Πύθερμος ὡς οὐδὲν τἄλλα.
14.20
οὐδὲν ἦν ἄρα τἄλλα πλὴν ὁ χρυσός.
14.21
πρῶτοι παρὰ κρατῆρας Ἑλλήνων ἐν αὐλοῖς
14.21
συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας
14.21
Φρύγιον ἄεισαν νόμον·
14.21
τοῖς δ’ ὀξύφωνοι πηκτίδων ψαλμοὶ κρέκον
14.21
Λύδιον ὕμνον.’
14.23
τὸ δ’ ἀρχαῖον ἡ μουσικὴ ἐπ’ ἀνδρείαν προτροπὴ
14.23
μαρμαίρει δὲ μέγας δόμος χαλκῷ· πᾶσα δ’ Ἄρῃ κεκόσμηται στέγη
14.23
λαμπραῖσιν κυνίαισι, κὰτ τᾶν λευκοὶ καθύπερθεν
14.23
ἵππιοι λόφοι
14.23
νεύουσιν, κεφαλαῖσιν ἀνδρῶν ἀγάλματα· χάλκιαι δὲ
14.23
πασσάλοις
14.23
κρυπτοῖσιν περικείμεναι λαμπραὶ κναμίδες, ἄρκος
14.23
ἰσχυρῶ βέλευς·
14.23
θόρρακές τε νέω λίνω, κόιλαι τε κατ’ ἀσπίδες βεβλημέναι.
14.23
πὰρ δὲ Χαλκιδικαὶ σπάθαι, πὰρ δὲ ζώματα πολλὰ
14.23
καὶ κυπαττίδες.
14.23
τῶν οὐκ ἔστι λαθέσθ᾽, ἐπειδὴ πρώτισθ’ ὑπὸ ἔργον
14.23
ἕσταμεν τόδε.
14.23
εἰμὶ δ’ ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος,
14.23
καὶ Μουσέων ἐρατὸν δῶρον ἐπιστάμενος.
14.23
ἀλκὴν δ’ εὐδόκιμον Μαραθώνιον ἄλσος ἂν εἴποι
14.23
καὶ βαθυχαῖταί κεν Μῆδοι ἐπιστάμενοι.
14.24
φόρμιγγός θ᾽, ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην,
14.24
φόρμιγγος περικαλλέος, ἣν ἔχ’ Ἀπόλλων,
14.24
Μουσάων θ᾽, αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
14.24
ὡς Διωνύσοι’ ἄνακτος καλὸν ἐξάρξαι μέλος
14.24
οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας.
14.24
οὐκ ἔστι διθύραμβος, ὅκχ’ ὕδωρ πίῃς.
14.25
ὥστ’ εἴ τις ὀρχοῖτ’ εὖ, θέαμ’ ἦν· νῦν δὲ δρῶσιν
14.25
οὐθέν,
14.25
ἀλλ’ ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.
14.25
οἳ δὲ χοροῖς κάλλιστα θεοὺς τιμῶσιν, ἄριστοι
14.25
ἐν πολέμῳ.
14.26
ἀμφότερ᾽, ὠρχεύμην τε καὶ ἐν Μώσαις ἐδίδασκον
14.26
ἄνδρας· ὁ δ’ αὐλητὰς ἦν Ἄνακος Φιαλεύς.
14.26
εἰμὶ δὲ Βακχιάδας Σικυώνιος. ἦ ῥα θεοῖσι
14.26
ταῖς Σικυῶνι καλὸν τοῦτ’ ἀπέκειτο γέρας.
14.27
ποῦ μοι τὰ ῥόδα, ποῦ μοι τὰ ἴα, ποῦ μοι τὰ καλὰ
14.27
σέλινα;
14.27
ταδὶ τὰ ῥόδα, ταδὶ τὰ ἴα, ταδὶ τὰ καλὰ σέλινα.
14.27
καὶ μὴν παλαιῶν τῶνδέ σοι σκωπευμάτων.
14.27
καλλαβίδας δὲ βαίνει,
14.27
σησαμίδας δὲ χέζει.
14.30
οὐχ ἕδρας ἔργον οὐδ’ ἀμβολᾶς.
14.30
Λάκαινα μὲν παρθένων ἀγέλα.
14.31
τὸ δὲ παλαιὸν ἐτηρεῖτο περὶ τὴν μουσικὴν τὸ
14.32
εἴτ’ οὖν σοφιστὴς καλὰ παραπαίων χέλυν.
14.32
ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο (Il. 21.2).
14.32
ἐπίτονος τετάνυστο βοὸς ἶφι κταμένοιο (Od. 12.423. Il. 3.375).
14.32
αἶψα δ’ ἄρ’ Αἰνείαν φίλον υἱὸν Ἀγχίσαο.
14.32
τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε (Il. 2.731).
14.32
Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἴολον ὄφιν (Il. 12.208).
14.32
καλὴ Κασσιέπεια θεοῖς δέμας ἐοικυῖα (Il. 8.305?).
14.32
τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ἤια (Od. 9.212).
14.33
Λάκων ὁ τέττιξ εὔτυκος εἰς χορόν.
14.33
ἐκάλουν δὲ καὶ χορηγούς, ὥς φησιν ὁ Βυζάντιος
14.33
πολλὰ βροτῶν θελκτήρια οἶδεν,
14.33
ἔργ’ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί.
