Athenaeus of Naucratis
Deipnosophistae
Deip 7.16
Choose a text
More by Athenaeus of Naucratis
—
Perseus Grc3
7.3
κεῖτ’ ἔντοσθ’ ἄντροιο τανυσσάμενος διὰ μήλων.
7.5
χορὸς δ’ ἀναύδων ἰχθύων ἐπερρόθει,
7.5
σαίνοντες οὐραίοισι
7.5
πολὺς γὰρ ὅμιλος ποντίου κύκλου σοβῶν
7.5
................. ἐνάλιος θεωρία,
7.5
χραίνοντες οὐραίοισιν εὐδίαν ἁλός. —
7.5
ὅστις ἀγοράζων ὄψον ...........
7.5
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
7.5
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται·
7.5
ἐφῆκεν ἑλλοῖς ἰχθύσιν διαφθοράν,
7.5
ἐν δ’ αὐτῇ πλωτοὶ χρυσώπιδες ἰχθύες ἑλλοὶ
7.5
νήχοντες παίζουσι δι’ ὕδατος ἀμβροσίοιο.
7.6
ὅτε δ’ ἦσθες | ἀμίας παχείας.
7.6
πρωὶ μέν γ’ ἀτενὲς ἀπ’ ἀοῦς ἀφύας ἀπεπυρίζομες
7.6
στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
7.6
καὶ γλυκύν γ’ ἐπ’ ὦν ἐπίομες οἶνον. Β. οἰβοιβοῖ
7.6
τάλας.
7.6
Α. περὶ σᾶμά με καλοῦσα κατίσκα λέγοι. Β. φοῦ
7.6
τῶν κακῶν.
7.6
Α. ὃ καὶ παρὰ τρίγλα τε μία παχῆα κἀμίαι δύο
7.6
διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆς
7.6
σκορπίοι τε.
7.7
τὴν δ’ ἀμίαν φθινοπώρου, ὅταν πλειὰς καταδύνῃ,
7.7
πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω;
7.7
οὐ γὰρ μὴ σὺ διαφθείρῃς οὐδ’ ἂν ἐπιθυμῇς.
7.7
εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,
7.7
ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,
7.7
ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ·
7.7
μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ’ οὕτως θεραπεύσας
7.7
ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,
7.7
εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν
7.7
γινώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς.
7.7
ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,
7.7
εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις, κἂν ἐγγὺς ἁλῷ που
7.7
τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης
7.7
Ἑλλησποντιάδος χείρων, κἂν κλεινὸν ἀμείψῃς
7.7
Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκ ἔθ’ ὁμοία
7.7
γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.
7.8
ἵππον Θεσσαλικὴν Λακεδαιμονίην τε γυναῖκα,
7.8
ἄνδρας δ’ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
7.9
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
7.9
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον
7.9
ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
7.9
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
7.9
Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
7.9
Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; Β. ὡς λέγουσιν οἱ
7.9
σοφοί·
7.9
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
7.9
τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δ’ ἔχειν
7.9
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως·
7.9
εὖ σῶς ἅπαντας ἦ τυχὸν δώσεις ἐμοί.
7.9
Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
7.9
μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
7.9
Β. ἅπαντας· οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
7.9
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
7.9
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
7.9
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
7.9
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
7.9
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
7.9
ὥστ’ ἐκπεπλῆχθαι πάντας.
7.9
ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλὴν
7.9
καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο·
7.9
ὁ φρόνιμος οὗτός ἐστι, τοῦτο τἀγαθόν.
7.9
Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω.
7.9
εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
7.9
οὔτ’ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς.
7.9
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
7.9
εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ’ ἐστὶ τἀγαθόν,
7.9
ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
7.9
Β. εὖ γ᾽, ὦ κράτιστ’ ἄνθρωπε καὶ σοφώτατε·
7.9
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ’ οὐδὲ ἓν
7.9
ἀγαθόν·Α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
7.10
ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν,
7.11
γαστρὶ χαριζόμενος, τῆς οὐ λαμυρώτερον οὐδέν.
7.12
τὰς γὰρ ἡδονὰς
7.12
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ’ ἐγὼ
7.12
ζῆν τοῦτον, ἀλλ’ ἔμψυχον ἡγοῦμαι νεκρόν.
7.12
πλούτει τε γὰρ κατ’ οἶκον, εἰ βούλει, μέγα
7.12
καὶ ζῆ τύραννον σχῆμ’ ἔχων· ἐὰν δ’ ἀπῇ
7.12
τούτων τὸ χαίρειν, τἄλλ’ ἐγὼ καπνοῦ σκιᾶς
7.12
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
7.12
τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν
7.12
πλὴν ἡδέως ζῆν τὸν βίον καθ’ ἡμέραν,
7.12
ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν
7.12
τοῦτ’ αὐτὸ τἀνθρώπει’ ὁρῶντα πράγματα,
7.12
εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅτι
7.12
ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ
7.12
ἕωλον ἔνδον τἀργύριον.
7.12
θνητῶν δ’ ὅσοι
7.12
ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,
7.12
ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω.
7.12
οὐ γὰρ θανών γε δήπουθεν ἔγχελυν φάγοις
7.12
οὐδ’ ἐν νεκροῖσι πέττεται γαμήλιος.
7.13
ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως
7.13
παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν
7.13
πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν
7.13
ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη
7.13
ἄγροικος ἡμῶν οὔτε παιδείαν ὅλως
7.13
εἰδυῖα, τί τὸ κακόν ποτ’ ἢ τί τἀγαθὸν
7.13
ἔστ’ ἀγνοοῦσα παντελῶς, εἰκῆ τέ πως
7.13
ἡμᾶς κυλίνδουσ’ ὅντιν’ ἂν τύχῃ τρόπον;
7.13
οἶμαί γε. τίς γὰρ μᾶλλον ἂν προείλετο
7.13
Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν
7.13
αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς,
7.13
ἐξὸν ἱλαρούς, παίζοντας, ὑποπεπωκότας,
7.13
αὐλουμένους. ωδει λέγ’ αὐτή, γλυκυτάτη,
7.13
ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην.
7.13
οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον
7.13
θεῶν ἀληθῶς βίον; ὅσῳ δ’ ἡδίονα
7.13
τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν,
7.13
εἰ μεταβαλόντες τὸν βίον διήγομεν·
7.13
πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι
7.13
ἐτῶν τριάκοντ᾽, ἐξιέναι τοὺς δ’ ἱππέας
7.13
ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα
7.13
στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας,
7.13
τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων,
7.13
εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους,
7.13
κεραννύναι τὸν οἶνον Εὐβοεῖς. Β. τρυφὴ
7.13
καὶ βίος ἀληθῶς. Α. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ
7.13
δουλεύομεν.
7.14
ἡνίκ’ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι·
7.14
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
7.15
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
7.15
σκορπίον.
7.15
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες.
7.16
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι καττὸν Ἀνάνιον
7.16
ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
7.16
ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,
7.16
τῶν καλῶν δ’ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
7.16
ἡδὺ δ’ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας·
7.16
δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν·
7.16
καὶ κυνῶν αὕτη τόθ’ ὥρη καὶ λαγῶν κἀλωπέκων·
7.16
ὄιος αὖτ’ ὅταν θέρος τ’ ᾖ κἠχέται βαβράζωσιν.
