Athenaeus of Naucratis
Deipnosophistae
Deip 2.53
Choose a text
More by Athenaeus of Naucratis
—
Perseus Grc3
2.1
οὐκ εἴων με οἱ λόγοι, οὓς ἀπεμνημόνευσας, ὄντες
2.1
οὐκ ἀπὸ σκοποῦ τοξεύειν.
2.1
Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν
2.1
οἶνον ἔκλησε.
2.1
ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.
2.1
ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
2.2
οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
2.2
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
2.2
ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
2.2
Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ·
2.2
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
2.2
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
2.2
τόν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν ...
2.2
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
2.2
ἄδαμνον
2.2
παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
2.2
βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον,
2.2
— — ἀνθρώπων πρύτανιν. —
2.2
ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεοὺς
2.2
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
2.2
ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν,
2.2
(τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
2.2
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν)
2.2
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον·
2.2
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
2.2
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
2.2
ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν
2.2
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
2.2
εὐθυμίαν· ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν·
2.2
ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ·
2.2
ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων.
2.2
διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
2.2
ἰατρόν.
2.3
Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα (II 196 K)·
2.3
τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
2.3
τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα,
2.3
ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον
2.3
ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου,
2.3
ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
2.3
οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι
2.3
ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
2.3
ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων·
2.3
ὁ δ᾽ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς·
2.3
δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ.
2.3
πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
2.3
ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
2.3
ἐκ μὲν θυσίας θοίνα ...,
2.3
δοκεῖ.
2.3
Α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία·
2.3
ἐκ δ’ ὑανίας δίκα ..., ἐκ δίκας δὲ καταδίκα,
2.3
ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
2.3
πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι
2.3
μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν.
2.3
τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
2.3
ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·
2.3
εἴ τις τόν γε πίοι καὶ ἀπότροπος οἴκαδ᾽ ἀπέλθοι
2.3
δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
2.3
ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
2.3
πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης
2.3
γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.
2.3
ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο,
2.3
στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους·
2.3
δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου
2.3
πινομένης, μή σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ,
2.3
ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
2.3
ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
2.3
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ᾽ ὀπηδεῖ.
2.3
πληγὰς ὁ κῶμος λοίδορόν θ’ ὕβριν φέρει.
2.4
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
2.4
τρόπον τιν’ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον
2.4
πολλή ᾽στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι
2.4
πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ
2.4
σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω
2.4
τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω
2.4
ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
2.4
πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν
2.4
ἡδύν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν.
2.4
οἶνός θ’ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας
2.4
ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα
2.4
βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει
2.4
βυσσόθεν· ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον.
2.4
οὐδέν .. ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν.
2.4
ὃ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται,
2.4
οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν.
2.4
ὃ μὲν δάκνει γάρ, ὃ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ.
2.4
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ,
2.4
ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
2.4
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε,
2.4
ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος.
2.4
τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
2.4
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα
2.4
ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
2.4
.. οἶνος θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
2.4
ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
2.4
πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες.
2.4
πάσας δ’ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει
2.4
πινόμενος κατὰ μέτρον· ὑπὲρ μέτρον δὲ χερείων.
2.6
τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος λέβης
2.6
αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν.
2.6
φησί που Ἔφιππος (II 263 K)·
2.6
οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν.
2.6
Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
2.6
κρύψαι, Φειδία,
2.6
ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν,
2.6
οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών.
2.6
ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων
2.6
καὶ τῶν λόγων ταῦθ᾽· ὥστε τοὺς ἀρνουμένους,
2.6
μάλιστα τούτους .... καταφανεῖς ποιεῖ.
2.7
ἄλλοτε μὲν μελιαδέος, ἄλλοτε δ᾽
2.7
ὀξυτέρου τριβόλων ἀρυτημένοι.
2.7
ταῦροι δ’ ὑβρισταὶ κεἰς κέρας θυμούμενοι.
2.8
τὸ νέκταρ ἐσθίω πάνυ
2.8
μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ
2.8
διακονῶ καὶ σεμνός εἰμ’ ἑκάστοτε
2.8
Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
2.8
ἀμβροσίας μὲν
2.8
κρατὴρ ἐκέκρατο,
2.8
Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
2.8
θεοῖς οἰνοχοῆσαι.