14.34
ὦ Ζεῦ, καλόν γ’ ἔστ’ ἀποθανεῖν αὐλούμενον.
14.34
τούτοις ἐν Ἅιδου γὰρ μόνοις ἐξουσία
14.34
ἀφροδισιάζειν ἐστίν. οἱ δὲ τοὺς τρόπους
14.34
ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ
14.34
εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.’
14.34
μετὰ δὲ ταῦτα ζητήσεως γενομένης περὶ σαμβύκης
14.35
ψάλλω δ’ εἴκοσι ...
14.35
χορδαῖσι μάγαδιν ἔχων· ὦ Λεύκασπι, σὺ δ’ ἡβᾷς.
14.35
Λυδός τε μάγαδις αὐλὸς ἡγείσθω βοῆς.
14.35
μαγάδι λαλήσω μικρὸν ἅμα σοι καὶ μέγα.’
14.36
ἀλλ’ εἶα, Λυδαὶ ψάλτριαι παλαιθέτων
14.36
ὕμνων ἀοιδοί, τὸν ξένον κοιμήσατε.
14.36
πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
14.36
ἐστὶν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
14.36
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
14.36
ψαλμοῖσιν ἀντίσπαστ’ ἀείδοντες μέλη.
14.36
πολὺς δὲ Φρὺξ τρίγωνος, ἀντίσπαστά τε
14.36
Λυδῆς ἐφύμνει πηκτίδος συγχορδία.
14.37
ψάλλω δ’ εἴκοσι ....
14.37
χορδαῖσι μάγαδιν ἔχων, ὦ Λεύκασπι.
14.37
τόν ῥα Τέρπανδρός ποθ’ ὁ Λέσβιος εὗρε
14.37
πρῶτος ἐν δείπνοισι Λυδῶν
14.37
ψαλμὸν ἀντίφθογγον ὑψηλᾶς ἀκούων πηκτίδος.
14.38
καίτοι κλύω μὲν Ἀσιάδος μιτρηφόρους
14.38
Κυβέλας γυναῖκας, παῖδας ὀλβίων Φρυγῶν,
14.38
τυπάνοισι καὶ ῥόμβοισι καὶ χαλκοκτύπων
14.38
βόμβοις βρεμούσας ἀντίχερσι κυμβάλων ...
14.38
σοφὴν θεῶν ὑμνῳδὸν ἰατρόν θ’ ἅμα.
14.38
κλύω δὲ Λυδὰς Βακτρίας τε παρθένους
14.38
ποταμῷ παροίκους Ἅλυι Τμωλίαν θεὸν
14.38
δαφνόσκιον κατ’ ἄλσος Ἄρτεμιν σέβειν
14.38
ψαλμοῖς τριγώνων πηκτίδων ἀντιζύγοις
14.38
ὁλκοῖς κρεκούσας μάγαδιν, ἔνθα Περσικῷ
14.38
νόμῳ ξενωθεὶς αὐλὸς ὁμονοεῖ χοροῖς.
14.39
λεπάδας δὲ πετρῶν ἀποκόπτοντες
14.39
κρεμβαλίζουσι.
14.40
πηκταὶ δὲ λύραι καὶ μαγάδιδες
14.40
τά τ’ ἐν Ἕλλησι ξόαν’ ἡδυμελῆ.
14.40
ἄλλος δ’ ἄλλαν κλαγγὰν ἱεὶς
14.40
κερατόφωνον ἐρέθιζε μάγαδιν,
14.40
ἐν πενταρράβδῳ χορδᾶν ἀρθμῷ
14.40
χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος ...
14.42
Χορόνικος ὁ ποιητὴς ὁδί.
14.42
Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ.
14.42
Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ
14.42
κρείττων.
14.42
ὃ μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται·
14.42
ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον
14.42
εἶτ’ ἐσχεδίασε δριμέως ενπαπαι,
14.42
μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
14.42
κωδωνίσας πέμψαι σ’ ἀγωνιούμενον,
14.42
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.
14.43
ταῦτ’ οὐ μὰ Δία Γνήσιππος οὐδὲ Κλεομένης
14.43
ἐν ἐννέ’ ἂν χορδαῖς κατεγλυκάνατο.
14.43
τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε
14.43
ἀρχαῖον ἀείδειν. ὁ δὲ Γνήσιππος ἔστ’ ἀκούειν,
14.43
ὃς νυκτερίν’ εὗρε μοιχοῖς ἀείσματ’ ἐκκαλεῖσθαι
14.43
γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
14.43
τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν, ὦ Γνήσιππε, ἐγὼ πολλῇ χολη.
14.43
οἴομαι ... μηδὲν οὕτως μωρὸν εἶναι καὶ κενόν.
14.43
ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν,
14.43
τῷ Κλεομάχου δ᾽, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ
14.43
ἐμοὶ διδάσκειν οὐδ’ ἂν εἰς Ἀδώνια.
14.43
ἴτω δὲ καὶ τραγῳδίας
14.43
ὁ Κλεομάχου διδάσκαλος
14.43
μετ’ αὐτόν, ὁ παρατιλτριῶν
14.43
ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη πονηρά.