7.16
εἶτα δ’ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
7.16
ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ.
7.16
βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
7.16
ἡδὺς
7.16
κἠμέρης.
7.17
τόν τε πολυτίματον ἔλοπ᾽, ὁ δ’ αὐτὸς χαλκὸς ὤνιος,
7.17
ἕνα μόνον, καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο
7.17
κατθέμειν αὐτῷ τέ οἱ καὶ τᾷ δάμαρτι θωτέρω.
7.18
πομπίλος, ὃς ναύτῃσιν ἀδημονέουσι κελεύθους
7.18
μήνυσεν φιλέρωσι καὶ ἄφθογγός περ ἀμύνων.
7.18
πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων
7.18
ἧστ’ ἀκάτω κατόπισθε θεοῖς ὕπο πομπίλος ἰχθύς.
7.18
πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν,
7.18
κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.
7.18
πομπίλε, ναύτῃσιν πέμπων πλόον εὔπλοον ἰχθύ,
7.18
πομπεύσαις πρύμναθεν ἐμὰν ἁδεῖαν ἑταίραν.
7.19
Ἀπολλώνιος δ’ ὁ Ῥόδιος ἢ Ναυκρατίτης ἐν
7.19
τῷ ῥά ποτ’ Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
7.19
Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα,
7.19
Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι·
7.19
πατρὸς ἐμοῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
7.19
Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
7.19
σῷζέ με·
7.19
πομπίλον ὠκυάλων νηῶν αιηονονα δουρον.
7.20
καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον,
7.20
ἐξ ἁλὸς ᾧ ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα,
7.20
σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν,
7.20
ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ’ ἱερώτατος ἄλλων,
7.20
καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης
7.20
ἔμπλεα.
7.20
ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸν ἰχθύν,
7.20
ἢ μᾶλλον χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθὺν
7.20
ἢ πέρκας ὅσα τ’ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης.
7.20
ἱερὸς δέ τοι, ἱερὸς ὕκης.
7.21
ἄγρης μοῖραν ἔλειπον, ἔτι ζώοντας ἰούλους
7.21
ἠὲ γενειῆτιν τρίγλην ἢ περκάδα κίχλην
7.21
ἢ δρομίην χρύσειον ἐν ὀφρύσιν ἱερὸν ἰχθύν.
7.21
Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ᾽, ἀλλὰ προσέστω
7.21
μηδὲν ἐκεῖ στερεᾶς σαρκὸς Μαιώτιδι λίμνῃ
7.21
ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν —
7.22
ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς.
7.22
τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις·
7.22
τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες·
7.22
καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποισι Φαλήρου
7.22
ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ
7.22
ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ.
7.22
ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ
7.22
κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας·
7.22
εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα,
7.22
εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.
7.23
νῦν δ’ οὐδ’ ἀφύην κινεῖν δοκεῖς.
7.23
πρὸς τῆς ἀφύης τῆς ἡδίστης.
7.23
ὥστ’ οὔτ’ ἀφύη νῦν ἔστιν ἁπλῶς.
7.23
μηδὲ τὰ Φαληρικὰ τὰ μικρὰ τάδ’ ἀφύδια.
7.24
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν
7.24
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν,
7.24
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα
7.24
ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.
7.25
ΑΧΑΡΝΟΣ. Καλλίας Κύκλωψιν (I 694 K)·
7.25
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί,
7.25
ἐγχέλεια, κάραβοι, λινεύς, ἄχαρνος οὑτοσί.
7.26
παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
7.26
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῲ
7.26
καὶ γυναῖκες εἱλίποδες.
7.26
ἦν δὲ νάρκαι καὶ βατίδες, ἦν δὲ ζύγαιναι,
7.26
πρήστιες,
7.26
κἀμίαι τε καὶ βάτοι ῥίναι τε τραχυδέρμονες.
7.26
τὰς πλευρὰς οἷόν περ βατίς,
7.26
τὰν δ’ ὀπισθίαν ἔχησθ’ ἀτενὲς οἷόν περ βάτος,
7.26
τὰν δὲ κεφαλὰν ὀστέων οἷόν περ ἔλαφος, οὐ βατίς,
7.26
τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιός τε οὐ.
7.26
ὦ βατίδες, ὦ γλαύκων κάρα.
7.26
βάτραχον ἔνθ’ ἂν ἴδῃς, ὀψώνει .......
7.26
................. καὶ γαστρίον αὐτοῦ
7.26
σκεύασον ..
7.26
καὶ βατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,
7.26
καὶ ταύτῃ τυρὸν καὶ σίλφιον· ἅττα τε σάρκα
7.26
μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ
7.26
σκευάζειν. ἤδη σοὶ ἐγὼ τάδε δεύτερον αὐδῶ.
7.26
πότερον ἐγὼ
7.26
τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φής;
7.26
ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.
7.27
ἔτι δὲ ποττούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι.
7.27
ἢ λευκὴν συνόδοντα βόηκάς τε τριγκούς τε.
7.27
ἀλλ’ ἔχουσα γαστέρα
7.27
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
7.27
ἀλλὰ φωνὴν οὐκ ἔχειν
7.27
ἰχθύν γέ φασι τὸ παράπαν,
7.27
νὴ τὼ θεώ,
7.27
οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.
7.28
ΒΕΜΒΡΑΔΕΣ. Φρύνιχος Τραγῳδοῖς (I 383 K)·
7.28
ὦ χρυσοκέφαλοι βεμβράδες θαλάσσιαι.
7.28
βαμβραδόνες τε καὶ κίχλαι, λαγοί, δράκοντες ἄλκιμοι.
7.28
ἠβαιῇ καρῖδι καὶ εἴ ποτε βεμβράδι, κείνῃ
7.28
ζωῇ ἔπ’ ἀγρώσσοις· τάδε δὴ σκέψαιο δέλετρα.
7.28
ὅ γέ τοι Σικελὸς ταῖς μεμβραφύαις προσέοικεν ὁ
7.28
καρκινοβήτης.
7.28
βεμβράδας φέρων ὀβολοῦ.
7.28
οὔτ’ ἀφύη νῦν ἔστ’ ἔθ’ ἁπλῶς οὔτ’ αὖ βεμβρὰς
7.28
κακοδαίμων.
7.28
ταῖς πολιόχρωσι βεμβράσιν τεθραμμένη.
7.28
Ἡράκλεις, τῶν βεμβράδων.
7.28
ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσι
7.28
κηρύγμαθ᾽, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα
7.28
μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν.
7.28
εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει
7.28
τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι
7.28
πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.
7.28
ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
7.28
πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.
7.28
ἐπιπονώτερον
7.28
ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγὼ
7.28
ἀφ’ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν
7.28
ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν.
7.28
ὀνησιφόρον ἦν τοῦτο.
7.29
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
7.30
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
7.30
βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν.
7.30
βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
7.30
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
7.32
ὡς ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ
7.32
λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.
7.32
νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ’ ἔστ’ εὐημερεῖν
7.32
ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι,
7.32
οἷον παρατέθεικ᾽, οὐ πεφαρμακευμένον
7.32
τυροῖσιν οὐδ’ ἄνωθεν ἐξηνθισμένον,
7.32
ἀλλ’ οἷος ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν.