2.9
οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.
2.9
ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
2.9
ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ,
2.9
φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα
2.9
πίνοντας αὐτόν.
2.9
‘οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,
2.9
ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις.’
2.9
ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
2.9
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
2.9
τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
2.9
μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
2.10
γλυκεῖ’ ἀνάγκα
2.10
σευομένα κυλίκων θάλπησι θυμόν·
2.10
Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας
2.10
ἀμμιγνυμένα Διονυσίοισι δώροις.
2.10
ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας·
2.10
αὐτίκα μὲν πόλεων κρήδεμνα λύει,
2.10
πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ.
2.10
χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι·
2.10
πυροφόροι δὲ κατ’ αἰγλήεντα . . .
2.10
νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον
2.10
πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ.
2.10
... τὸ μεθύειν πημονῆς λυτήριον.
2.11
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
2.11
οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις
2.11
οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι,
2.11
θνητοῖσι τὴν ἀκεσφόρον
2.11
λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον. —
2.11
συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
2.11
ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
2.11
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
2.11
τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
2.12
θεοῖσι μικρὰ θύοντας τέλη,
2.12
τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους,
2.12
οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
2.12
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.
2.12
τοὺς εὐτυχοῦντας ἐπιφανῶς
2.12
δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ
2.12
ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ
2.12
ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ
2.12
ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ
2.12
πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν
2.12
ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος
2.12
λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.
2.13
ἡδὺ .. ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ
2.13
τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
2.13
οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὕδατος εἰπεῖν τι .....
2.13
καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.
2.14
ἣ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
2.14
γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
2.14
ῥέει εἰκυῖα χαλάζῃ
2.14
ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
2.14
ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
2.14
ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ.
2.15
κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος.
2.15
μελιγαθὲς ἀμβρόσιον ὕδωρ
2.15
Τιλφώσσας ἀπὸ καλλικρήνου.
2.18
οἷα δ’ ἡ χώρα φέρει
2.18
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
2.18
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μέν, νὴ
2.18
τὸν Δία,
2.18
πάνυ φέρει. Α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα,
2.18
πυρούς, ὕδωρ,
2.18
ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.
2.18
τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
2.18
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν
2.18
ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.
2.19
τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν.
2.20
ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος·
2.20
ἔνιοι δ’ ὕδωρ πίνοντές εἰσ’ ἀβέλτεροι.
2.20
οἴνῳ .... τὸν οἶνον ἐξελαύνειν,
2.20
σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,
2.20
κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,
2.20
αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
2.20
στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
2.20
πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.
2.21
καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν,
2.21
ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής,
2.21
Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
2.22
.. μεταλλάξαι διάφορα βρώματα
2.22
ἐσθ’ ἡδύ,
2.22
καὶ τῶν πολλάκις θρυλουμένων
2.22
διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος
2.22
καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν.
2.24
ἐναλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος
2.24
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
2.27
οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ
2.27
δεῖπνον ἄνηστις.
2.27
τέρπομαι γυμνοὺς ὁρῶν
2.27
τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
2.27
πάντ’ εἰδέναι σπεύδοντας.
2.27
ἓν νόσημα τοῦτ’ ἔχει·
2.27
ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν
2.27
λέγει κομιδῇ τὸν ἄνδρα.
2.27
Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς Θήβης πέδον
2.27
οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους
2.27
πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ·
2.27
ὃ δ’ ὀξύπεινος. τὸν δὲ μουσικώτατον
2.27
κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα·
2.27
οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
2.27
κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
2.28
ὁ δὲ μονοσιτῶν κεῖται παρ’ Ἀλέξιδι (II 396 K)·
2.28
ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς
2.28
ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη,
2.28
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
2.28
ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
2.28
τὴν ἡμίσειαν· ζῶσι δ’ ἀμφότεροι μόλις.
2.28
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα.
2.28
Θασίοις οἰναρίοις
2.28
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
2.28
καὶ νωγαλίζει.
