Athenaeus of Naucratis
Deipnosophistae
Deip 15.1
Choose a text
More by Athenaeus of Naucratis
—
Perseus Grc3
15.1
Εἴ μοι τὸ Νεστόρειον εὔγλωσσον μέλος
15.1
Ἀντήνορός τε τοῦ Φρυγὸς δοίη θεός,
15.1
ἅνδρες δεδειπνήκασιν ἤδη; Β. σχεδὸν ἅπαντες. Α. εὖ γε·
15.1
τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ
15.1
λίτρον παραχέων ἔρχομαι. Β. κἀγὼ δὲ παρακορήσων.
15.1
σπονδὰς δ’ ἔπειτα παραχέας τὸν κότταβον παροίσω·
15.1
τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι
15.1
καὶ προαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων
15.1
Αἰγύπτιον κᾆτ’ ἴρινον· στέφανον δ’ ἔπειθ’ ἑκάστῳ
15.1
δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.
15.1
Α. καὶ δὴ κέκραται. Β. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε ...
15.1
σπονδὴ μὲν ἤδη γέγονε καὶ πίνοντές εἰσι πόρρω·
15.1
καὶ σκόλιον ᾖσται, κότταβος δ’ ἐξοίχεται θύραζε.
15.1
αὐλοὺς δ’ ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι
15.1
μελίζεται τοῖς συμπόταις· κἄλλην τρίγωνον εἶδον
15.1
ἔχουσαν, εἶτ’ ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.
15.2
ὄρσ’ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς (Il. 4.204).
15.2
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
15.2
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
15.3
πυκνοῖς δ’ ἔβαλλον Βακχίου τοξεύμασιν
15.3
κάρα γέροντος· τὸν βαλόντα δὲ στέφειν
15.3
ἐγὼ ᾽τετάγμην, ἆθλα κότταβον διδούς.
15.3
πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ
15.3
τὸ δεῖπνον ἔνδον σκευάσω. ΗΡ. πάνυ βούλομαι·
15.3
ἀλλανεμος ἐστ᾽. Α. ἀλλ’ εἰς θυίαν παιστέον.
15.3
ΗΡ. φέρε τὴν θυίαν, αἶρ’ ὕδωρ, ποτήρια
15.3
παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.
15.3
Α. ........... ἀγεννῶς οὐκ ἐῶ
15.3
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
15.3
τασδί τε τὰς κρηπῖδας, ἃς αὕτη φορεῖ,
15.3
καὶ τὸν κότυλον τὸν σόν. ΗΡ. βαβαιάξ· οὑτοσὶ
15.3
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.
15.4
Εὔβουλος Βελλεροφόντῃ (II 171 K)·
15.4
τίς ἂν λάβοιτο τοῦ σκέλους κάτωθέ μου;
15.4
ἄνω γὰρ ὥσπερ κοττάβειον αἴρομαι.
15.4
τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος
15.4
τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν
15.4
......... πέντε νικητήριον.
15.4
Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον;
15.4
Α. ἐγὼ διδάξω καθ’ ἕν· ὃς ἂν τὸν κότταβον
15.4
ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν —
15.4
Β. πλάστιγγα ποίαν; τοῦτο τοὐπικείμενον
15.4
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις;
15.4
Α. τοῦτ’ ἐστὶ πλάστιγξ — οὗτος ὁ κρατῶν γίγνεται.
15.4
Β. πῶς δ’ εἴσεταί τις τοῦτ᾽; Α. ἐὰν θίγῃ μόνον
15.4
αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος
15.4
ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ
15.4
πρόσεστι καὶ Μάνης τις ὥσπερ οἰκέτης;
15.4
ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
15.4
Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους
15.4
οἶνόν τε μικρὸν ἐγχέαι καὶ μὴ πολύν·
15.4
ἔπειτ’ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε;
15.4
τοιουτονί. Β. Πόσειδον, ὡς ὑψοῦ σφόδρα.
15.4
Α. οὕτω ποιήσεις. Β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ
15.4
οὐκ ἂν ἐφικοίμην αὐτόσ᾽. Α. ἀλλὰ μάνθανε.
15.5
εὖτε τὴν ἀπ’ ἀγκύλης ἵησι τοῖσδε τοῖς νεανίαις,
15.5
λευκὸν ἀντείνασα πῆχυν.
15.5
Εὐρύμαχος, οὐ γὰρ ἄλλος, οὐδὲν ἧσσον ...
15.5
ὕβριζ’ ὑβρισμοὺς οὐκ ἐναισίους ἐμοί.
15.5
ἦν μὲν γὰρ αὐτῷ κότταβος ἀεὶ τοὐμὸν κάρα,
15.5
τοῦ δ’ ἀγκυλητοῦ κοσσάβιός ἐστι σκοπὸς
15.5
ἐκτεμὼν ἡβῶσα χεὶρ ἐφίετο.
15.6
ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους
15.6
καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
15.6
χλανίδες δ’ οὖλαι καταβέβληνται,
15.6
θώρακα δ’ ἅπας ἐμπερονᾶται,
15.6
κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,
15.6
βλαύτης δ’ οὐδεὶς ἔτ’ ἔρως λευκῆς,
15.6
ῥάβδον δ’ ὄψει τὴν κοτταβικὴν
15.6
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
15.6
μάνης δ’ οὐδὲν λατάγων ἀίει·
15.6
τὴν δὲ τάλαιναν πλάστιγγ’ ἂν ἴδοις
15.6
παρὰ τὸν στροφέα τῆς κηπαίας
15.6
ἐν τοῖσι κορήμασιν οὖσαν.
15.6
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μου
15.6
λέγοντες· ‘ὦ κάλλιστον Ἡρακλεῖ λάταξ’
15.6
ξανθὴ δ’ Ἀφροδισία λάταξ
15.6
πᾶσιν ἐπεκτύπει δόμοις.
15.6
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
15.6
προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
15.6
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
15.6
οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας.
15.7
ὁ διαγρυπνήσας τὸν πυραμοῦντα λήψεται
15.7
τὰ κοττάβια καὶ τῶν παρουσῶν ἣν θέλει φιλήσει.
15.7
καὶ γὰρ πάλαι πέττει τὰ νικητήρια.
15.7
ἐξεπήδησ’ ἀρτίως πέττουσα τὸν χαρίσιον.