14.44
σουριηι μοῦνοι μὲν ἐλεύθεροι ἱεροεργοί,
14.44
ἀνδράσι προσκεινοισιν ἐλεύθερον ἆμαρ ἔχοντες·
14.44
δούλων δ’ οὔτις πάμπαν ἐσέρχεται οὐδ’ ἠβαιόν.
14.46
αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. —
14.46
τί γὰρ ποθεῖ τράπεζα; τῷ δ’ οὐ βρίθεται;
14.46
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
14.46
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
14.46
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
14.46
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα,
14.46
ἐν τῷ γὰρ αὐτῷ πάνθ’ ὁμοῦ πωλήσεται
14.46
ἐν ταῖς Ἀθήναις, σῦκα, κλητῆρες, βότρυς,
14.46
γογγυλίδες, ἄπιοι, μῆλα, μάρτυρες, ῥόδα,
14.46
μέσπιλα, χόρια, σχαδόνες, ἐρέβινθοι, δίκαι,
14.46
πυός, πυριάτη, μύρτα, κληρωτήρια,
14.46
ὑάκινθος, ἄρνες, κλεψύδραι, νόμοι, γραφαί.
14.46
πλακοῦντες, ἐπιδορπίσματ᾽, ᾠά, σήσαμα·
14.46
ὅλην λέγοντα με ἐπιλείποι τὴν ἡμέραν.
14.46
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
14.46
Β. ἐγὼ δὲ ταῦθ’ ἥδιστά γ’ ἐπιδορπίζομαι.
14.46
ἡδύ γε μετ’ ἀνδρῶν ἐστιν Ἑλλήνων αἰεὶ
14.46
συνάγειν· τὸ πρᾶγμα χάριεν. ‘οὐχὶ δώδεκα
14.46
κυάθους’, ἀνεβόησέν τις, ‘ὑποχεῖς; κωμάσαι
14.46
πρὸς τὴν Ταναγρικὴν δεῖ γάρ, ἵν’ ἐκεῖ κατακλιθεὶς
14.46
ἐπιδορπίσηται τὰς ὀνείας ματτύας.’
14.47
ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα.
14.47
ἰτρίοις ἐπιφορήμασί τ᾽
14.47
ἄλλοις γέμουσα.
14.47
ἀμυγδάλια, καρύδι’ , ἐπιφορήματα.
14.47
εἰπέ μοι,
14.47
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων;
14.47
Β. ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.
14.47
δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον,
14.47
καίπερ πεδ’ ἄφθονον βοράν.
14.47
ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος.
14.48
τραπέζαισι δ’ ἀμφὶ δεύτερα κρεῶν
14.48
σέθεν διεδάσαντο καὶ φάγον.
14.48
ἐμοὶ δ’ ἄπορα γαστρίμαργον μακάρων τιν’ εἰπεῖν.
14.48
θοίνῃ σε πρῶτον τέρψομεν· πάρεστι δέ.
14.48
Β. τὸ δεύτερον δὲ τῷ με κηλήσεις τρόπῳ;
14.48
Α. μύρῳ σε χρίσω πάμπαν εὐόσμῳ δέμας.
14.48
Β. ὕδωρ δὲ νῖψαι χεῖρας οὐ πρόσθεν δίδως;
14.48
Α. ἡνίκα τράπεζά γ’ ἐκποδὼν ἀπαίρεται.
14.48
ὕδωρ κατὰ χειρός, τὰς τραπέζας εἰσφέρειν.
14.49
οἶνον Θάσιον πίνοις ἄν; Β. εἴ τις ἐγχέοι.
14.49
Α. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; Β. εἰρηνικῶς ...
14.49
μαλακὰς σφόδρα, διας μέλιτι προσπαίζειν βίαι.
14.49
Α. μελίπηκτα δ’ εἴ σοι προσφέροι; Β. τρώγοιμι καί.
14.49
Α. ᾠὸν δέ; Β. καταπίνοιμ’ ἄν. Α. ἄλλου δεῖ τινος;
14.49
εἶτ’ ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν,
14.49
καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς.
14.49
ἤδη ποτ’ ἤκουσας βίον
14.49
ἀληλεμένον; Β. ναί. Α. τοῦτ’ ἐκεῖν’ ἔστιν σαφῶς·
14.49
ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ,
14.49
μύρον, στέφανος, αὐλητρίς. Β. ὦ Διοσκόρω,
14.49
ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.
14.49
ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ εἰσήγετο
14.49
τοσαῦτ’ ἔχουσα βρώμαθ’ ὅσα μὰ τοὺς θεοὺς
14.49
καὶ τὰς θεὰς οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ·
14.49
οὕτως παρέζων χρηστῶς οὐκ ἔζων τότε.
14.49
λάβ’ ὕδωρ κατὰ χειρός. Β. μηδαμῶς· καλῶς ἔχει.
14.49
Α. λάβ᾽, ὦγάθ᾽, οὐδὲν χεῖρον. ἡ παῖς, ἐπιτίθει
14.49
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα.
14.49
τραγημάτων δ’ ἔσθ’ ἡ τράπεζά σοι πλέα.
14.49
Β. οὐ φιλοτραγήμων εἰμί πως ἑκάστοτε.
14.49
ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα.
14.49
τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρε καὶ
14.49
ἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.
14.49
οὐδὲ φιλόδειπνός εἰμι, μὰ τὸν Ἀσκληπιόν,
14.49
τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ.