7.32
οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ
7.32
ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ...
7.32
ὅμοιον ἐγένετ᾽, ὄρνις ὁπόταν ἁρπάσῃ
7.32
τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ
7.32
τηροῦσα τοῦτο, καταπιεῖν δ’ ἐσπούδακεν,
7.32
ἕτεραι διώκουσιν δὲ ταύτην· ταὐτὸν ἦν.
7.32
τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν
7.32
τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ
7.32
τὴν λοπάδ’ ἔχων, ἄλλοι δ’ ἐδίωκον κατὰ πόδας.
7.32
ἐξῆν ὀλολύζειν· οἳ μὲν ἥρπασάν τι γάρ,
7.32
οἳ δ’ οὐδέν, οἳ δὲ πάντα. καίτοι παρέλαβον
7.32
ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον.
7.32
εἰ δ’ ἔλαβον ἄρτι σκάρον ἢ ᾽κ τῆς Ἀττικῆς
7.32
γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ᾽ξ Ἄργους κάπρον
7.32
ἢ ᾽κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς
7.32
φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν,
7.32
ἅπαντες οἱ φαγόντες ἐγένοντ’ ἂν θεοί.
7.32
ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκροὺς
7.32
ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.
7.33
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός,
7.33
Νικόστρατος δ’ Ἁργεῖος ἕτερος Ἡρακλῆς.
7.35
ἀθανασίαν ηὕρηκα· τοὺς ἤδη νεκρούς,
7.35
ὅταν μόνον ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.
7.36
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
7.36
εἰρημέν’ ἐστίν· ἢ λέγων φαίνου τι δὴ
7.36
καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με.
7.36
Β. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
7.36
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
7.36
οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυεῖν
7.36
ἔχων περίζωμ᾽, ἀλλ’ ἅπαντα τὸν βίον
7.36
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα·
7.36
εἴδη λαχάνων ὅσ’ ἐστί, βεμβράδων τρόπους,
7.36
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·
7.36
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
7.36
ἐπὰν τάχιστ’ ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς
7.36
τὰ βάπτ’ ἔχοντες, τοὐπίθημα τῆς χύτρας
7.36
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν·
7.36
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
7.36
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
7.36
Α. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;
7.36
Β. τὰ πάρεργά μου ταῦτ’ ἔστιν. ἢν δὲ δὴ λάβω
7.36
τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ’ ἅπαξ,
7.36
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
7.36
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ’ ὄψει πάλιν.
7.36
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
7.36
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί·
7.36
ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
7.36
ἑστήξετ’ ἀχανής, προσπεπατταλευμένος,
7.36
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
7.36
τὴν ῥῖν’ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
7.36
Α. μέγας εἶ τεχνίτης. Β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς·
7.36
πολλοὺς ἐγὼ σφόδρ’ οἶδα τῶν καθημένων,
7.36
οἳ καταβεβρώκασ’ ἕνεκ’ ἐμοῦ τὰς οὐσίας.
7.37
ὑποδεικνύεις μὲν ἦθος ἀστεῖον πάνυ
7.37
καὶ πρᾷον, ὀλίγωρον δὲ πεποίηκάς τι. Β. πῶς;
7.37
Α. ἐν τῇ τέχνῃ τίνες ἐσμὲν οὐκ ἐξήτακας,
7.37
ἢ πρότερον ἐπύθου τῶν ἀκριβῶς εἰδότων
7.37
οὕτω τ’ ἐμισθώσω με; Β. μὰ Δί᾽, ἐγὼ μὲν οὐ.
7.37
Α. καὶ μὴν ἴσως ὅσον μαγείρου διαφέρει
7.37
μάγειρος οὐκ οἶσθ᾽. Β. εἴσομαι δέ γ’ ἢν λέγῃς.
7.37
Α. τὸ γὰρ παραλαβόντ’ ὄψον ἠγορασμένον
7.37
πότερ’ ἀποδοῦναι σκευάσαντα μουσικῶς
7.37
διακόνου ᾽στ’ οὐ τοῦ τυχόντος; Β. Ἡράκλεις.
7.37
Α. ὁ μάγειρός ἐσθ’ ὁ τέλειος ἑτέρα διάθεσις.
7.37
πολλὰς τέχνας λάβοις ἂν ἐνδόξους πάνυ,
7.37
ὧν τὸν μαθεῖν βουλόμενον ὀρθῶς οὐκ ἔνι
7.37
ταύταις προσελθεῖν εὐθύς, ἀλλ’ ἔμπροσθε δεῖ
7.37
ζωγραφίας ἧφθαι. ταῦτα καὶ μαγειρικῆς
7.37
πρότερον μαθεῖν δεῖ τῆς τέχνης ἑτέρας τέχνας,
7.37
ὧν εἰδέναι σοι κρεῖττον ἦν μοι πρὶν λαλεῖν,
7.37
ἀστρολογικήν, γεωμετρικήν, ἰατρικήν.
7.37
τῶν ἰχθύων γὰρ τὰς δυνάμεις καὶ τὰς τέχνας
7.37
ἐντεῦθεν εἴσῃ· παρακολουθήσεις χρόνοις,
7.37
πότ’ ἄωρός ἐσθ’ ἕκαστος ἢ πόθ’ ὥριμος.
7.37
τῶν ἡδονῶν γὰρ μεγάλα τὰ διαστήματα·
7.37
ἐνίοτε κρείττων γίνεται θύννου βόαξ.
7.37
Β. ἔστω. γεωμετρικῇ δὲ καὶ σοὶ πρᾶγμα τί;
7.37
Α. τοὐπτάνιον ἡμεῖς σφαῖραν εἶναι τιθέμεθα·
7.37
τοῦτο διελέσθαι καὶ τόπον λαβόνθ’ ἕνα
7.37
μερίσαι κατ’ εἶδος τῆς τέχνης ἐπιδέξια,
7.37
ἐκεῖθεν ἐνταῦθ’ ἐστὶ μετενηνεγμένα.
7.37
Β. οὗτος, πέπεισμαι, κἂν τὰ λοιπὰ μὴ λαλῇς·
7.37
περὶ τῆς ἰατρικῆς δέ; Α. τῶν γὰρ βρωμάτων
7.37
πνευματικὰ παὶ δύσπεπτα καὶ τιμωρίαν
7.37
ἔχοντ’ ἔνι’ ἔστιν, οὐ τροφήν. δειπνῶν δὲ πᾶς
7.37
τἀλλότρια γίνετ’ ὀξύχειρ κοὐκ ἐγκρατής·
7.37
τοῖς δὴ τοιούτοις βρώμασιν τὰ φάρμακα
7.37
εὕρητ’ ἐκεῖθεν. μεταφορὰ δ’ ἐστὶν τέχνης,
7.37
ἤδη τὸ μετὰ νοῦ καὶ τὸ συμμέτρως ἐμόν·
7.37
περὶ τακτικῆς, ἕκαστα ποῦ τεθήσεται·
7.37
ἀριθμῷ τὸ πλῆθος εἰδέναι μαγειρικῆς.
7.37
οὐθεὶς ἕτερός σοι πρὸς ἐμὲ καὶ γραφήσεται.