15.7
εἶεν γυναῖκες· νῦν ὅπως τὴν νύχθ’ ὅλην
15.7
ἐν τῇ δεκάτῃ τοῦ παιδίου χορεύσετε
15.7
θήσω δὲ νικητήριον τρεῖς ταινίας
15.7
καὶ μῆλα πέντε καὶ φιλήματ’ ἐννέα.
15.7
κότταβον ἐνθάδε σοι τρίτον ἑστάναι οἱ δυσέρωτες
15.7
ἡμεῖς προστίθεμεν γυμνασίῳ Βρομίου
15.7
κώρυκον. οἱ δὲ παρόντες ἐνείρετε χεῖρας ἅπαντες
15.7
ἐς σφαίρας κυλίκων· καὶ πρὶν ἐκεῖνον ἰδεῖν,
15.7
ὄμματι βηματίσαισθε τὸν αἰθέρα τὸν κατὰ κλίνην,
15.7
εἰς ὅσον αἱ λάταγες χωρίον ἐκτέταται.
15.8
‘ὕμνους οἰνοχοεῖν ἐπιδέξια σοί τε καὶ ἡμῖν
15.8
τόνδε τὸν ἀρχαῖον τηλεδαπόν τε φίλον
15.8
εἰρεσίῃ γλώσσης ἀποπέμψομεν εἰς μέγαν αἶνον
15.8
τοῦδ’ ἐπὶ συμποσίου· δεξιότης δὲ λόγου
15.8
πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα
15.8
κρεῖττον· μάχαι δ’ ἄλλοισι καὶ πόνος μέλοι.’
15.8
ἀγγελίας ἀγαθῆς δεῦρ’ ἴτε πευσόμενοι
15.8
καὶ κυλίκων ἔριδας διαλύσατε καὶ κατάθεσθε
15.8
τὴν ξύνεσιν παρ’ ἐμοὶ καὶ τάδε μανθάνετε,
15.8
τὰ δὲ ῥόδα φυλλοβολεῦντα
15.8
τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί.
15.9
δέχου τήνδε προπινομένην
15.9
τὴν ἀπ’ ἐμοῦ ποίησιν. ἐγὼ δ’ ἐπιδέξια πέμπω
15.9
σοὶ πρώτῳ Χαρίτων ἐγκεράσας χάριτας.
15.9
καὶ σὺ λαβὼν τόδε δῶρον ἀοιδὰς ἀντιπρόπιθι,
15.9
συμπόσιον κοσμῶν καὶ τὸ σὸν εὖ θέμενος.
15.9
τόδ’ ἀνατίθημί σοι ῥόδον,
15.9
καλὸν ἄνθημα καὶ πέδιλα καὶ κυνέαν
15.9
καὶ τὰν θηροφόνον λογχίδ᾽, ἐπεί μοι νόος ἄλλᾳ
15.9
κέχυται
15.9
ἐπὶ τὰν Χάρισι φίλαν παῖδα καὶ καλάν.’
15.11
‘οἵῳ μ’ ὁ δαίμων, ἔφη, φιλοσόφῳ συνῴκισεν·
15.11
ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα·
15.11
ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία·
15.11
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
15.11
οἷς οὐθέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
15.11
‘οὐδ’ ἐν Τριβαλλοῖς ταῦτά γ’ ἐστὶν ἔννομα·
15.11
οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις
15.11
δείξαντα δεῖν τὸ δεῖπνον εἰς τὴν αὔριον
15.11
πωλεῖν ἀδείπνοις ἃ παρέθηκ’ αὐτοῖς ἰδεῖν.
15.11
στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν,
15.11
τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην.
15.11
Μεγίστης δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπείτε
15.14
οὐκ ἐθέλω, Φιλόθηρε, κατὰ πτόλιν, ἀλλὰ παρ’ Ἥρῃ
15.14
δαίνυσθαι ζεφύρου πνεύμασι τερπόμενος.
15.14
ἀρκεῖ μοι λιτὴ μὲν ὑπὸ πλευροῖσι χαμευνάς,
15.14
ἐγγύθι πὰρ προμάλου δέμνιον ἐνδαπίης,
15.14
καὶ λύγος, ἀρχαῖον Καρῶν στέφος. ἀλλὰ φερέσθω
15.14
οἶνος καὶ Μουσῶν ἡ χαρίεσσα λύρη,
15.14
θυμῆρες πίνοντες ὅπως Διὸς εὐκλέα νύμφην
15.14
μέλπωμεν, νήσου δεσπότιν ἡμετέρης.
15.14
Μεγίστης ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπειδὴ
15.14
στεφανοῦταί τε λύγῳ καὶ τρύγα πίνει μελιηδέα.’
15.16
ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους
15.16
θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσῳ.
15.16
ἀλλ’ ἀνήτω μὲν περὶ ταῖς δέραισι
15.16
περθέτω πλεκτὰς ὑποθυμίδας τίς.
15.16
καὶ πολλαὶς ὑποθυμίδας
15.16
πλεκταὶς ἀμπ’ ἀπαλᾷ δέρᾳ.
15.16
πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο.
15.16
τῷ δὲ ξένῳ γε στέφανον, ἀρχαῖον στέφος,
15.16
δεσμῶν ἄριστος ἐκ Προμηθέως λόγου.
15.16
σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθέσθ’ ἐραταῖς φόβαισιν
15.16
ὅρπακας ἀνήτοιο συνερραις ἁπαλαῖσι χερσίν.
15.16
εὐανθέα γὰρ πέλεται καὶ Χάριτες μάκαιρα
15.16
μᾶλλον προσόρην, ἀστεφανώτοισι δ’ ἀπυστρέφονται.
15.16
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
15.16
ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει.
15.19
στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
15.19
κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων.
15.19
στεφάνους τεμόντες, ἀγγέλους εὐφημίας.
15.19
καίτοι φορεῖτε γλῶσσαν ἐν ὑποδήμασι,
15.19
στεφανοῦσθ’ ὑπογλωττίσιν, ὅταν πίνητέ που·
15.19
κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.
15.19
ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων
15.19
ἀγῶνα θεῖτ’ ἄν, εἰ λέγειν εἴη σοφός.