2.28
βότρυς, ῥοίας, φοίνικας, ἕτερα νώγαλα.
2.28
μειράκιον .. κατὰ τύχην
2.28
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
2.28
κατάγεις ἀναγκόσιτον.
2.28
ἀφ’ ὧν γένοιτ’ ἂν ἡμῖν σύντομον
2.28
ἀριστόδειπνον.
2.29
συναγαγὼν
2.29
τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς.
2.29
ἑπτάκλινος οἶκος ἦν καλός,
2.29
εἶτ’ ἐννεάκλινος ἕτερος οἶκος.
2.29
θὲς ἑπτάκλινον. Β. ἑπτάκλινος οὑτοσί.
2.29
Α. καὶ πέντε κλίνας Σικελικάς. Β. λέγ’ ἄλλο τι.
2.29
Α. Σικελικὰ προσκεφάλαια πέντε.
2.29
οὐχ ὑποστρώσεις ποτὲ
2.29
τρίκλινον;
2.29
τρίκλινον δ’ εὐθέως συνήγετο
2.29
καὶ συναυλίαι γερόντων. —
2.29
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
2.29
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος
2.29
κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα (IV 605 M).
2.30
κἆτ’ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις
2.30
κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.
2.30
τεῦξ’ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
2.30
πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν.
2.30
ὡς ἐγὼ σκιρτῶ πάλαι
2.30
ὅπου ῥοδόπνοα στρώματ’ ἔστι, καὶ λούμενος
2.30
μύροις ψακαστοῖς,
2.30
ὅστις ἐν ἡδυόσμοις
2.30
στρώμασι παννυχίζων
2.30
τὴν δέσποιναν ἐρείδεις.
2.31
πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης
2.32
γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαισμέναι
2.32
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
2.32
εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν
2.32
ἐπεὶ δ’ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ’ εἴχομεν.
2.32
τρίποδες οὗτοι πέντε σοι
2.32
καὶ πέντε — Β. πεντηκοστολόγος γενήσομαι.
2.32
τί δὲ τόδ’ ἐστί; Β. δηλαδὴ τρίπους. Α. τί μὰν
2.32
ἔχει πόδας
2.32
τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ ἐστὶν οἶμαι
2.32
τετράπους.
2.32
Β. ἐστὶ δ’ ὄνομ’ αὐτῷ τρίπους, τέτοράς γε μὰν
2.32
ἔχει πόδας.
2.32
Α. Οἰδίπους τοίνυν ποτ’ ἦν, αἴνιγμά τοι νοεῖς.
2.32
τράπεζαν ἡμῖν εἴςφερε
2.32
τρεῖς πόδας ἔχουσαν, τέσσαρας δὲ μὴ ᾽χέτω.
2.32
Β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
2.33
στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης.
2.33
καὶ μὴν ἐνύπνιον οἴομαί γ᾽ ἑορακέναι
2.33
νικητικόν. Β. λέγ’ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή·
2.33
ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις
2.33
ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν ...
2.33
στεφάνῳ κυλιστῷ κοκκυμήλων — Β. Ἡράκλεις.
2.33
Α. πεπόνων ...
2.33
ἑόρακας ἤδη πώποτ’ ἐσκευασμένον
2.33
ἤνυστρον ἢ σπλῆν’ ὀπτὸν ὠνθυλευμένον
2.33
ἢ κοκκυμήλων σπυρίδα πεπόνων;
2.33
τοιοῦτ’ ἔχει τὸ μέτωπον.
2.33
μῆλον ὃ κόκκυγος καλέουσι.
2.33
ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε.
2.33
ὅσον μῆλον βραβίλοιο
2.33
ἥδιον.
2.35
ἐν τοῖς ὄρεσιν δ᾽ αὐτομάτοισιν τὰ μιμαίκυλ᾽
2.35
ἐφύετο πολλά.
2.35
τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
2.35
πάνυ γάρ ἐστιν ὡρικώτατα
2.35
τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλον.
2.35
ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει,
2.35
ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα.
2.36
ἀνὴρ δ’ ἐκεῖνος ἦν πεπαίτερος μόρων.