7.37
Β. μίκρ’ ἀντάκουσον ἐν μέρει κἀμοῦ. Α. λέγε.
7.37
Β. σὺ μηθὲν ἐνόχλει μήτε σαυτὸν μήτ’ ἐμέ,
7.37
ἀπραγμόνως δὲ διαγενοῦ τὴν ἡμέραν.
7.38
ἐάσαθ’ οὕτως ὡς ἔχει. τὸ πῦρ μόνον
7.38
ποιεῖτε τοῖς ὀπτοῖσι μήτ’ ἀνειμένον
7.38
(τὸ γὰρ τοιοῦτ’ οὐκ ὀπτόν, ἀλλ’ ἑφθὸν ποιεῖ)
7.38
μήτ’ ὀξύ· κατακάει γὰρ ὅσ’ ἂν ἔξω λάβῃ
7.38
τοῦτο πάλιν, εἰς τὴν σάρκα δ’ οὐκ ἐνδύεται.
7.38
μάγειρός ἐστιν οὐκ ἐὰν ζωμήρυσιν
7.38
ἔχων τις ἔλθῃ καὶ μάχαιραν πρός τινα,
7.38
οὐδ’ ἄν τις εἰς τὰς λοπάδας ἰχθῦς ἐμβάλῃ,
7.38
ἀλλ’ ἔστι τις φρόνησις ἐν τῷ πράγματι.
7.39
οὐ μὴ παραλάβω σ’ οὐθαμοῦ, Δράκων, ἐγὼ
7.39
ἐπ’ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν
7.39
τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην.
7.39
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω
7.39
τίς ἐσθ’ ὁ θύων ἢ πόθεν συνίσταται
7.39
τὸ δεῖπνον ἢ κέκληκεν ἀνθρώπους τίνας.
7.39
ἔστιν δ’ ἁπάντων τῶν γενῶν μοι διαγραφή,
7.39
εἰς ποῖα μισθοῦν ἢ φυλάττεσθαί με δεῖ.
7.39
οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
7.39
ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν
7.39
τὸν ἱστὸν ἢ πηδάλια συντρίψας νεώς,
7.39
ἢ φορτί’ ἐξέρριψ’ ὑπέραντλος γενόμενος·
7.39
ἀφῆκα τὸν τοιοῦτον· οὐθὲν ἡδέως
7.39
ποιεῖ γὰρ οὗτος, ἀλλ’ ὅσον νόμου χάριν·
7.39
ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται
7.39
τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος
7.39
τιθείς, τά θ’ αὑτοῦ σπλάγχν’ ἕκαστος ἐσθίει.
7.39
ἀλλ’ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου
7.39
τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς
7.39
εἰς δέκ’ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,
7.39
λαλῶν τὰ ναῦλα καὶ τὰ δάνει᾽ ἐρυγγάνων,
7.39
ἀφροδίσι’ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν,
7.39
ὑπὸ τοῦτον ὑπέμυξ’ εὐθὺς ἐκβεβηκότα,
7.39
τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς
7.39
Σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.
7.39
τοιοῦτος ὁ τρόπος. μειράκιον ἐρῶν πάλιν
7.39
τὰ πατρῷα βρύκει καὶ σπαθᾷ· πορεύομαι.
7.39
ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που
7.39
ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα
7.39
τὰ κράσπεδ’ ἀποθλιβέντα καὶ κεκραγότα·
7.39
‘ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;’
7.39
ἐῶ βοᾶν· πληγὰς γὰρ ἔτι προσλαμβάνειν
7.39
ἐλθόντα καὶ τὴν νύχθ’ ὅλην διακονεῖν.
7.39
τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ‘ἀμίδα μοι
7.39
ἔνεγκε πρῶτον’ φησίν. ‘ὄξος ἡ φακῆ
7.39
οὐκ εἶχε.’ πάλιν ᾔτησας· ‘οἰμώξει μακρὰ
7.39
πρῶτος μαγείρων’ φησίν. ἕτερα μυρία
7.39
τοιαῦτα καταλέξαιμ’ ἄν. οὗ δὲ νῦν σ’ ἄγω,
7.39
πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια
7.39
ἄγουσ’ ἑταίρα μεθ’ ἑτέρων πορνῶν· χύδην
7.39
σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων.
7.40
πρῶτον ὠμῶν κειμένων
7.40
τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι.
7.40
‘δίδου κατὰ χειρός.’ ‘τοὔψον οἰχήσει λαβών.’
7.40
τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας
7.40
ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα.
7.40
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων
7.40
τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μου,
7.40
ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’ ἔχοντα τοὺς
7.40
χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν,
7.40
εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος.
7.40
ἐλᾳδίου κοτύλης τε παραναλωμένης
7.40
σέσωκ’ ἐμοὶ τρίκλινα πεντήκοντ’ ἴσως.
7.40
εἰδώς σε πάντων διαφέροντα τῇ τέχνῃ
7.40
τῇ τ’ ὀξύτητι μετὰ Θίβρωνα, Δαίδαλε,
7.40
τὸν ἐξ Ἀθηνῶν, τὸν καλούμενον Πέρας,
7.40
δοὺς μισθὸν ὅν μ᾽ ᾔτησας ἥκω δεῦρ᾽ ἄγων.
7.41
καρῖδας ἔλαβον πρῶτον· ἀπεταγήνισα
7.41
ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας·
7.41
ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν
7.41
ἕψω ποιήσας τρῖμμα συκαμίνινον.
7.41
γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,
7.41
ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν
7.41
χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλᾴδιον.
7.41
λάβρακα μετὰ ταῦτ’ ἐπριάμην καλὸν σφόδρα·
7.41
ἔσται δι’ ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ,
7.41
ἀποδοὺς ὅσ’ ἐστὶν ἀπ’ ὀβελίσκων ὀπτανά.
7.41
τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς·
7.41
ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ’ ὡς ἔχει
7.41
ἅλμῃ τε λιπαρᾷ παρατίθημ’ ὀρίγανον.
7.41
ταύταις προσέλαβον σηπίας καὶ τευθίδας·
7.41
ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη
7.41
καὶ πτερύγι’ ἁπαλῶς σηπίας ὠπτημένα.
7.41
τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν
7.41
παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά·
7.41
ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.
7.41
γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα·
7.41
κατέπνιξ’ ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.
7.41
κωβίδι’ ἄττα καὶ πετραῖα δή τινα
7.41
ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία
7.41
ἐμόλυν’ ἀλεύρῳ .... τοιούτῳ τινὶ
7.41
πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.
7.41
ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,
7.41
θρίοισι ταύτην ἅλις ἐλᾳδίῳ διεὶς
7.41
ἐσπαργάνωσα περιπάσας ὀρίγανον
7.41
ἐνέκρυψά θ’ ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.
7.41
ἀφύαν θ’ ἅμ’ αὐτῇ παρέλαβον Φαληρικήν·
7.41
εἷς κύαθος ἐνταῦθ’ ὕδατος ἐπιχυθεὶς πολύ·
7.41
τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,
7.41
κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω.
7.41
τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ’ ἐσθ’ ἡ τέχνη,
7.41
οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι’ ὑπομνημάτων.