15.20
τί οὖν ποιῶμεν; χλανίδ’ ἐχρῆν λευκὴν λαβεῖν·
15.20
εἶτ’ ἰσθμιακὰ λαβόντες ὥσπερ οἱ χοροὶ
15.20
ᾄδωμεν εἰς τὸν δεσπότην ἐγκώμιον.
15.21
οὔλην ἕρπυλλον, λευκὸν κρίνον ἠδ’ ὑάκινθον
15.21
πορφυρέην γλαυκοῦ τε χελιδονίοιο πέτηλα
15.21
καὶ ῥόδον εἰαρινοῖσιν ἀνοιγόμενον ζεφύροισιν·
15.21
οὔπω γὰρ φύεν ἄνθος ἐπώνυμον Ἀντινόοιο.
15.22
ἕστηκ’ ἀμφὶ κόμας εὐώδεας ἀγχόθι πατρὸς
15.22
καλὸν Ἰακχαῖον θηκαμένη στέφανον.’
15.22
στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους.
15.23
ἀθῷος ἀποδοὺς θοἰμάτιον ἀπέρχεται,
15.23
στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε.
15.23
ὁ τρίτος οὗτος δ’ ἔχει
15.23
σύκων κυλιστὸν στέφανον. ἀλλ’ ἔχαιρε καὶ
15.23
ζῶν τοῖς τοιούτοις.
15.23
ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.
15.23
περιφοραῖς κυκλούμενος
15.23
ὥσπερ κυλιστὸς στέφανος.
15.23
οὔτοι γένειον ὧδε χρὴ διηλιφὲς
15.23
φοροῦντα κἀντίπαιδα καὶ γένει μέγαν
15.23
γαστρὸς καλεῖσθαι παῖδα, τοῦ πατρὸς παρόν.
15.24
ὦ μάκαρ, ἥτις ἔχουσ’ ἐνὶ δωματίῳ στρουθίον ἀεροφόρητον
15.24
λεπτότατον περὶ σῶμα συνίλλεται τε
15.24
ἡδυπότατον περὶ νυμφίον εὔτριχα,
15.24
Κισσὸς ὅπως Καλάμῳ περιφύεται
15.24
αὐξόμενος ἔαρος ὀλολυγόνος
15.24
ἔρωτι κατατετηκώς.
15.24
Αἰγίδιον, σὺ δὲ τόνδε φορήσεις
15.24
στέφανον πολυποίκιλον ἀνθέων,
15.24
γρυπότατον, χαριέστατον, ὦ Ζεῦ·
15.24
τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει.
15.24
στεφάνους ἴσως βούλεσθε· πότερ’ ἑρπυλλίνους
15.24
ἢ μυρτίνους ἢ τῶν διηνθημένων;
15.24
Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί· σὺ δὲ
15.24
τά γ’ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.
15.25
ΦΙΛΥΡΙΝΟΣ. Ξέναρχος Στρατιώτῃ (ib. 473)·
15.25
φιλύρας εἶχε γὰρ
15.25
ὁ παῖς ἀφύλλου στέφανον ἀμφικείμενον.
15.25
καλοῦνται δέ τινες καὶ ΕΛΙΚΤΟΙ στέφανοι, ὥσπερ
15.25
κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
15.25
στεφάνων ἑλικτῶν ...
15.25
περὶ δὲ τῶν ἐν Αἰγύπτῳ αἰεὶ ἀνθούντων στεφάνων
15.26
πλέξαι στεφάνους συνθηματιαίους εἴκοσιν.
15.26
Φοῖβον, ὃς ἁγεῖται τοῖς Τυνδαρίδῃσιν ἀοιδᾶς,
15.26
ἁμέτεροι τέττιγες ἐπεστέψαντο χορωνῷ.
15.26
ΑΚΙΝΙΝΟΙ. στέφανοί τινες καλοῦνται οὕτως οἱ ἐκ
15.27
καὶ τὶν εὔχομαι φέροισα
15.27
τόνδ’ ἑλιχρύσω πυλεῶνα
15.27
κἠράτω κυπαίρω.
15.27
μύρτα τε καὶ ἴα καὶ ἑλίχρυσος,
15.27
μᾶλά τε καὶ ῥόδα καὶ τέρεινα δάφνα.
15.27
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις.
15.27
Φιλῖνος δὲ τὸ ΚΡΙΝΟΝ ὑφ’ ὧν μὲν λείριον, ὑφ᾽
15.27
Διοκλῆς δ’ ἐν τῷ περὶ Θανασίμων Φαρμάκων
15.28
κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
15.28
λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις.
15.28
οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
15.28
νῦν δ’ ὁμηρεύουσ’ ἔχοντες πορφυροῦς κεκρυφάλους;’
15.28
ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ.
15.28
χρύσιον ὅρμον ἔχων ῥαδινᾶν πετάλοισι καλχᾶν. —
15.29
‘τῶν δὲ ΡΟΔΩΝ, φησὶ Θεόφραστος ἐν τῷ
15.30
εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
15.30
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
15.30
οἷα φοροῦσ’ ὧραι, ἔν τε κρόκῳ ἔν θ’ ὑακίνθῳ
15.30
ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ’ ἐνὶ ἄνθει καλῷ,
15.30
ἡδέι νεκταρέῳ, ἔν τ’ ἀμβροσίαις καλύκεσσιν
15.30
ἄνθεσι ναρκίσσου καλλιρρόου δ’ οια Ἀφροδίτη
15.30
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
15.30
ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη ....
15.30
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
15.30
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
15.30
Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
15.30
καλὸν ἀείδουσαι κατ’ ὄρος πολυπιδάκου Ἴδης.
15.31
ἀλλὰ τὰ μὲν σπείροις τε καὶ ὡς ὡραῖα φυτεύοις,
15.31
ἄνθε’ Ἰαονίηθε· γένη γε μὲν ἰάσι δισσά,
15.31
ὠχρόν τε χρυσῷ τε φυὴν εἰς ὦπα προσεικές,
15.31
ἅσσα τ’ Ἰωνιάδες Νύμφαι στέφος ἁγνὸν Ἴωνι
15.31
Πισαίοις ποθέσασαι ἐνὶ κλήροισιν ὄρεξαν.