2.36
λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις
2.36
καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.
2.36
πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν,
2.36
ἔπειτα φοινίξαντα γογγύλον μόρον.
2.36
καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι,
2.36
πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.
2.38
καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.
2.38
ᾠά, κάρυ᾽, ἀμυγδάλαι.
2.38
καρύαι μελίαι τε.
2.39
τοὺς δὲ γομφίους
2.39
ἅπαντας ἐξέκοψεν, ὥστ᾽
2.39
οὐκ ἂν δυναίμην Ναξίαν
2.39
ἀμυγδάλην κατᾶξαι.
2.39
δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας
2.39
οἶνόν τε πίνειν Ναξίων ἀπ’ ἀμπέλων.
2.39
φηγοὶ Πανὸς ἄγαλμα,
2.39
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
2.40
ῥοδῆς τε καλὸν ἄνθος.
2.40
... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν.
2.40
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
2.40
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
2.40
ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
2.43
λόπιμον κάρυόν τε
2.43
Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
2.44
ΕΡΕΒΙΝΘΟΙ. Κρώβυλος (IV 569 M)·
2.44
χλωρὸν ἐρέβινθόν τινα
2.44
ἐκοττάβιζον κενὸν ὅλως. τράγημα δέ
2.44
ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.
2.44
θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι.
2.44
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
2.44
ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
2.44
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους·
2.44
‘τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε;
2.44
πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;’
2.44
χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο.
2.44
ὁ πατὴρ ὁ ταύτης πολὺ μέγιστός ἐστι
2.44
κριὸς ἐρέβινθος.
2.44
ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ
2.44
γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς
2.44
χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες.
2.44
τούτων οἱ τρεῖς δειπνοῦμεν,
2.44
δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν
2.44
μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους
2.44
θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν·
2.44
χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων
2.44
γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν
2.44
χἠ σύνταξις τοῦ βίου ἐστὶν
2.44
κύαμος, θέρμος, λάχανον, .....
2.44
γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
2.44
βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
2.44
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
2.44
μελέδημ’ ἰσχάς,
2.44
Φρυγίας εὑρήματα συκῆς.
2.44
τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
2.44
τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.
2.45
ΘΕΡΜΟΙ.
2.45
μὴ ὥρασι
2.45
μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών,
2.45
ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπε,
2.45
ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ ....
2.45
Β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι
2.45
ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε
2.45
ἀπέβαλεν ..... ὀσπρίου λέπος·
2.45
οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ (Alex. fr. 266 K).
2.45
καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
2.45
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
2.45
οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
2.45
τοῦ πορνοβοσκοῦ·
2.45
κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
2.45
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
2.45
ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
2.46
.. φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ.
2.46
ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.
2.47
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
2.47
θλαστὰς γὰρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
2.47
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. —
2.47
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι
2.47
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
2.47
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
2.47
εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
2.47
... ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
2.47
δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
2.48
ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν.
2.48
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
2.48
νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
2.48
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
2.48
ῥαφανίς τ’ ἄπλυτος ὑπάρχει
2.48
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
2.48
... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
2.48
ἐλατῆρες.
2.48
ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ
2.48
στρωματόδεσμα,
2.48
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
2.48
ῥαφανῖσιν.
2.48
ὅστις ἀγοράζων ὄψον . . . . .
2.48
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
2.48
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
2.50
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
2.50
ὠίου πολὺ λευκότερον.
2.50
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
2.50
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
2.50
σταμνάριά τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου,
2.50
ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.
2.50
τούς τε λευκίππους κόρους
2.50
τέκνα Μολιόνας κτάνον,
2.50
ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
2.50
ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
2.50
ἀργυρέῳ.
2.50
ἴτρια, τραγήματα ..., πυραμοῦς, ἄμης,
2.50
ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν.
2.50
οὐσίδιον γάρ μοι καταλιπόντος τοῦ πατρός,
2.50
οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
2.50
ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
2.50
ᾠὰ λευκά γε
2.50
καὶ μεγάλα· Β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ·
2.50
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
2.52
ΜΑΛΑΧΑΙ. Ἡσίοδος (opp. 41)·
2.52
οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
2.52
τρώγοντες μολόχης ῥίζαν.