7.42
γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι
7.42
πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα·
7.42
εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ·
7.42
καὶ γόγγρος σπουδαῖος ἁλίσκεται, ὥστε τοσοῦτον
7.42
τῶν ἄλλων πάντων ὄψων κρατεῖ οὗτος ὅσον περ
7.42
θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων.
7.42
γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη
7.42
ὑπεργέμοντα.
7.42
δραχμῶν τριῶν γλαυκίσκον ..........
7.42
γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια
7.42
δραχμῶν πάλιν πέντ᾽· ὦ ταλαιπώρου βίου.
7.42
δραχμῆς τραχήλους· ἀλλὰ νὴ τὸν ἥλιον,
7.42
κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν
7.42
ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἂν
7.42
πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’ ἀπηγξάμην·
7.42
οὐθεὶς δεδιακόνηκεν ἐπιπονώτερον.
7.42
ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα,
7.42
ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ᾽, ἀπωλλύμην.
7.42
‘κατέδοντ’ ἐκεῖνοι’, τοῦτο πρὸς ἐμαυτὸν λέγω,
7.42
‘διαπυτιοῦσ’ οἶνον δὲ τοιοῦτον χαμαί.’
7.42
οἴμοι.
7.44
ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν
7.44
μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν·
7.44
ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα
7.44
ὕστερον ἤδη πάσχ’ ὅτι σοι πεπρωμένον ἐστίν.
7.44
γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν
7.44
ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.
7.45
σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.
7.45
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφὸν
7.45
ἢ γλαῦκον περόωντα κατὰ μνία σιγαλόεντα.
7.45
ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ
7.45
καὶ Μεγάροις· σεμνοῖς γὰρ ἁλίσκεται ἐκτεναγιστῆς.
7.45
Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί,
7.45
θύννοι Μεγαρικοί, μαινίδες Καρύστιαι,
7.45
φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.
7.45
οὐκοῦν τὸ μὲν γλαυκίδιον, ὥσπερ ἄλλοτε,
7.45
ἕψειν ἐν ἅλμῃ φημί. Β. τὸ δὲ λαβράκιον
7.45
Α. ὀπτᾶν ὅλον. Β. τὸν γαλεόν; Α. ἐν ὑποτρίμματι
7.45
ζέσαι. Β. τὸ δ’ ἐγχέλειον; Α. ἅλες, ὀρίγανον,
7.45
ὕδωρ. Β. ὁ γόγγρος; Α. ταὐτόν. Β. ἡ βατίς; Α.
7.45
χλόη.
7.45
Β. πρόσεστι θύννου τέμαχος. Α. ὀπτήσεις. Β.
7.45
κρέας
7.45
ἐρίφειον; Α. ὀπτόν. Β. θάτερον; Α. τἀναντία.
7.45
Β. ὁ σπλήν; Α. σεσάχθω. Β. νῆστις;
7.46
Εὔβουλος Καμπυλίωνι (II 179 K)·
7.46
τήν τ’ εὐπρόσωπον λοπάδα ......
7.46
....... τοῦδε τοῦ θαλαττίου
7.46
Γλαύκου φέρουσαν εὐγενέστερον ....
7.46
λάβρακά θ’ ἑφθὸν .... ἅλμῃ μίαν.
7.46
ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
7.46
γλαύκου πρόσωπον τοῦ τ’ ἀμύμονος δέμας
7.46
θύννου τά τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλὸς
7.46
Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.
7.46
γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη
7.46
εὔσαρκα.
7.46
ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ
7.46
γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου
7.46
τεμάχια.
7.46
ἔστω δ’ ἡμῖν κεστρεὺς τμητός,
7.46
νάρκη πνικτή, πέρκη σχιστή,
7.46
τευθὶς σακτή, συνόδων ὀπτός,
7.46
γλαύκου προτομή, γόγγρου κεφαλή,
7.46
βατράχου γαστήρ, θύννου λαγόνες,
7.46
βατίδος νῶτον, κέστρας ὀσφύς,
7.46
ψήττας κίσχος, μαινίς, καρίς,
7.46
τρίγλη, φυκίς·
7.46
τῶν τοιούτων μηδὲν ἀπέστω.
7.47
Ναυσικράτης Ναυκλήροις (IV 575 M)·
7.47
δύο μέν φασιν ἁπαλοὶ καὶ καλοὶ
7.47
παῖδες θεοῦ τοῦ ναυτίλοισι πολλάκις
7.47
ἤδη φανέντος πελαγίοις ἐν ἀγκάλαις,
7.47
ὃν καὶ τὰ θνητῶν φασιν ἀγγέλλειν πάθη.
7.47
Β. Γλαῦκον λέγεις. Α. ἔγνωκας.
7.47
Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης
7.47
ἀντίον Εὐβοίης σχεδὸν Εὐρίποιο ῥοάων·
7.47
ἔνθεν ἐγὼ γένος εἰμί· πατὴρ δέ με γείνατο Κωπεύς.
7.48
ἣν Ἠελίῳ φαέθοντι
7.48
ἐν μακάρων νήσοισι λιτὴ φύει εἴαρι γαίη·
7.48
Ἠέλιος δ’ ἵπποις θυμήρεα δόρπον ὀπάζει
7.48
ὕλην ναιετάουσαν, ἵνα δρόμον ἐκτελέσωσιν
7.48
ἄτρυτοι, καὶ μή τιν’ ἕλοι μεσσηγὺς ἀνίη.
7.48
καὶ θεῶν ἄγρωστιν εὗρες, ἣν Κρόνος κατέσπειρε.
7.48
Ἐρυθραίης ἀπὸ πέτρης,
7.48
ἢ τοὺς ἀλκυόνων παῖδας ἔτ’ ἀπτερύγους,
7.48
τῇ νύμφῃ δύσπιστος ἀθύρματα. δάκρυ δ’ ἐκείνου
7.48
καὶ Σειρὴν γείτων παρθένος οἰκτίσατο·
7.48
ἀκτὴν γὰρ κείνην ἀπενήχετο καὶ τὰ σύνεγγυς
7.48
Αἴτνης.
7.52
τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες οἱ κατὰ δίνας.
7.53
τοῦ δ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικε,
7.53
ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ’ ἐστὶ κρατίστη
7.53
Ῥηγίου ἀντιπέρας πορθμοῦ ληφθεῖσα θαλάσσης·
7.53
ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν
7.53
βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς.
7.53
οὐ μὴν ἀλλὰ κλέος γ’ ἀρετῆς μέγα κάρτα φέρουσι
7.53
Κωπαῖαι καὶ Στρυμόνιαι· μεγάλαι τε γάρ εἰσι
7.53
καὶ τὸ πάχος θαυμασταί. ὁμῶς δ’ οἶμαι βασιλεύει
7.53
πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει
7.53
ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπύρηνος μόνος ἰχθύς ...
7.54
πολλὰς δὲ τυφλὰς ἐγχέλυας ἐδέξω.
7.54
σκέψασθε (φησι) παῖδες τὴν κρατίστην ἔγχελυν.
7.54
ἔγχελυν Βοιωτίαν.
7.54
καὶ λεῖος ὥσπερ ἔγχελυς.