15.31
οὔτε τι παι βρώμην ποτιδεγμένα· πολλάκι δ’ ἴχνη
15.31
στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις·
15.31
ἁδρύνει δὲ βλάστα βαθεῖ’ ἐν τεύχεϊ κόπρος,
15.31
σαμψύχου λιβάνου τε νέας κλάδας ἠδ’ ὅσα κῆποι
15.31
ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
15.31
ἦ γὰρ καὶ λεπταὶ πτερίδες καὶ παιδὸς ἔρωτες
15.31
λεύκῃ ἰσαιόμενοι, ἐν καὶ κρόκος εἴαρι μύων
15.31
κύπρος τ’ ὀσμηρόν τε σισύμβριον ὅσσα τε κοίλοις
15.31
ἄσπορα ναιομένοισι τόποις ἀνεθρέψατο λειμὼν
15.31
κάλλεα, βουφθαλμόν τε καὶ εὐειδὲς Διὸς ἄνθος,
15.31
χάλκας, σὺν δ’ ὑάκινθον ἰωνιάδας τε χαμηλὰς
15.31
ὀρφνοτέρας, ἃς στύξε μετ’ ἄνθεσι Περσεφόνεια.
15.31
σὺν δὲ καὶ ὑψῆέν τε πανόσμεον ὅσσα τε τύμβοι
15.31
φάσγανα παρθενικαῖς νεοδουπέσιν ἀμφιχέονται,
15.31
αὐταί τ’ ἠιθέας ἀνεμωνίδες ἀστράπτουσαι
15.31
τηλόθεν ὀξυτέρῃσιν ἐφελκόμεναι χροιῇσιν.
15.31
πᾶς δέ τις ἢ ἑλένειον ἢ ἀστέρα φωτίζοντα
15.31
δρέψας εἰνοδίοισι θεῶν παρακάββαλε σηκοῖς
15.31
ἢ αὐτοῖς βρετάεσσιν, ὅτε πρώτιστον ἴδωνται·
15.31
πολλάκι θελμια καλά, τοτὲ χρυσανθὲς ἀμέργων
15.31
λείριά τε στήλαισιν ἐπιφθίνοντα καμόντων
15.31
καὶ γεραὸν πώγωνα καὶ ἐντραπέας κυκλαμίνους
15.31
σαύρην θ᾽, ἣ χθονίου πέφαται στέφος Ἡγεσιλάου.
15.32
θήσειόν θ’ ἁπαλὸν μήλῳ ἐναλίγκιον ἄνθος,
15.32
Λευκερέης ἱερὸν περικαλλέος, ὅ ῥα μάλιστα
15.32
φίλατο.
15.32
ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ’ ὑάκινθον,
15.32
καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·
15.32
ὦ φιλῶν μὲν ἀμάρακον, προσκυνῶν δὲ σέλινα,
15.32
γελῶν δ’ ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,
15.32
ἔγχει κἀπιβόα τρίτον παιῶν᾽, ὡς νόμος ἐστίν.
15.32
ὑπ’ ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες
15.32
ἐν λειμῶνι λωτοφόρῳ κύπειρόν τε δροσώδη
15.32
κἀνθρύσκου μαλακῶν τ’ ἴων λείμακα καὶ τριφύλλου.
15.32
λουσάμενοι δὲ πρὸ λαμπρᾶς
15.32
ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἳ δ’ ἐν τῷ μύρῳ
15.32
λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.
15.32
παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι,
15.32
λειρίοις ῥόδοις κρίνεσιν κοσμοσανδάλοις ἴοις
15.32
καὶ σισυμβρίοις ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς
15.32
ἑρπύλλῳ κρόκοις ὑακίνθοις ἑλειχρύσου κλάδοις
15.32
οἰνάνθῃσιν ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ,
15.32
ἀνθρύσκου ........ ναρκίσσου φόβῃ
15.32
τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι·
15.32
καὶ .. κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται.
15.33
καὶ σὺ μὲν
15.33
τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει,
15.33
κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
15.33
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
15.33
κατὰ χειρὸς δ᾽
15.33
ἤλυθ’ ὕδωρ· ἁπαλὸς παιδίσκος ἐν ἀργυρέᾳ φέρων
15.33
προχόῳ ἐπέχευεν.
15.33
εἶτ’ ἔφερεν στέφανον λεπτᾶς ἀπὸ μυρτίδος εὐγνήτων
15.33
κλαδέων δισύναπτον.
15.33
ὡς γὰρ εἰσῆλθε τὰ γερόντια τότ’ εἰς δόμους,
15.33
εὐθὺς ἀνεκλίνετο· παρῆν στέφανος ἐν τάχει,
15.33
ᾔρετο τράπεζα, παρέκειθ’ ἅμα τετριμμένη
15.33
μᾶζα χαριτοβλέφαρος.
15.33
καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
15.33
ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
15.33
καὶ στέφανον. εἶεν· καλὸς ὁ καιρός, Χαιρεφῶν.
15.33
φορεῖτε, μασσέτω τις, ἐγχείτω βαθὺν
15.33
κρατῆρ᾽· ὅδ’ ἁνὴρ οὐ πρὶν ἂν φάγῃ καλῶς
15.33
ὅμοια καὶ βοῦς ἐργάτης ἐργάζεται.
15.33
σύνδειπνος ἢ ᾽πίκωμος ἢ μαζαγρέτας,
15.33
Ἅιδου τραπεζεύς, ἀκρατέα νηδὺν ἔχων.
15.33
στεφάνων τε τούτων τῶν χύδην πεπλεγμένων.
15.33
στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο
15.33
καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.
15.34
περιενεγκόντων δὲ τῶν παίδων ἐν ἀλαβάστοις
15.35
ἐγὼ δὲ φίλημ’ ἁβροσύναν,
15.35
καί μοι τὸ λαμπρὸν ἔρος ἀελίω καὶ τὸ καλὸν λέλογχε,
15.35
ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων τάδ’ ἔγραψεν
15.35
Παρράσιος.
15.36
ὑγιείας μέρος
15.36
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
15.36
κὰδ δὲ χευάτω μύρον ἁδὺ καττῶ
15.36
στήθεος ἄμμι.
15.36
τί μὴν πέτεαι
15.36
συρίγγων κοιλώτερα
15.36
στήθεα χρισάμενος μύρῳ;
15.36
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
15.36
κραδίη δέ οἱ ἔνδον ὑλάκτει.
15.36
Ἕκτορι δ’ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.