2.52
... πραύτερος ἔγωγε μολόχας.
2.53
τὴν κεφαλὴν ὅσην ἔχει·
2.53
ὅσην κολοκύντην.
2.53
ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
2.53
ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ.
2.54
Ἐπικράτης ὁ κωμῳδιοποιός (II 287 K)·
2.54
τί Πλάτων
2.54
καὶ Σπεύσιππος καὶ Μενέδημος;
2.54
πρὸς τίσι νυνὶ διατρίβουσιν;
2.54
ποία φροντίς, ποῖος δὲ λόγος
2.54
διερευνᾶται παρὰ τούτοισιν;
2.54
τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς
2.54
ἥκεις, λέξον, πρὸς Γᾶς .....
2.54
Β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς.
2.54
Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
2.54
μειρακίων . . . . . .
2.54
ἐν γυμνασίοις Ἀκαδημείας
2.54
ἤκουσα λόγων ἀφάτων, ἀτόπων.
2.54
περὶ γὰρ φύσεως ἀφοριζόμενοι
2.54
διεχώριζον ζῴων τε βίον
2.54
δένδρων τε φύσιν λαχάνων τε γένη.
2.54
κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην
2.54
ἐξήταζον τίνος ἐστὶ γένους.
2.54
Α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καὶ τίνος γένους
2.54
εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
2.54
Β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι
2.54
τότ’ ἐπέστησαν καὶ κύψαντες
2.54
χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
2.54
κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων
2.54
καὶ ζητούντων τῶν μειρακίων,
2.54
λάχανόν τις ἔφη στρογγύλον εἶναι,
2.54
ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος.
2.54
ταῦτα δ’ ἀκούων ἰατρός τις
2.54
Σικελᾶς ἀπὸ γᾶς
2.54
κατέπαρδ’ αὐτῶν ὡς ληρούντων.
2.54
Α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαί τ᾽
2.54
ἐβόησαν;
2.54
τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές . . . . . . .
2.54
Β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις.
2.54
ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως,
2.54
οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς
2.54
πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην
2.54
ἀφορίζεσθαι τίνος ἐστὶ γένους.
2.54
οἳ δὲ διῄρουν.
2.55
ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο.
2.55
κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων,
2.55
ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη
2.55
οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
2.55
παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
2.55
ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς,
2.55
τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον.
2.55
ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
2.55
ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
2.55
ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
2.55
ἐπεβάλομεν τὰς χεῖρας. ὃ μὲν ἐμοὶ λαλῶν
2.55
ἅμα καὶ διανεύων ἠσχολεῖθ᾽· ὁ πᾶς δ’ ἀγὼν
2.55
ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως
2.55
τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον.
2.56
ΜΥΚΑΙ. Ἀριστίας (p. 563 N)·
2.56
μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον.
2.56
μεμαγμένην
2.56
μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην
2.56
ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας
2.56
καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν
2.56
ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου
2.56
ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων
2.56
θλαστή τ’ ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν
2.56
ἀμφίβολον.
2.56
τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη
2.56
ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,
2.56
καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές,
2.56
σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ
2.56
δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις.
2.56
τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων.
2.56
οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,
2.56
οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν.
2.56
τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν
2.56
πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν
2.56
ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
2.56
ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν τοῖς
2.56
ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι,
2.56
μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ
2.56
καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.
2.57
οἷον αἱ μύκαι ἄρ’ ἐπεσκληκότες πνιξεῖσθε.
2.57
ἐχθρὰ δ’ ἐλαίης
2.57
ῥοιῆς τε πρίνου τε δρυός τ’ ἄπο πήματα κεῖται,
2.57
οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
2.57
συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
2.57
κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις,
2.57
φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα
2.57
θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
2.57
καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις,
2.57
ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
2.57
ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων,
2.57
ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος;
2.57
μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
2.57
ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
2.58
ΣΙΑ. Σπεύσιππος ἐν βʹ Ὁμοίων φησὶ ἐν
2.58
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
2.59
Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους,
2.60
ὄστρεά τ’ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
2.62
κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
2.62
οὐ σχῖνος οὐδ’ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
2.62
κἀξορμενίζει κοὐκ ἐπισχολάζεται
2.62
βλάστη.