14.49
Α. τραγήματ’ αἰσθάνομαι γὰρ ὅτι νομίζεται
14.49
τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις
14.49
παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας.
14.49
τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις
14.49
ὄψοισι καὶ ζωμοῖσιν ἡδ’ ὀμωθεοι.
14.50
Ἔφιππος Ἐφήβοις (II 255 K)·
14.50
χόνδρος μετὰ ταῦτ’ εἰσῆλθε, μύρον Αἰγύπτιον,
14.50
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,
14.50
ἴτρια τραγήμαθ’ ἧκε, πυραμοῦς, ἄμης,
14.50
ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν,
14.50
ἐμασώμεθ’ οὕτως ἀνδρικῶς ὅσ’ εἴχομεν·
14.50
καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.
14.50
καὶ μετὰ δεῖπνον κόκκος ....
14.50
ἐρέβινθος ...... κύαμος,
14.50
χόνδρος, τυρός, μέλι, σησαμίδες,
14.50
βράχος, βρυγμός, μνοῦς, πυραμίδες,
14.50
μῆλον, κάρυον, γάλα, κανναβίδες,
14.50
κόγχαι, χυλός, Διὸς ἐγκέφαλος.
14.50
ἀρτέα
14.50
τράπεζ᾽, ἀπονίψασθαι δοτέον, προσοιστέος,
14.50
στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς,
14.50
τραγήματα δοτέον ἔτι, πλακοῦντος ἁπτέον.
14.50
τὰς δὲ δὴ πρόσθεν μολούσας .... λιπαραυγεῖς
14.50
πορθμίδας πολλῶν ἀγαθῶν πάλιν εἴσφερον γεμούσας,
14.50
τὰς ἐφήμεροι καλέοντι νῦν τραπέζας δευτέρας,
14.50
ἀθάνατοι δέ τ’ Ἀμαλθείας κέρας. ταῖσιν δὲ μέσσαις
14.50
ἐγκαθιδρύθη μέγα χάρμα βροτοῖς, λευκὸς μυελὸς
14.50
γλυκερός, λεπτοῖς ἀράχνας ἐναλιγκίοισι πέπλοις
14.50
συγκαλύπτων ὄψιν αἰσχύνας ὕπο, μὴ κατίδῃ τις
14.50
μηλογενὲς ..... πῶυ λιπόντα .. ἀνάγκαις
14.50
ξηρὸν ἐν ξηροῖς Ἀρισταίου μελιρρύτοισι παγαῖς·
14.50
τῷ δ’ ὄνομ’ ἦς ἄμυλος. χερσὶν δ’ ἐπέθεντο ....
14.50
στόμιον μαλεραῖς
14.50
ἄμυλος πλαθανίτας.
14.50
θάλλοντες ὥραις,
14.50
τρωκτά τε παισὶν
14.50
τε λόγοι τ’ ἐπὶ κοινᾶς·
14.50
ἔνθα τι καινὸν ἐλέχθη κομψὸν ἀθυρμάτιον καὶ θαύμασαν αὔτ’ ἐπί τ’ ᾔνησαν ...
14.50
πολύ γ’ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος
14.50
ὁ Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν
14.50
ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ.
14.50
ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν
14.50
ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν
14.50
ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν.
14.50
οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ
14.50
ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασι
14.50
ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.
14.51
μόνος δ’ ἄγευστος,
14.51
ἄσπλαγχνος ἐνιαυτίζομαι, ἀπλάκουντος, ἀλιβάνωτος.
14.51
ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ,
14.51
ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
14.51
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.
14.51
πλακουντοποιὸν ὠνομασμένην Σάμον.
14.52
οὐκ ἔστι κανδύλους ποιεῖν οὐδ’ οἷα σὺ
14.52
εἴωθας εἰς ταὐτὸν καρυκεύειν, μέλι,
14.52
σεμίδαλιν, ᾠά· πάντα γὰρ τἀναντία
14.52
νῦν ἐστιν· ὁ μάγειρος γὰρ ἐγχύτους ποιεῖ,
14.52
πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει
14.52
μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς·
14.52
ἡ δημιουργὸς δ’ ἀντιπαρατεταγμένη
14.52
κρεᾴδι’ ὀπτᾷ καὶ κίχλας.
14.52
τέτταρας .... τραπέζας τῶν γυναικῶν εἶπά σοι,
14.52
ἓξ δὲ τῶν ἀνδρῶν· τὸ δὲ δεῖπνον ἐντελὲς καὶ μηδὲ ἓν
14.52
ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους.
14.52
οὐ παρ’ ἑτέρου δεῖ πυθέσθαι· πάντα δ’ αὐτόπτης ἐρῶ.
14.52
τῶν μὲν ἐλαῶν ἄφελε πάνθ’ ὅσ’ ἂν βούλῃ γένη.
14.52
εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς·
14.52
Α. ὡς ἀλαζὼν ὁ κατάρατος. Β. θρῖα, τυρόν, ἐγχύτους.
14.52
Α. παῖ Δρόμων. Β. κάνδυλον ᾠά τ᾽, ἀμύλιον ....
14.52
τὸ πέρας, ὕψος τῆς τραπέζης πήχεων ἔσται τριῶν,
14.52
ὥστε τὸν δειπνοῦντ’ ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.