15.36
αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
15.36
ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξω
15.36
στηθέων ἐκθρώσκει, τρομέει δ’ ὕπο φαίδιμα γυῖα.
15.36
θυμῷ δ’ οὔ τις φαιδρὰ χορεύει
15.36
τάρβους θυγάτηρ.
15.36
ὦ πονηρὰ καρδία,
15.36
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος·
15.36
ὀρχῇ γὰρ εὐθύς, ἄν μ᾽ ἴδῃς δεδοικότα.
15.37
οὐκ ἂν μύροισι γραῦς ἐοῦσ’ ἠλείφετο.
15.37
ἐσμυρισμένας κόμας
15.37
καὶ στῆθος, ὡς ἂν καὶ γέρων ἠράσσατο.
15.37
ῥοδόεντι δ’ ἔχριεν ἐλαίῳ.
15.37
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος
15.37
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ χρόα λευκὸν
15.37
ἀμβροσίῳ ἑανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·
15.37
τοῦ καὶ κινυμένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ
15.37
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
15.39
ἰσάργυρόν τ’ εἰς χεῖρα Κυπρίου λίθου
15.39
δώσουσι κόσμον χριμάτων τ’ Αἰγυπτίων ...
15.40
λοῦται δ’ ἀληθῶς· ἀλλὰ τί;
15.40
Β. ἐκ χρυσοκολλήτου δὲ κάλπιδος μύρῳ
15.40
Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη,
15.40
φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
15.40
σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα,
15.40
ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην,
15.40
ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα ...
15.40
ἔπειτ’ ἀλείφεσθαι πρίω τὸ σῶμά μοι
15.40
μύρον ἴρινον καὶ ῥόδινον, ἄγαμαι, Ξανθία·
15.40
καὶ τοῖς ποσὶν χωρὶς πρίω μοι βάκχαριν.
15.40
Β. ὦ λακκόπρωκτε, βάκχαριν τοῖς σοῖς ποσὶν
15.40
ἐγὼ πρίωμαι; λαικάσομἄρα βάκχαριν;
15.40
μύρον τε παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο
15.40
ἐχθὲς Μελανώπῳ, πολυτελοῦς Αἰγυπτίου,
15.40
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.
15.40
πρὸς τῷ μυροπώλῃ γευόμενον κατελίμπανον
15.40
αὐτὸν περὶ μύρον ..... μέλλει τε συνθείς σοι φέρειν
15.40
τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.
15.41
βακκάρι δὲ τὰς ῥῖνας
15.41
ἤλειφον· ἐσθ’ οἵη περ κρόκος.
15.41
βακκάρει χρισθέντα καὶ ψυκτηρίοις
15.41
πτεροῖς ἀναστήσαντα προσθίαν τρίχα.
15.41
βακκάρεις δὲ καὶ μύρα
15.41
καὶ Σαρδιανὸν κόσμον εἰδέναι χροὸς
15.41
ἄμεινον ἢ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.
15.41
λούσαντα χρὴ καὶ βακκάριδι κεχριμένον.
15.41
κἄγωγε τὰς σὰς βακκάρεις τε καὶ μύρα.
15.41
κἠλειφόμην μύροισι καὶ θυώμασι
15.41
καὶ βακκάρι.
15.41
ὦ Ζεῦ πολυτίμηθ᾽, οἷον ἔπνευσεν ὁ μιαρὸς
15.41
φάσκωλος εὐθὺς λυόμενός μοι τοῦ μύρου
15.41
καὶ βακκάριδος.
15.42
ἔστην δὲ κἀκέλευον ‘ἐγχέασθε νῷν
15.42
βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέῃ.’
15.42
γλυκύτατον δ’ ὦζε βασιλείου μύρου.
15.42
βρενθείω βασιληίω.
15.42
φέρ’ ἴδω, τί σοι δῶ τῶν μύρων· ψάγδαν φιλεῖς;
15.42
ψάγδαν ἐρυγγάνοντα.
15.42
Αἰγυπτίῳ ψάγδανι τρὶς λελουμένη.
15.42
καὶ λέγ᾽, ὅτι φέρεις αὐτῇ μύρον
15.42
τοιοῦτον οἷον οὐ Μέγαλλος πώποτε
15.42
ἥψησεν οὐδὲ Δεινίας ᾁγύπτιος
15.42
οὔτ’ εἶδεν οὔτ’ ἐκτήσατο.
15.42
ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις,
15.42
ἔπειτ’ ἀλείφειν τῷ μεγαλλείῳ μύρῳ
15.42
καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα.
15.42
Β. ἀκήκοας σύ, δέσποτ᾽, ἤδη πώποτε
15.42
τὸ θυμίαμα τοῦτο;
15.42
ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη
15.42
μύροις μεγαλλείοις τὸ σῶμ’ ἀλείφεται.
15.42
ἡδὺ τὸ μύρον, παιδίον. Β. ἡδύ· πῶς γὰρ οὔ;
15.42
νάρδινον.
15.43
μυρίσασά μ᾽ ἐγκατέκλεισεν ἀνθ’ αὑτῆς λάθρᾳ.
15.43
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν.
15.43
βάκκαρίς τε καὶ σάγδας ὁμοῦ.
15.44
στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς.
15.44
ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος,
15.44
οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι
15.44
γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας
15.44
περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας
15.44
εἰς οὐχὶ ταὐτόν, μὰ Δία, τὴν αὐτὴν μύρον,
15.44
ἰδίῳ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ
15.44
ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα.
15.44
μή μοι φθονήσητ᾽, ἄνδρες Ἑλλήνων ἄκροι· (Eur. fr. 703)
15.44
ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.
15.47
Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο,
15.47
μεγάλην Διὸς Σωτῆρος ἄκατον ἦρέ τις.
15.47
ἀλλ’ ἔγχεον
15.47
αὐτῷ Διός γε τήνδε Σωτῆρος, θεῶν
15.47
θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ.
15.47
Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
15.47
οὐδέν μ’ ὀνήσει. Α. πῖθι θαρρῶν.
15.47
κἀγώ, φιλτάτη·
15.47
μετανιπτρίδ’ αὐτῷ τῆς Ὑγιείας ἔγχεον.
15.47
Β. λαβὲ τῆς Ὑγιείας δὴ σύ. Α. φέρε, τύχἀγαθῇ.