2.62
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
2.63
ΚΟΧΛΙΑΣ. Φιλύλλιος (I 787 K)·
2.63
οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
2.63
μαινίδες ....., σκόμβροι, κοχλίαι, κορακῖνοι.
2.63
ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
2.63
οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας.
2.63
ἦ τοσούσδ’ Αἴτνη τρέφει
2.63
κοχλίας κεράστας.
2.63
ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
2.63
τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
2.63
κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγ’ ἐς τὸν φθόρον.
2.64
θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,
2.64
τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
2.64
κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
2.64
οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
2.64
βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
2.64
ἃ δ’ εἴς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
2.64
καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην,
2.64
κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
2.64
ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
2.64
ἁλίπαστα τρία.
2.64
πίννας, κάραβον,
2.64
βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
2.64
τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα
2.64
ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ....
2.64
φθίνει δόμος
2.64
ἀσυντάτοισι δεσποτῶν κεχρημένος
2.64
τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν.
2.64
ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
2.64
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
2.64
ἑφθὸς βοηθῶν δυνατός ἐστ’ ἐπαρκέσαι·
2.64
μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
2.64
φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
2.64
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
2.64
πίμπλησι λοπάδος στερροσώματον κύτος.
2.64
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
2.64
ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.
2.65
οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.
2.66
σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω
2.66
(Il. 2.488),
2.66
μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις (Il. 2.323),
2.66
βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδοί
2.66
(hymn. 16, 2),
2.66
ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
2.66
λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας (Il. 10.437)·
2.66
τάων φυομένων ἠράσσατο πότνια γαστήρ (Il. 20.223).
2.67
τὸν βολβόν, εἰ βούλει, σκόπει
2.67
ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
2.67
σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον.
2.67
αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽στιν πονηρὸς καὶ πικρός.
2.68
ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
2.68
εἰσεπέτοντο.
2.68
τάς τ’ ἐλαιοφιλοφάγους κιχήλας.
2.69
ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
2.69
τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
2.70
ΣΠΙΝΟΙ. Εὔβουλος (II 214 K)·
2.70
Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
2.70
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον
2.70
ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
2.70
πνίγειν τε παχέων ἀρνίων στηθύνια
2.70
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
2.70
ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια
2.70
πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
2.70
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
2.71
τί οὖν ἀγοράσω; φράζε γάρ.
2.71
Β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα,
2.71
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
2.71
ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
2.71
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
2.71
χάριεν γάρ.
2.71
μέλι, πέρδικες,
2.71
φάτται, νῆτται, χῆνες, ψᾶρες,
2.71
κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
2.71
ὄρνις θήλεια.
2.71
περδίκια
2.71
λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
2.71
στρουθάριά θ’ οἷον ἐντραγεῖν, ἀκανθυλλίδας,
2.71
καὶ βιττάκους, σπινίδια, κερχνῇδας
2.71
τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.
2.72
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει μέσου
2.72
κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ,
2.72
δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως
2.72
τείχη πατρῷα, Λοξίου πυργώματα,
2.72
ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον
2.72
φιλήμασίν τ’ ἔδωκεν· ἔνθεν ἐκγελᾷ
2.72
ὀστέων ῥαγέντων φόνος, ἵν’ αἰσχρὰ μὴ λέγω.
2.72
οὐδ’ ἂν ἐγκέφαλον ἔσθων λίποι,
2.72
ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο,
2.72
εἰ δ’ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.
2.73
ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
2.73
στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
2.73
νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
2.73
ζητεῖν.
2.73
κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
2.73
τρίψασ’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
2.73
Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
2.73
Πλάτωνος ἐμβρόντητον.
2.73
ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
2.73
πολλάκι δ’ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων
2.73
κάρδαμον.