14.52
ΑΜΗΣ πλακοῦντος γένος. Ἀντιφάνης (II 130 K)·
14.52
ἄμητες, ἄμυλοι.
14.52
τὸν ἄμητα, Χαίριππ᾽, οὐκ ἐᾷς πέττειν τινά.
14.52
αὐτόμαται δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
14.52
εἰσεπέτοντο.
14.53
ΔΙΑΚΟΝΙΟΝ. Φερεκράτης (I 194 K)·
14.53
ὑπὸ τῆς ἀπληστίας
14.53
διακόνιον ἐπήσθι᾽, ἀμφιφῶντ’ ἔχων.
14.53
ΑΜΦΙΦΩΝ πλακοῦς Ἀρτέμιδι ἀνακείμενος, ἔχει δ’ ἐν
14.53
Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω,
14.53
ὦ πότνι᾽, ἀμφιφῶντα καὶ σπονδήσιμα.
14.53
ΕΠΙΧΥΤΩΝ Νικοφῶν ἐν Χειρογάστορσιν (I 778 K)·
14.53
ἐγὼ μὲν ἄρτους, μᾶζαν, ἀθάρην, ἄλφιτα,
14.53
κόλλικας, ὀβελίαν, μελιτοῦτταν, ἐπιχύτους,
14.53
πτισάνην, πλακοῦντας, δενδαλίδας, ταγηνίας.
14.53
οὐκ ἀτταγᾶς τε καὶ λαγὼς καταβρύκων,
14.53
οὐ τηγανίτας σησάμοισι φαρμάσσων,
14.53
οὐδ’ ἀττανίτας κηρίοισιν ἐμβάπτων.
14.54
χόνδρον τε καὶ ἐγκρίδας
14.54
ἄλλα τε πέμματα καὶ μέλι χλωρόν.
14.54
μήτ’ αρμα εἶναι ἐγκριδοπώλην.
14.54
ταῦτ’ ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.
14.54
ΕΠΙΚΥΚΛΙΟΣ πλακοῦς τις παρὰ Συρακοσίοις οὕτως
14.54
πίνουσι καὶ τρώγουσιν οἳ μὲν ἴτρια,
14.54
οἳ δ’ ἄρτον αὐτῶν, οἳ δὲ συμμεμιγμένους
14.54
γούρους φακοῖσι. κεῖθι δ’ οὔτε πεμμάτων
14.54
ἄπεστιν οὐδ’ ἑνασσεν ἀνθρώποισι γῆ
14.54
φέρει μέλαινα, πάντα δ’ ἀφθόνως πάρα.
14.55
ἐγὼ δ’ ἑλὼν
14.55
πέμψω πλακοῦντ’ ἐς ἑσπέραν χαρίσιον.
14.55
ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
14.55
ΕΠΙΔΑΙΤΡΟΝ πλακουντῶδες μάζιον ἐπὶ τῷ δείπνῳ
14.55
λήψει δ’ ἐν Ἅιδου κραπάταλον τριωβόλου καὶ ψωθία.
14.55
ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς,
14.55
οἴνου δ’ ἐξέπιον κάδον.
14.55
πλακοῦντες, σησαμοῦντες, ἴτρια.
14.55
ἐγὼ δὲ πεινῶσ’ αὖ πρὸς ἴτρια βλέπω.
14.55
ΑΜΟΡΑΙ. τὰ μελιτώματα Φιλητᾶς ἐν Ἀτάκτοις (fr. 34 B)
14.55
ταγηνίας ἤδη τεθέασαι χλιαροὺς
14.55
σίζοντας, ὅταν αὐτοῖσιν ἐπιχέῃς μέλι;
14.55
καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας.
14.56
ΑΜΟΡΒΙΤΗΣ πλακοῦντος εἶδος παρὰ Σικελοῖς. οἳ δὲ ...
14.56
ὃς χαρίτων μὲν ὄζει,
14.56
καλλαβίδας δὲ βαίνει,
14.56
σησαμίδας δὲ χέζει,
14.56
μῆλα δὲ χρέμπτεται.
14.56
σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι.
14.56
ΓΕΛΩΝΕΙΟΣ πλακοῦς .....
14.56
ΜΥΛΛΟΙ. Ἡρακλείδης ὁ Συρακόσιος ἐν τῷ περὶ
14.58
ἤδη παρέξει πυάνιόν τε πολτὸν
14.58
χίδρον τε λευκὸν κηρίναν τ’ ὀπώραν.
14.58
πολτὸν ἕψειν ὄρθριον.
14.58
ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.’
14.59
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
14.59
φιλῶ πλακοῦντα θερμόν, ἀχράδας οὐ φιλῶ,
14.59
χαίρω λαγῴοις ἐπ’ ἀμύλῳ καθημένοις.’
14.60
τρίπους, χύτρα, λυχνεῖον, ἀκταία, βάθρον,
14.60
σπόγγος, λέβης, σκαφεῖον, ὅλμος, λήκυθος,
14.60
σπυρίς, μάχαιρα, τρυβλίον, κρατήρ, ῥαφίς.
14.60
ἔτνος, φακῆ, τάριχος, ἰχθύς, γογγυλίς,
14.60
σκόροδον, κρέας, θύννειον, ἅλμη, κρόμμυον,
14.60
σκόλυμος, ἐλαία, κάππαρις, βολβός, μύκης.