7.54
θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
7.54
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
7.54
τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
7.54
οὐ χαίρω δὲ βατίσιν, οὐδ’ ἐγχέλεσιν.
7.54
ἐγχέλεων ἀνεψιός.
7.54
ὥσπερ ἔγχελυς κατὰ γλοιοῦ.
7.54
ἐρῳδιὸς γὰρ ἔγχελυν Μαιανδρίην
7.54
τρίορχον εὑρὼν ἐσθίοντ’ ἀφείλετο.
7.54
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας·
7.54
ὅταν γὰρ ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
7.54
ἐὰν δ’ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
7.54
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς,
7.54
τείροντ’ ἐγχέλυές τε καὶ ἰχθύες.
7.55
τά τ’ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους
7.55
εἶναι τὸ νομίσαι τ’ ἰσόθεον τὴν ἔγχελυν·
7.55
πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.
7.55
τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν,
7.55
τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα
7.55
ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον·
7.55
οὕτως ἔσθ’ ἅγιον παντελῶς τὸ θηρίον.
7.55
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ·
7.55
οὔθ’ οἱ τρόποι γὰρ ὁμονοοῦσ’ οὔθ’ οἱ νόμοι
7.55
ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν πολύ.
7.55
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς·
7.55
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
7.55
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ·
7.55
οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δέ γ’ ἥδομαι
7.55
μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ,
7.55
τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω.
7.55
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
7.55
εἶναι, παρ’ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους.
7.55
τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς
7.55
κλαίεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω.
7.55
δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δέ γ’ οὔ.
7.55
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;
7.55
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς
7.55
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
7.55
τίν’ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;
7.56
νύμφα ἀπειρόγαμος τεύτλῳ περὶ σῶμα καλυπτὰ
7.56
λευκόχρως παρέσται,
7.56
ἔγχελυς, ὦ μέγα μοι μέγα σοι φῶς ... ἐναργές.
7.56
μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει
7.56
ὑπογάστρι’ ὀπτῶν αἵ τ’ ἐχιδνοσώματοι
7.56
Βοιώτιαι παρῆσαν ἐγχέλεις θεαὶ
7.56
τεῦτλ’ ἀμπεχόμεναι.
7.56
παρθένου Βοιωτίας
7.56
Κωπᾷδος· ὀνομάζειν γὰρ αἰδοῦμαι θεάν.
7.56
καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν
7.56
Θρῇκας κατάρδων ποταμὸς ὠνομασμένος
7.56
Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.
7.56
ἐλθὼν Εὐλῆος πηγὰς ἔπι δινήεντος)
7.57
τὸν δ’ ἔλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς,
7.57
τόν γε κρατιστεύονθ᾽. οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν
7.57
τὴν ἀρχὴν γεγονώς· ὥσθ’ ἡνίκ’ ἂν ἢ περὶ νήσους
7.57
ἢ περὶ τὴν ἄλλην που ἁλῷ γῆν ἢ περὶ Κρήτην,
7.57
λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται.
7.60
οὐχ ἑψητῶν λοπάς ἐστιν.
7.60
καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν
7.60
ἑψητός.
7.60
ὦ Χάριτες, αἷσι μέλουσιν ἑψητοί.
7.60
ἀγαπῶν τε κἂν ἑψητὸν ἐν τεύτλοις ἕνα
7.60
διὰ δωδεκάτης ἑψόμενον ἡμέρας ἴδῃ.
7.60
καὶ γὰρ ἑψητοί τινες
7.60
παρῆσαν ἡμῖν δαιδαλεῖοί πως.
7.60
τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις
7.60
οὐδὲ τριχίδων οὐδ’ οἷον ἑψητῶν τινῶν;
7.60
οὐδὲν μὰ Δί’ ἐρῶ λοπάδος ἑψητῶν.
7.60
τὸ παιδίον .. εἰσῆλθεν ἑψητοὺς φέρον.
7.60
βεμβράδ᾽, ἀφύην, ἑψητόν.
7.60
ἑψητὸν ἀγοράζειν τινά.
7.61
καὶ λεβίαν λαβέ, Μόσχε, τὸν ἥπατον ἐν περικλύστῳ
7.61
Δήλῳ καὶ Τήνῳ.
7.62
σκόμβρος,
7.62
θύννος, κωβιός, ἠλακατῆνες.
7.62
κωβιός, ἠλακατῆνες,
7.62
κυνὸς οὐραῖον.
7.63
ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ
7.63
θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
7.63
ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θεοῖς χρὴ
7.63
ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ...
7.63
ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ·
7.63
ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους
7.63
πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.
7.63
ἂν δέ ποτ’ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς
7.63
ἑρπετὸν εἰς ὕδατος στεφάνους, πολὺ δὴ, πολὺ πάντων
7.63
ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης.
7.63
οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν
7.63
πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου·
7.63
ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.
7.64
θύννοι τε διοιστρήσοντι Γαδείρων δρόμον.
7.65
μετὰ ταῦτα θύννων μεγαλόπλουτ’ ἐπεισέπλει
7.65
ὑπογάστρι’ ὀπτῶν.
7.65
οὐκ ἔγχελυν Βοιωτίαν, οὐ γλαῦκον, οὐχὶ θύννου
7.65
ὑπογάστριον.
7.65
ὑπογάστριον θύννου τι κἀκροκώλιον
7.65
δραχμῆς ὕειον.
7.65
ὑπογάστριά θ’ ἡδέα θύννων.
7.65
ταῦτα γὰρ οἱ πένητες οὐκ ἔχοντες ἀγοράσαι
7.65
ὑπογάστριον θύννακος οὐδὲ κρανίον
7.65
λάβρακος οὐδὲ γόγγρον οὐδὲ σηπίας,
7.65
ἃς οὐδὲ μάκαρας ὑπερορᾶν οἶμαι θεούς.
7.65
ἰχθύων δὲ δὴ
7.65
ὑπογάστρι᾽, ὦ Δάματερ,
7.65
ὅστις ὠψώνηκ’ ἴσως
7.65
τούτους μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις
7.65
ὑπογάστρι’ ἐλθὼν (ὅσα Ποσειδὼν ἀπολέσαι)
7.65
τάττειν τε γεννικῶς παρασκευάζεται
7.65
πλευρὰν μετ’ αὐτῶν.
7.65
καὶ τοὺς ἁλιέας δ’ εἰς τὸ βάραθρον ἐμβάλω·
7.65
ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι,
7.65
τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας.
7.65
Β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου
7.65
ἐνόμιζεν ἐγχέλεια καὶ θύννας ἔχειν.
7.65
καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς·
7.65
κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι
7.65
Β. αἷς τὰς θύρας κλείουσι; Α. θύννειοι μὲν οὖν.
7.65
Β. σεμνὸν τὸ βρῶμα. Α. καὶ τρίτη Λακωνική.
7.66
σφύρας δέχεσθαι κἀπιχαλκεύειν μύδρους
7.66
ὡς ἀστενακτὶ θύννος ὣς ἠνείχετο
7.66
ἄναυδος.
7.66
τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην,
7.66
καὶ θάλασσα βορβορώδης, ἣ τρέφει θύννον μέγαν.