2.74
οὑτοσὶ δέ σοι
2.74
τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
2.74
ἐστιν μετρητής.
2.74
ἐλαίῳ Καρικῷ
2.74
ἀλείφεται.
2.74
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ.
2.75
ΓΑΡΟΣ. Κρατῖνος (I 95 K)·
2.75
ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου.
2.75
ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
2.75
τοῦ ταριχηροῦ γάρου.
2.75
ἐν σαπρῷ γάρῳ
2.75
βάπτοντες ἀποπνίξουσί με.
2.75
καὶ τὸν ἰχθύων γάρον.
2.76
ὄξει διέμενος Σφηττίῳ.
2.76
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
2.76
δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς,
2.76
ὄξους δὲ κοτύλην — Β. πάξ. Α. τί πάξ; ὀξὶς μέτρον
2.76
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
2.76
τὰ καταχύσματα
2.76
αὐτοῖσιν ὄξος οὐκ ἔχει.
2.76
κοτύλας τέτταρας
2.76
ἀναγκάσας με μεστὰς αὐτοῦ σπάσαι
2.76
ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.
2.77
ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ (fr. 609 N)·
2.77
καὶ βορᾶς ἀρτύματα.
2.77
διαβρέχεις τἀρτύματα.
2.77
ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
2.77
γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι
2.77
καλῶς.
2.77
ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
2.77
ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης
2.77
ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
2.77
σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
2.77
βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
2.77
καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
2.77
ὅτι οἴδασιν οἱ παλαοὶ τὸ Αἰθιοπικὸν καλούμενον
2.77
ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
2.77
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
2.77
αὐτὰρ ὅ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
2.77
ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
2.78
ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
2.78
φίλον;
2.78
Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
2.78
οὐχ ὁρᾷς ὅτι
2.78
ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,
2.78
ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται
2.78
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων.
2.78
τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
2.78
μαλθακωτέρα
2.78
πέπονος σικυοῦ μοι γέγονε.
2.79
θρίδακος ἀπολελεμμένας τὸν καυλόν.
2.79
πρασοκουρίδες, αἳ καταφύλλους
2.79
ἀνὰ κήπους πεντήκοντα ποδῶν
2.79
ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
2.79
ποδοῖν σατυριδίων
2.79
μακροκέρκων, χοροὺς
2.79
ἑλίσσουσαι παρ’ ὠκίμων
2.79
πέταλα καὶ θριδακινίδων
2.79
εὐόσμων τε σελίνων.
2.80
ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις,
2.80
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν,
2.80
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
2.80
στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον
2.80
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
2.80
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
2.80
μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
2.80
ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
2.80
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
2.80
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
2.80
ὥστ’ ἐστὶ νεκύων βρῶμα.
2.82
κύναρος ἄκανθα πάντα πληθύει γύην.
2.83
μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν
2.83
ἐντὶ λαχάνοις . . . .
2.83
αἴ κά τις ἐκτρίψας καλῶς
2.83
παρατιθῇ νιν, ἁδύς ἐστ᾽· αὐτὸς δ’ ἐφ’ αὑτοῦ χαιρέτω.
2.83
θρίδακας, ἐλάταν, σχῖνον, ... ῥαφανίδας, κάκτους ...
2.83
ὃ δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,
2.83
ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ᾽, ἀτράκτυλον.
2.83
πτέριν, κάκτον, ὀνόπορδον.
2.83
γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
2.83
ὀξείης κάκτου τύμμα φυλαξαμένη.
2.85
σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες
2.85
ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
2.86
ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν·
2.86
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
2.86
καὶ παραινέσας πέπωκεν, εἶτα μήτηρ δευτέρα,
2.86
εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
2.86
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον·
2.86
ὃ δ’ ἐπινεύει πᾶσι τούτοις,
2.86
τῆς σκιᾶς τὴν πορφύραν
2.86
πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν
2.86
τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα,
2.86
ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
2.86
τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν
2.86
ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ
2.86
ἐνθάδ’ ἔδομαι .... καί τις ὄψεται.
2.86
εὐτρέπιζε δὴ
2.86
ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον,
2.86
χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).