14.60
ἄμης, πλακοῦς, ἔντιλτος, ἴτριον, ῥόα,
14.60
ᾠόν, ἐρέβινθος, σησάμη, κοπτή, βότρυς,
14.60
ἰσχάς, ἄπιος, πέρσεια, μῆλ᾽, ἀμύγδαλα.’
14.60
τίς δ’ ἀναρίθμου μήκωνος εὗρε κοπτὰς
14.60
ἢ κνηκοπύρους ἡδονὰς τραγημάτων ἔμιξεν;
14.60
παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις
14.60
διαχρῶ τὸ λοιπόν. κοιλίαν σκληρὰν ἔχεις·
14.60
τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε·
14.60
ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
14.60
οἴμοι τάλας, δάκνει, δάκνει,
14.60
ἀπεσθίει μου τὴν ἀκοήν.’
14.61
φιττάκι’ ἀκρεμόνεσσιν ἀμυγδαλέοισιν ὅμοια.
14.63
εἶδές ποτε
14.63
πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας
14.63
ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν;
14.63
Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
14.63
τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
14.63
Β. δηλονότι.
14.63
ὁ Χῖος οὐκ οἶσθ’ ὡς ἁμαμηλίδας ποιεῖ;
14.64
πλὴν ἀλεύρου καὶ ῥόας.
14.64
ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας;
14.64
ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοιῶν
14.64
τῶν σκληροκόκκων.
14.64
μῆλα καὶ ῥόας λέγεις.
14.64
ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν ...
14.64
μετ’ ἄριστον γὰρ ὡς ἀμυγδάλας ἐγὼ
14.64
παρέθηκα καὶ τῶν ῥοιδίων ἐτρώγομεν.ʼ
14.66
οὐ γὰρ ἀνθρώπων φόρευν μορφὰν ἐνεῖδος,
14.66
οὐδὲ τὰν αὐδὰν γυναικείαν ἔχον·
14.66
ἀλλ’ ἐν ἁρμάτεσσι διφρούχοις ἐγυμνάζοντ’ ἀν᾽ εὔδι’
14.66
ἄλσεα πολλάκι θήραισιν φρένα τερπόμεναι,
14.66
ἱερόδακρυν λίβανον εὐώδεις τε φοίνικας κασίαν τε
14.66
ματεῦσαι,
14.66
τέρενα Σύρια σπέρματα.
14.67
εἰσέβαινον ἰσχάδες,
14.67
τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.
14.67
μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια
14.67
καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων.
14.67
τούτων ἐγευσάμην καταπλεύσας εὐθέως
14.67
καὶ τῶν προπυλαίων, κοὐδὲν ἦν τούτων ὅλως
14.67
πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.
14.67
μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.
14.67
οὐδὲν γὰρ ὄντως γλυκύτερον τῶν ἰσχάδων —
14.67
ἀλλ’ ἰσχάδας μοι πρόελε τῶν πεφωσμένων.
14.67
οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις,
14.67
ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις
14.67
χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.
14.68
αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες.
14.68
‘μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον ἔς τ’ ἔννηφι (Hes. op. 410).
14.68
πάρελθε, γενναῖος γὰρ εἶς.
14.68
ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς
14.68
καὶ βότρυς τρώγειν ἀνάγκαζ’ αὐτὸν ἐξ οἴνου συχνούς.
14.68
ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα
14.68
καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς
14.68
καὶ μυελόν.
14.69
μικρὸν ἐπιμείνας προστρέχει,
14.69
‘ἠγόρακά σοι περιστέρια ταδί’ λέγων.
14.69
ταῦτ’ ἀξιῶ·
14.69
τοὐρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον.
14.69
περιστέρια γὰρ εἰσάγων καὶ στρουθία.
14.69
περιστέριον δ’ αὐτῷ τι λαβὲ τριωβόλου.
14.70
τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον,
14.70
σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων.
14.70
χρηστὸν ἄνθρωπον δ’ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,
14.70
ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.
14.70
καταφαγεῖν
14.70
αὐτὸς τοσοῦτ’ ἀργύριον; οὐδ’ εἰ γάλα λαγοῦ
14.70
εἶχον, μὰ τὴν Γῆν, καὶ ταὧς κατήσθιον.
14.70
πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,
14.70
οὓς βόσκεθ’ ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.
14.70
οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν ταὧς,
14.70
ἐξὸν τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι.
14.70
καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς.
14.70
ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει
14.70
φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος
14.70
ἔχει πελείας διαφόρους, ἡ δ’ ἐν Σάμῳ
14.70
Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,
14.70
τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.
14.72
ἐπὶ τοῖς δ’ ἐγὼ
14.72
μάγειρος. οὔτε Σικελία καυχήσεται
14.72
τρέφειν τοιοῦτον ἄρταμον κατ’ ἰχθύων,
14.72
οὐκ Ἦλις, ἔνθα δελφάκων ἐγὼ κρέα
14.72
κάλλιστ’ ὄπωπα πυρὸς ἀκμαῖς ἠνθισμένα.
14.72
τριωβόλου κρείσκον ἀστεῖον πάνυ
14.72
ὕειον ὀπτὸν καὶ θερμόν, εὔχυλον,
14.72
τέρεν, ὅταν ᾖ προσφέρων.