15.47
τύχη τὰ θνητῶν πράγμαθ᾽, ἡ πρόνοια δὲ
15.47
τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.
15.47
ἄλλ’ ἐγχέασα θᾶττον Ἀγαθοῦ Δαίμονος
15.47
ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών.
15.47
ἱκανῶς κεχόρτασμαι γάρ. Ἀγαθοῦ Δαίμονος
15.47
δέχομαι. λαβοῦσ’ ἀπένεγκε ταύτην ἐκποδών.
15.47
ὡς ὑπό τι νυστάζειν γε καὐτὸς ἄρχομαι·
15.47
ἡ τἀγαθοῦ γὰρ Δαίμονος συνέσεισέ με
15.47
ἄκρατος ἐκποθεῖσα φιάλη παντελῶς.
15.47
ἡ τοῦ δὲ Σωτῆρος Διὸς τάχιστά γε
15.47
ἀπώλεσε ναύτην καὶ κατεπόντωσέν μ᾽, ὁρᾷς.
15.47
ἐκπεπήδηκας πρὶν Ἀγαθοῦ πρῶτον Δαίμονος λαβεῖν,
15.47
πρὶν Διὸς σωτῆρος.
15.49
ᾆσον δή μοι σκόλιόν τι λαβὼν Ἀλκαίου κἀνακρέοντος.
15.50
Παλλὰς Τριτογένει᾽, ἄνασσ’ Ἀθηνᾶ,
15.50
ὄρθου τήνδε πόλιν τε καὶ πολίτας,
15.50
ἄτερ ἀλγέων τε καὶ στάσεων
15.50
καὶ θανάτων ἀώρων σύ τε καὶ πατήρ.
15.50
Πλούτου μητέρ’ Ὀλυμπίαν ἀείδω
15.50
Δήμητρα στεφανηφόροις ἐν ὥραις,
15.50
σέ τε, παῖ Διός, Φερσεφόνη·
15.50
χαίρετον, εὖ δὲ τάνδ’ ἀμφέπετον πόλιν.
15.50
ἐν Δήλῳ ποτ’ ἔτικτε τέκνα Λατώ,
15.50
Φοῖβον χρυσοκόμαν, ἄνακτ’ Ἀπόλλω,
15.50
ἐλαφηβόλον τ’ ἀγροτέραν
15.50
Ἄρτεμιν, ἃ γυναικῶν μέγ’ ἔχει κράτος.
15.50
ὦ Πάν, Ἀρκαδίας μέδων κλεεννᾶς,
15.50
ὀρχηστὰ Βρομίαις ὀπαδὲ Νύμφαις,
15.50
γελάσειας, ὦ Πάν, ἐπ’ ἐμαῖς
15.50
εὔφροσι ταῖσδ’ ἀοιδαῖς κεχαρημένος.
15.50
ἐνικήσαμεν ὡς ἐβουλόμεσθα,
15.50
καὶ νίκην ἔδοσαν θεοὶ φέροντες
15.50
παρὰ Πανδρόσου .... ὡς φίλην Ἀθηνᾶν.
15.50
εἶθ’ ἐξῆν ὁποῖός τις ἦν ἕκαστος
15.50
τὸ στῆθος διελόντ᾽, ἔπειτα τὸν νοῦν
15.50
ἐσιδόντα, κλείσαντα πάλιν,
15.50
ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί.
15.50
ὑγιαίνειν μὲν ἄριστον ἀνδρὶ θνητῷ,
15.50
δεύτερον δὲ καλὸν φυὰν γενέσθαι,
15.50
τὸ τρίτον δὲ πλουτεῖν ἀδόλως,
15.50
καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.
15.50
ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν,
15.50
τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν
15.50
ὠνόμασεν ὀρθῶς· δεύτερον δ’ εἶναι καλόν,
15.50
τρίτον δὲ πλουτεῖν, τοῦθ᾽, ὁρᾷς, ἐμαίνετο·
15.50
μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει·
15.50
καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.
15.50
.... ἐκ γῆς χρὴ κατίδην πλόον,
15.50
εἴ τις δύναιτο καὶ παλάμην ἔχοι.
15.50
ἐπεὶ δέ κ’ ἐν πόντῳ γένηται,
15.50
τῷ παρεόντι τρέχειν ἀνάγκη.
15.50
ὁ δὲ καρκίνος ὧδ’ ἔφη,
15.50
χαλᾷ τὸν ὄφιν λαβών·
15.50
‘εὐθὺν χρὴ τὸν ἑταῖρον ἔμμεν
15.50
καὶ μὴ σκολιὰ φρονεῖν.’
15.50
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
15.50
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
15.50
ὅτε τὸν τύραννον κτανέτην
15.50
ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.
15.50
φίλταθ’ Ἁρμόδι’ , οὔ τί που τέθνηκας·
15.50
νήσσοις δ’ ἐν μακάρων σέ φασιν εἶναι,
15.50
ἵνα περ ποδώκης Ἀχιλεύς,
15.50
Τυδείδην τέ φασι τὸν ἐσθλόν Διομήδεα.
15.50
ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω,
15.50
ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων,
15.50
ὅτ’ Ἀθηναίης ἐν θυσίαις
15.50
ἄνδρα τύραννον Ἵππαρχον ἐκαινέτην.
15.50
αἰεὶ σφῷν κλέος ἔσσεται κατ’ αἶαν,
15.50
φίλταθ’ Ἁρμόδιε καὶ Ἀριστόγειτον,
15.50
ὅτι τὸν τύραννον κτανέτην
15.50
ἰσονόμους τ’ Ἀθήνας ἐποιησάτην.
15.50
παῖ Τελαμῶνος, Αἶαν αἰχμητά, λέγουσί σε
15.50
ἐς Τροίαν ἄριστον ἐλθεῖν Δαναῶν μετ’ Ἀχιλλέα.
15.50
ιϚʹ (18 B)
15.50
τὸν Τελαμῶνα πρῶτον, Αἴαντα δὲ δεύτερον
15.50
ἐς Τροίαν λέγουσιν ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα.
15.50
εἴθε λύρα καλὴ γενοίμην ἐλεφαντίνη,
15.50
καί με καλοὶ παῖδες φέροιεν Διονύσιον ἐς χορόν.