7.67
ἐγὼ γάρ εἰμι θυννὶς ἡ μέλαινά σοι
7.67
καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων.
7.67
καὶ θύννης οὐραῖον ἔχειν — τὴν θυννίδα φωνῶ
7.67
τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν.
7.67
εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν
7.67
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας.
7.67
θερμά τ’ ἔχειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην·
7.67
καὶ ξήρ’ ἂν ἐθέλῃς ἔσθειν γενναῖα πέλονται,
7.67
ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια.
7.67
ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.
7.67
τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας
7.67
τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.
7.67
ὁ μὲν ἐν ἀγρῷ τρεφόμενος
7.67
θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει
7.67
πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ
7.67
θύννης τὰ πρὸς γῆς. Β. ποῖα; Α. τὰ κάτωθεν λέγω.
7.67
Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα
7.67
ἀνθρωποφάγους ἰχθῦς. Β. τὸ δεῖνα δ’ ἐσθίεις,
7.67
τουτι κακόνωτα πλοῖα; Γ. Κωπᾷδας λέγεις;
7.67
ἀγρίως γε ... παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω.
7.67
τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου·
7.67
ὃ μὲν γὰρ αὐτῶν ἡσυχῇ τε καὶ ῥύβδην
7.67
θυννίδα τε καὶ μυττωτὸν ἡμέρας πάσας
7.67
δαινύμενος, ὥσπερ Λαμψακηνὸς εὐνοῦχος,
7.67
κατέφαγε δὴ τὸν κλῆρον· ὥστε χρὴ σκάπτειν
7.67
πέτρας τορείας, σῦκα μέτρια τρώγων
7.67
καὶ κρίθινον κόλλικα, δούλιον χόρτον.
7.68
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.
7.68
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
7.68
ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος·
7.68
ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.
7.69
κορακῖνοι δὲ κοριοειδέες,
7.69
πίονες χἰππίδια λεῖα, ψύχει ἁπαλακουρίδες.
7.69
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην
7.69
χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πίτυνον,
7.69
ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
7.69
ἢ ὕκην ἢ ἵππον ἢ ὃν κίχλην καλέουσιν.
7.70
κεῖνο δὲ δὴ σκέπτοιο, τό κεν καὶ ἰουλίδα μάργον
7.70
πολλὸν ἀποτροπόῳτο καὶ ἰοβόλον σκολόπενδραν.
7.70
καὶ δὲ σύ γε μνήσαιο δελείατος, ὅττι παρ’ ἄκρα
7.70
δήεις αἰγιαλοῖο γεώλοφα· οἳ μὲν ἴουλοι
7.70
κέκληνται, μέλανες, γαιηφάγοι, ἔντερα γαίης.
7.70
ἠὲ καὶ ἑρπήλας δολιχήποδας, ὁππότε πέτραι
7.70
ἀμμώδεις κλύζωνται ἐπ’ ἄκρῃ κύματος ἀγῇ,
7.70
ἔνθεν ὀρύξασθαι θέμεναί τ’ εἰς ἄγγος ἀολλεῖς.
7.71
τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός.
7.71
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρων
7.71
κόσσυφον ἢ κίχλας ἁλιειδέας.
7.71
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ᾽ ἄλκιμοι.
7.71
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες
7.71
σαῦρον κικλήσκουσι καὶ αἰολίην, ὀρφίσκον,
7.71
πιότατον κεφαλῇ.
7.71
ἢ σκάρον ἢ κίχλην πολυώνυμον.
7.72
αὐτὰρ ἐς Ἀμβρακίαν ἐλθὼν εὐδαίμονα χώραν
7.72
τὸν κάπρον ἂν ἐσίδῃς ὠνοῦ καὶ μὴ κατάλειπε,
7.72
κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ
7.72
δεινὴ ἀπ’ ἀθανάτων· τὸ γάρ ἐστιν νέκταρος ἄνθος.
7.72
τούτου δ’ οὐ θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν
7.72
οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα
7.72
σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες
7.72
εἰώθασι δονεῖν ψήφους αἴθωνι λογισμῷ
7.72
ἄρθρων μηλείων ἐπὶ γῆν δωρήματα βάλλων.
7.73
κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.
7.73
Β. ἀγαθόν γ’ ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.
7.73
Α. ἐκεῖνο θράττει μ᾽, ὅτι λέγουσιν, ὦ ᾽γαθή,
7.73
ἔνεστιν ἐν κιθάρῳ τι κακόν.
7.73
ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
7.73
κίθαρος ὀπτὸς καὶ βατὶς θύννου τε κεφάλαιον τοδί.
7.73
κίθαρον δὲ κελεύω,
7.73
ἂν μὲν λευκὸς ἔῃ .... στερεός τε πεφύκῃ,
7.73
ἕψειν εἰς ἅλμην καθαρὰν βαιὰ φύλλα καθέντα·
7.73
ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίαν μέγας, ὀπτᾶν
7.73
ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρᾳ.
7.73
καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε·
7.73
χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἐστὶν δ’ ἀκόλαστος.
7.74
τοῖσί κεν ἄρμενα πάντα παροπλίσσαιο δέλετρα
7.74
κουρύλον ἢ πειρῆνα ἢ εἰναλίην ἕρπηλαν.
7.74
ἢ μύας ἢ ἵππους ἠὲ γλαύκην κορύδυλιν.
7.75
ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμοροι.
7.76
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
7.78
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
7.78
τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον
7.78
ἀναρπάσας Μάτων· ἐγὼ δ’ ἀπόλλυμαι.
7.78
κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,
7.78
ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις.
7.78
ἅλλεται δ’ ὑφ’ ἡδονῆς
7.78
κεστρεύς.
7.79
νήστεις κεστρέας, κεφάλους.
7.79
κεστρεῖς ἔχων, ἀλλ’ οὐ στρατιώτας τυγχάνεις
7.79
νήστεις.
7.79
ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω.
7.79
ἐγὼ δ’ ἰὼν πειράσομαι
7.79
εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν· ἧττόν γ’ ἂν οὖν
7.79
νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.
7.79
Μίδας δὲ κεστρεύς ἐστι· νῆστις περιπατεῖ.
7.79
ἠγόρασα νῆστιν κεστρέ’ ὀπτὸν οὐ μέγαν.
7.79
ἆρ’ ἔνδον ἀνδρῶν κεστρέων ἀποικία;
7.79
ὡς μὲν γάρ ἐστε νήστιδες, γινώσκεται.
7.79
τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις.
7.79
ὃς νῦν τετάρτην ἡμέραν βαπτίζεται,
7.79
νῆστιν πονηροῦ κεστρέως τρίβων βίον.
7.80
οὗτοι δεδειπνήκασιν· ὁ δὲ τάλας ἐγὼ
7.80
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.’
7.80
‘καὶ στῆτ’ ἐφεξῆς,
7.80
κεστρέων νῆστις χορός,
7.80
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
7.80
ἐξιόντι μὲν γὰρ
7.80
ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,
7.80
ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἔν γ’ ἐμοί,
7.80
τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω,
7.81
ῥηιδίως ἕλκοιο καὶ αἰολίην κορακῖνον.
7.81
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
7.81
μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,
7.81
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τε.