14.72
αὐτίκα δ’ ἥρπασε τεμάχη
14.72
θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ’ ἅμα.
14.72
ταδὶ δ’ ἅμα χοίρων ἀκροκώλια μικρῶν
14.72
ταύρου τ’ αὐξίκερω φλογίδες
14.72
αἱ δολιχαί τε κάπρου φλογίδες.
14.73
οὐδὲ γὰρ οὐδ᾽ εὐρύς περ ἐὼν ἐξίκετο δεῦρο.
14.73
ὡς οὖσα θῆλυς εἰκότως οὖθαρ φέρω.
14.74
ὣς ἔφαθ᾽· οἳ δ’ ἐγέλασσαν, ἐπήνεικάν τ’ ἐπὶ τούτῳ
14.74
σιτευτὰς ὄρνιθας ἐπ’ ἀργυρέοισι πίναξιν,
14.74
ἄτριχας, οἰέτεας, λαγάνοις κατὰ νῶτον ἐίσας (Il. 2.764).
14.74
εἴ που κλίβανος ἦν, πολὺ δέλφαξ σιτευτὸς ἔγρυξεν.
14.74
δέλφακα δὲ ῥαιότατον.
14.74
ἐσθίειν ἐθέλων τὸν δέλφακα.
14.74
δέλφακας μεγάλους.
14.74
κύουσαν δέλφακα.
14.74
οὐκ ἀλλ’ ἔθυον δέλφακα ωδον θἠστίᾳ
14.74
καὶ μάλα καλήν.
14.74
πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.
14.74
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δελφάκα.
14.74
ἐχηνίασας· ποιοῦσι τοῦτο πάντες οἱ
14.74
παρὰ Τιμοθέῳ.
14.75
ἁλίπαστα ταῦτα παρατίθημί σοι.
14.75
ὁ στράβων
14.75
ἁλίπαστον αἰεὶ τὸν θεράποντ’ ἐπεσθίειν.
14.76
ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν
14.76
ἓν τοῦτ’ ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν
14.76
καλούς. ἔτι ταῦτα προσετίθην ἀκηκοώς,
14.76
ἱμάτια ποικίλ’ εἰ λέγοι τις Σικελικά.
14.76
Β. σκεύη μὲν οὖν καὶ κτήματ’ ᾠόμην φέρειν.
14.76
ἦ πολλὰ μὲν δὴ προεκπονῇ, Τηλέμβροτε,
14.76
ἐνταῦθα μέντοι τυρὸς ἐξ Ἀχαίης
14.76
Τρομιλικὸς θαυμαστός, ὃν κατήγαγον ...
14.76
καὶ τυρὸς ὀπίας ἐστὶ καὶ Διὸς γάλα.
14.76
τὰ δὲ πυρίεφθα καὶ τὰ λάγανα ταῦτ’ ἔχων.
14.77
σφίγγ’ ἄρρεν᾽, οὐ μάγειρον εἰς τὴν οἰκίαν
14.77
εἴληφ᾽· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
14.77
ὧν ἂν λέγῃ συνίημι· καινὰ ῥήματα
14.77
πεπορισμένος γάρ ἐστι.
14.77
ταυτὶ μὲν οὖν τοιαῦτα. συμβαίνει δέ τι
14.77
νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
14.77
ἀστεῖον· οὐχ ἁλώσομ’ ἐκφέρων κρέας.
14.77
ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;
14.77
Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν.
14.77
Α. πότερ’ οὖν ἀφεῖσαι; Β. κατ’ ἀγορὰν ἐργάζομαι
14.77
ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.
14.78
σπονδή. δίδου σὺ σπλάγχν’ ἀκολουθῶν. ποῖ βλέπεις;
14.78
σπονδή. φέρ᾽, ὦ παῖ Σωσία. σπονδή. καλῶς.
14.78
εὔχου. θεοῖς Ὀλυμπίοις εὐχώμεθα
14.78
Ὀλυμπίαισι, πᾶσι πάσαις· λάμβανε
14.78
τὴν γλῶτταν. ἐπὶ τούτῳ διδόναι σωτηρίαν,
14.78
ὑγίειαν, ἀγαθὰ πολλὰ τῶν ὄντων τε νῦν
14.78
ἀγαθῶν ὄνησιν πᾶσι. ταῦτ’ εὐχώμεθα.
14.78
ὗν ὡς ἄφευσα χὠς ἐμίστυλα κρέα
14.78
ἱρωστί· καὶ γὰρ οὐ κακῶς ἐπίσταμαι ...
14.79
ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέι χαλκῷ,
14.79
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας
14.79
θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.
14.79
Ἕκτωρ δὲ προτὶ ἄστυ δύο κήρυκας ἔπεμπε
14.79
καρπαλίμως ἄρνας τε φέρειν Πρίαμόν τε καλέσσαι.
14.79
αὐτὰρ ὃ Ταλθύβιον προίει κρείων Ἀγαμέμνων
14.79
νῆας ἐπὶ γλαφυρὰς ἰέναι ἠδ’ ἄρν’ ἐκέλευσεν
14.79
οἰσέμεναι.
14.79
Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν
14.79
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.
14.80
οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη
14.80
πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως;
14.80
Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε.