15.50
εἴθ’ ἄπυρον καλὸν γενοίμην μέγα χρυσίον
15.50
καί με καλὴ γυνὴ φοροίη καθαρὸν θεμένη νόον.
15.50
σύν μοι πῖνε, συνήβα, συνέρα, συστεφανηφόρει,
15.50
σύν μοι μαινομένῳ μαίνεο, σὺν σώφρονι σωφρόνει.
15.50
ὑπὸ παντὶ λίθῳ σκορπίος, ὦ ἑταῖρ᾽, ὑποδύεται.
15.50
φράζευ μή σε βάλῃ· τῷ δ’ ἀφανεῖ πᾶς ἕπεται δόλος.
15.50
ἁ ὗς τὰν βάλανον τὰν μὲν ἔχει, τὰν δ’ ἔραται λαβεῖν·
15.50
κἀγὼ παῖδα καλὴν τὴν μὲν ἔχω, τὴν δ’ ἔραμαι λαβεῖν.
15.50
πόρνη καὶ βαλανεὺς τωὐτὸν ἔχουσ’ ἐμπεδέως ἔθος·
15.50
ἐν ταὐτᾷ πυέλῳ τόν τ’ ἀγαθὸν τόν τε κακὸν λόει.
15.50
ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ’ ἐπιλήθου,
15.50
εἰ δὴ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.
15.50
αἰαῖ, Λειψύδριον προδωσέταιρον,
15.50
οἵους ἄνδρας ἀπώλεσας, μάχεσθαι
15.50
ἀγαθούς τε καὶ εὐπατρίδας,
15.50
οἳ τότ’ ἔδειξαν οἵων πατέρων κύρησαν.
15.50
ὅστις ἄνδρα φίλον μὴ προδίδωσιν, μεγάλην ἔχει
15.50
τιμὰν ἔν τε βροτοῖς ἔν τε θεοῖσιν κατ’ ἐμὸν νόον.
15.50
ἔστι μοι πλοῦτος μέγας δόρυ καὶ ξίφος
15.50
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός.
15.50
τούτῳ γὰρ ἀρῶ, τούτῳ θερίζω,
15.50
τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ’ ἀμπέλω,
15.50
τούτῳ δεσπότας μνοίας κέκλημαι.
15.50
τοὶ δὲ μὴ τολμῶντ’ ἔχειν δόρυ καὶ ξίφος
15.50
καὶ τὸ καλὸν λαισήιον, πρόβλημα χρωτός,
15.50
πάντες γόνυ πεπτηῶτες ἐμὸν κυνέοντι, δεσπόταν
15.50
καὶ μέγαν βασιλῆα φωνέοντες.
15.51
Ἀρετὰ πολύμοχθε γένει βροτείῳ,
15.51
θήραμα κάλλιστον βίῳ,
15.51
σᾶς πέρι, παρθένε, μορφᾶς
15.51
καὶ θανεῖν ζηλωτὸς ἐν Ἑλλάδι πότμος
15.51
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·
15.51
τοῖον ἐπὶ φρένα βάλλεις
15.51
καρπόν τ’ ἀθάνατον χρυσοῦ τε κρείσσω
15.51
καὶ γονέων μαλακαυγήτοιό θ’ ὕπνου.
15.51
σεῦ δ’ ἕνεχ’ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
15.51
πόλλ’ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.
15.51
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ’ Ἀίδα δόμον ἦλθον.
15.51
σᾶς δ’ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος
15.51
ἠελίου χήρωσεν αὐγάς.
15.51
τοιγὰρ ἀοίδιμον ἔργοις ἀθάνατόν τέ μιν αὐξήσουσι
15.51
Μοῦσαι,
15.51
Μνημοσύνης θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
15.51
φιλίας τε γέρας βεβαίας.
15.53
‘τί μ’ ἀνέμνασας κείνων κυλίκων;
15.53
ὦ τί πάσχεις· μὴ προδῷς ἄμμ᾽, ἱκετεύω.
15.53
πρὶν καὶ μολεῖν κεῖνον, ἀνίστω, μὴ κακὸν
15.53
μέγα ποιήσῃ σε κἀμὲ τὴν δειλάκραν.
15.53
ἁμέρα καὶ δή, τὸ φῶς διὰ τᾶς θυρίδος οὐκ εἰσορῇς;
15.53
κἀγὼ παιδοφιλήσω· πολύ μοι κάλλιον ἢ γαμεῖν·
15.53
παῖς μὲν γὰρ παρεὼν κἠν πολέμῳ μᾶλλον ἐπωφελεῖ.’
15.54
οἳ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι (Il. 11.825),
15.54
Εὔβοιός τε καὶ Ἑρμογένης δῖοί τε Φίλιπποι (Il. 10.429),
15.54
οἳ μὲν δὴ τεθνᾶσι καὶ εἰν Ἀίδαο δόμοισιν (Il. 23.52)·
15.54
ἔστι δέ τις Κλεόνικος, ὃν ἀθάνατον λάχε γῆρας,
15.54
οὔτε ποιητάων ἀδαήμων οὔτε θεάτρων (Od. 17.283),
15.54
ᾧ καὶ τεθνειῶτι λαλεῖν πόρε Φερσεφόνεια (Od. 10.490).
15.55
Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν παντοχάρυβδιν,
15.55
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον (Od. 20.181),
15.55
ἔννεφ᾽, ὅπως ψηφῖδι κακὸς κακὸν οἶτον ὀλεῖται (Il. 3.417)
15.55
βουλῇ δημοσίῃ παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο (Il. 1.316).
15.55
ἐς δὲ Θάσον μ’ ἐλθόντα μετεωρίζοντες ἔβαλλον
15.55
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·
15.55
‘ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ’ ἀνέπεισε
15.55
καλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ᾽ ἀναβῆναι;’
15.55
τοῖσι δ’ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ’ ἔπος εἶπον·
15.55
‘μνέα μ’ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ᾽ ἀναβῆναι
15.55
καὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
15.55
εὐκούρων βδελυρῶν, ὀλλύντων τ’ ὀλλυμένων τε
15.55
ἀνδρῶν, οἳ καὶ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·
15.55
οἷς καὶ ἐγὼ μετὰ τοῖσιν τὰ χρηίζων ἐποίθησα.