14.80
τοῦ θηριώδους καὶ παρασπόνδου βίου
14.80
ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς
14.80
ἀλληλοφαγίας ἤγαγ’ εἰς τάξιν τινὰ
14.80
καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον
14.80
ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω.
14.80
ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν
14.80
γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος
14.80
αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος
14.80
ἠθροίζετ᾽, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι
14.80
διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν.
14.80
Β. ἄνθρωπε χαῖρε, περὶ πόδ’ εἶ τῷ δεσπότῃ.
14.80
Α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν,
14.80
σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς
14.80
ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι
14.80
τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς.
14.80
Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων.
14.80
Α. ἥμαρτον. ἀλλὰ δεῦρο νῦν συνείσιθι
14.80
ἐμοί, τά τ’ ἔνδον εὐτρεπῆ ποίει λαβών.
14.81
ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ
14.81
ὄζει καπνός τ’ ἐξέρχετ’ εὐωδέστατος;
14.81
οἰκεῖ τις, ὡς ἔοικεν, ἐν τῷ χάσματι
14.81
λιβανωτοπώλης ἢ μάγειρος Σικελικός.
14.81
Β. παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς;
14.81
Σικελῶν δὲ τέχναις ἡδυνθεῖσαι
14.81
δαιτὸς διαθρυμματίδες.
14.81
ἐπισημαίνεσθ᾽, ἐὰν
14.81
ἡ σκευασία καθάρειος ᾖ καὶ ποικίλη.
14.81
ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα
14.81
τὰ τῶν μαγείρων πάνθ’ ἃ καθ’ ἑκάστου κακὰ
14.81
ἀντεργολαβοῦντος ἔλεγον· ὃ μὲν ὡς οὐκ ἔχει
14.81
ῥῖνα κριτικὴν πρὸς τοὔψον, ὃ δ’ ὅτι τὸ στόμα
14.81
πονηρόν, ὃ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας
14.81
ἐπιθυμίας ἔνιά τε τῶν ἡδυσμάτων,
14.81
κάθαλος, κάτοξος, χναυστικός, προσκαυστικός,
14.81
καπνὸν οὐ φέρων, πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς
14.81
εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσὶ
14.81
διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ’ ἐλήλυθεν.
14.81
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
14.81
ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον;
14.81
Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι
14.81
ζέσαι. Β. τὸ δ’ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον,
14.81
ὕδωρ. Β. ὁ γόγγρος; Α. ταὐτόν. Β. ἡ βατίς; Α. χλόη.
14.81
Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β. κρέας
14.81
ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία.
14.81
Β. ὁ σπλήν; Α. σεσάχθω. Β. νῆστις; Β. ἀπολεῖ μ᾽
14.81
οὑτοσί.
14.81
εὖ γ᾽, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν
14.81
οὐδ’ ἀναγεγράμμεθ᾽, ἀλλὰ καίεται λύχνος,
14.81
καὶ βιβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν
14.81
τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης
14.81
ὁ Χῖος ἢ Τυνδάριχος ὁ Σικυώνιος,
14.81
ἢ Ζωπυρῖνος. Α. αὐτὸς εὕρηκας δὲ τί;
14.81
Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας ..
14.83
τοὔψον λαβοῦσαι τοῦτο ταπεταλμένον
14.83
σκευάζετ᾽, εὐωχεῖσθε, προπόσεις πίνετε,
14.83
λέπεσθε, ματτυάζετε.
14.84
γυμνῷ φυλακὴν ἐπίταττε, καὶ διὰ τριῶν
14.84
ποτηρίων με ματτύης εὐφραινέτω.
14.84
πιεῖν τις ἡμῖν ἐγχεάτω καὶ ματτύην
14.84
ποιεῖτε θᾶττον.
14.84
ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω,
14.84
ἀνέκραγον ‘οὐ δώσει τις ἡμῖν ματτύην;’
14.84
ἥδιον οὐδέν ἐστί μοι τῆς ματτύης,
14.84
τοῦτ’ εἴτε πρῶτοι Μακεδόνες τοῖς Ἀττικοῖς
14.84
κατέδειξαν ἡμῖν εἴτε πάντες οἱ θεοί·
14.84
οὐκ οἶδα πλήν ἐστίν γε μουσικωτάτου τινός ...
14.85
εὖ γ᾽, ἄνδρες, εὖ σφόδρ᾽· ἀλλὰ μὴν τῇ ματτύῃ
14.85
οὕτω διαθήσω τὰ μετὰ ταῦθ’ ὥστ’ οἴομαι
14.85
οὐδ’ αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.
14.85
θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν
14.85
εἰς ματτύην οὐδέτερος εἶδε πώποτε.
14.85
περιφέρειν ματτύην καὶ ποδάριον
14.85
καὶ γαστρίον τακερόν τι καὶ μήτρας ἴσως.
14.85
ὥστ’ ἐνίοτ’ ἂν τούτοισι ποιῶν ματτύην
14.85
σπεύδων ἅμ’ εἰσήνεγκα διαμαρτὼν μίαν
14.85
ἄκων περιφορὰν τῶν νεκρῶν ὡς τὸν νεκρόν.
14.85
ἐξὸν ἀποσάττεσθαι δ’ ὅλην τὴν ἡμέραν,
14.85
ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).