15.55
αὖθις δ’ οὐκ ἐπὶ κέρδος ἀπείσομαι εἰς Θασίους
15.55
μηθὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξων,
15.55
μή τίς μοι κατὰ οἶκον Ἀχαιάδων νεμεσήσῃ (Od. 2.101)
15.55
πεσσομένης ἀλόχου τὸν ἀχαικὸν ἄρτον ἐν οἴκοις,
15.55
καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ’ ἐσιδοῦσα (Il. 6.459),
15.55
‘ὡς φιλίων ωρμην παρ’ Ἀθηναίοισιν ἀείσας
15.55
πεντήκοντ’ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω.’
15.55
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη (Od. 3.222),
15.55
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ·
15.55
‘δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει ᾽ς τὸν ἀγῶνα.’
15.55
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον (Il. 1.92)
15.56
πεποίηκε δὲ παρῳδίας καὶ Ἕρμιππος ὁ τῆς ἀρχαίας
15.56
βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν (Il. 18.534).
15.56
μήτε σὺ τόνδ’ ἀγαθός περ ἐὼν ἀποαίρεο, κουρεῦ,
15.56
μήτε σύ, Πηλείδη (Il. 1.275. 77).
15.56
ὡς Ἀγαθοκλῆος λάσιαι φρένες ἤλασαν ἔξω
15.56
πατρίδος. ἀρχαίων ἦν ὅδ’ ἀνὴρ προγόνων,
15.56
εἰδὼς ἐκ νεότητος ἀεὶ ξείνοισιν ὁμιλεῖν
15.56
ξεῖνος· Μιμνέρμου δ’ εἰς ἔπος ἄκρον ἰὼν
15.56
παιδομανεῖ σὺν ἔρωτι πότην ἶσον. ἔγραφε δ’ ὡνὴρ
15.56
εὖ παρ’ Ὁμηρείην ἀγλαίην ἐπέων
15.56
πισσύγγους ἢ φῶρας ἀναιδέας ἤ τινα χλούνην,
15.56
φλύων ἀνθηρῇ σὺν κακοδαμονίῃ.
15.56
τοῖα Συρηκοσίοις καὶ ἔχων χάριν. ὃς δὲ Βοιωτοῦ
15.56
ἔκλυεν, Εὐβοίῳ τέρψεται οὐδ’ ὀλίγον.’
15.57
πίσσα δ’ ἀπὸ γραβίων ἔσταζεν,
15.58
καὶ διαστίλβονθ’ ὁρῶμεν,
15.58
ὥσπερ ἐν κενῷ λυχνούχῳ,
15.58
πάντα τῆς ἐξωμίδος.
15.58
καὶ πῶς ὑπερβὰς τὸν λυχνοῦχον οἴχεται
15.58
κἄλαθέ σε;
15.58
ἀλλ’ ὥσπερ ὁ λύχνος
15.58
ὁμοιότατα κάθευδ’ ἐπὶ τοῦ λυχνιδίου.
15.58
ἕξουσιν οἱ πομπεῖς λυχνούχους δηλαδή.
15.58
ἄνυσόν ποτ’ ἐξελθών, κρότος γὰρ γίγνεται,
15.58
καὶ τὸν λυχνοῦχον ἔκφερ’ ἐνθεὶς τὸν λύχνον.
15.58
ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον
15.58
μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης
15.58
τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.
15.58
ἡγοῦ μέν· ἢν δὲ . υ̣κνον εἰς τὸ πρόσθ’ ἰδὼν
15.58
......... ατο . ϋμένιδι ........ ς,
15.58
.... λυχνούχῳ ... κο..........
15.58
λαβὲ τριόδοντα καὶ λυχνοῦχον,
15.58
ἐγὼ δὲ δεξιᾷ γε τόνδ’ ἔχω τινά,
15.58
σιδηρότευκτον ἐναλίων θηρῶν βέλος,
15.58
κερατίνου τε φωσφόρου λύχνου σέλας.
15.58
ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν
15.58
τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.
15.59
ἐν δὲ Θεοφορήτῳ ὁ αὐτὸς Ἄλεξις (ib. 325)·
15.59
οἶμαί γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς
15.59
ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ.
15.59
ποῖος γάρ ἐστιν φανός, ὦ πρὸς τῶν θεῶν,
15.59
τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος;
15.59
οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;
15.59
ὁ φανός ἐστι μεστὸς ὕδατος οὑτοσί·
15.59
δεῖ τ’ οὐχὶ σείειν, ἀλλ’ ἀποσείειν αὐτόθεν.
15.59
ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων
15.59
ἄν τ’ οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
15.59
ἄν τ’ ὄξος, ἀπέπεμψ’ ὁ κατάρατος δοὺς ὕδωρ.
15.59
ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.
15.59
Β. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;
15.60
τίς τῶν λυχνείων ἡ ᾽ργασία; Β. Τυρρηνική.
15.60
τῶν δ’ ἀκοντίων
15.60
συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.
15.60
ἅψαντες λύχνον
15.60
λυχνεῖον ἐζητοῦμεν.
15.60
τῇδ’ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον.
15.60
οἶσ᾽ εἰσιὼν
15.60
πανόν, λύχνον, λυχνοῦχον, ὅ τι πάρεστι· φῶς
15.60
μόνον πολὺ ποίει.
15.60
ἀλλ’ ὁ πανὸς ὕδατός ἐστι μεστός.
15.60
οὐρὰν ὑπίλας ὑπὸ λεοντόπουν βάσιν (Eur. fr. 540 N),
15.63
Ὑγίεια, πρεσβίστα μακάρων, μετὰ σοῦ ναίοιμι τὸ
15.63
λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων σύνοικος
15.63
εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων [εἴης·
15.63
ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ
15.63
πόθων,
15.63
οὓς κρυφίοις Ἀφροδίτας ἄρκυσιν θηρεύομεν,
15.63
ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων
15.63
ἀμπνοὰ πέφανται,
15.63
μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια,
15.63
τέθαλε πάντα καὶ λάμπει Χαρίτων ὄαροι·
15.63
σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ.
15.63
κρεανομοῦμαι καὶ τὸν ἐκ Τυρρηνίας
15.63
οἶνον σὺν ὀκτὼ λαμβάνειν ἐπίσταμαι.
15.63
τί κάλλιον ἀρχομένοισιν
15.63
ἢ καταπαυομένοις ἢ τὸ ποθεινότατον;
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).