7.81
τοῖς σοῖσι συνὼν κορακινιδίοις
7.81
καὶ μαινιδίοις.
7.81
ὅστις κορακῖνον ἐσθίει θαλάττιον
7.81
γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.
7.83
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην.
7.83
τρυγόνες τ’ ὀπισθόκεντροι καὶ μάλ’ ἁδροὶ κωβιοί.
7.83
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,
7.83
λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς
7.83
πάσαισι, τοῖς δ’ ἥρωσι τὰ ψαίστ’ ἀπονεμῶ.
7.83
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
7.83
ὡς προσβαλεῖν δ’ ἐκέλευσα τὸν τοιχωρύχον,
7.83
τὸν ἰχθυοπώλην, ‘προστίθημι, φησί, σοὶ
7.83
τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί.’
7.83
ἄλλοι δ’ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
7.83
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
7.83
δραχμῶν ἐτίμα κωβιοὺς .... σφόδρα.
7.84
ΚΟΚΚΥΓΕΣ. Ἐπίχαρμος (p. 283 L)·
7.84
κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες
7.84
πάντας, ὀπτᾶντες δὲ χἀδύναντες αὐτοὺς χναύομες.
7.84
ἄλλοτ’ ἐρυθρὸν
7.84
κόκκυγ’ ἢ ὀλίγας πεμφηρίδας, ἄλλοτε σαῦρον.
7.85
τῆμος δ’ ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
7.85
ἄρτι παραγγέλλοι μέσσατον ἦμαρ ἔχων,
7.85
δείπνου δὴ λήγοιμεν, ὅσου τινὰ θυμὸς ἀνώγοι
7.85
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι.
7.85
χέρνιβα δ’ αἶψα θύραζε φέροι, στεφανώματα δ’ εἴσω
7.85
εὐειδὴς ῥαδινῇς χερσὶ Λάκαινα κόρη.
7.85
εἶτ’ εἴησα καλὴν μὲν ἐφίμερον ὕμνον ἀείδειν,
7.85
ἆθλον δ’ ἐν μέσσῳ παῖς καλὸς ἄνθος ἔχων
7.85
σοί τ’ εἴη καὶ ἐμοὶ σοφίης πέρι δηριόωσι,
7.85
γνοίης χ’ ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
7.85
ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ
7.85
τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν.
7.85
εἶτα κυμίνῳ ταῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα·
7.85
ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς,
7.85
εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ’ ὀπτὰ γένηται,
7.85
ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνα μετ’ αὐτοῦ.
7.85
ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς,
7.85
μήθ’ ὕδατος πηγὴν .... μήτ’ οἴνινον ὄξος
7.85
συμμίξῃς, ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον
7.85
αὐχμηρόν τε κύμινον, ὁμοῦ δ’ εὐώδεα φύλλα.
7.85
ἕψε δ’ ἐπ’ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν
7.85
καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε.
7.85
ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα
7.85
οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
7.85
ψυχὴν κέκτηνται θνητῶν εἰσίν τ’ ἀπόπληκτοι
7.85
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ
7.85
ἰχθὺς σάρκα φιλεῖ βροτέαν, ἄν που περικύρσῃ.
7.86
λάβραξ ὁ πάντων ἰχθύων σοφώτατος.
7.86
λάμβανε δ’ ἐκ Γαίσωνος ὅταν Μίλητον ἵκηαι,
7.86
κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα.
7.86
εἰσὶ γὰρ ἐνθάδ’ ἄριστοι· ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος.
7.86
πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ
7.86
Ἀμβρακίᾳ τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ·
7.86
ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν
7.86
οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε,
7.86
τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ’ αὐτοὺς ἀλεπίστους
7.86
ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε δίχ’ ἅλμης.
7.86
μηδὲ προσέλθῃ σοί ποτε τοὔψον τοῦτο ποιοῦντι
7.86
μήτε Συρακόσιος μηθεὶς μήτ’ Ἰταλιώτης.
7.86
οὐ γὰρ ἐπίστανται χρηστῶς σκευαζέμεν ἰχθῦς,
7.86
ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα
7.86
ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ.
7.86
τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων
7.86
πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι
7.86
καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται
7.86
ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.
7.87
ἀλλ’ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
7.87
οὐ κρανίον λάβρακος, οὐχὶ κάραβον πρίασθαι,
7.87
μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· ὅ τι ἂν ᾖ
7.87
ὁσίας ἕνεκα, σηπίδια ἢ τευθίδια
7.87
πλεκτάνια μικρὰ πουλύποδος, νῆστίν τινα,
7.87
μήτραν, χόρια, πῦον, λάβρακος κρανίον
7.87
εὐμέγεθες.
7.87
Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος,
7.87
Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ
7.87
καὶ τοὺς λάβρακας ἐντερεύων.
7.88
τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ
7.88
ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.
7.88
τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας.
7.89
κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.
7.90
οὔτε γόγγρων ὦν τι παχέων οὔτε μυραινᾶν ἀπῆς.
7.90
βατίς τε καὶ σμύραινα
7.90
πρόσεστιν.
7.90
μυραίνης δ’ ἔκπαγλον, ἐπεὶ μογεροὺς ἁλιῆας
7.90
πολλάκις ἐμβρύξασα κατεπρήνιξεν ἐπάκτρων
7.90
εἰς ἅλα φυζηθέντας, ἐχετλίου ἐξαναδῦσα·
7.90
εἰ ἔτυμον κείνην γε σὺν οὐλοβόροις ἐχίεσσι
7.90
θόρνυσθαι, προλιποῦσαν ἁλὸς νόμον, ἠπείροισιν.
7.91
Ἰταλίας δὲ ... μεταξὺ κατὰ στενοκύμονα πορθμὸν
7.91
ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ,
7.91
ὠνοῦ· τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα.
7.92
ὅκχ’ ὁρῇ βῶκάς τε πολλοὺς καὶ σμαρίδας.
7.92
τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα
7.92
ἀνθρωποφάγους ἰχθῦς. Β. τί φής, ὦ φίλτατε,
7.92
ἀνθρωποφάγους; πῶς; Γ. οὓς ἂν ἄνθρωπος
7.92
φάγοι
7.92
δηλονότι· ταῦτα δ’ ἐστὶν Ἑκάτης βρώματα,
7.92
ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.
7.92
ὅπως σε πείσῃ μηδὲ εἷς, πρὸς τῶν θεῶν,
7.92
τοὺς βόακας, ἄν ποτ’ ἔλθῃ, λευκομαινίδας καλεῖν.
7.93
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.
7.93
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε.
7.93
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.
7.94
καὶ χελιδόνες τε μύρμαι τοί τε κολιᾶν μέζονες
7.94
ἐντί.
7.94
μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδέ ποτ’ ἐσθλός.
7.94
κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται,
7.95
νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίνεται.
7.95
νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
7.95
ὑπελήλυθέν τέ μου
7.95
νάρκα τις ὅλον τὸ δέρμα,
7.95
καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ
7.95
καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ.
7.95
νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην
7.95
ὀπτᾶν ὅλην.
7.95
ἔπειτα νάρκην ἔλαβον ἐνθυμούμενος
7.95
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
7.95
ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.
7.96
ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθὼν
7.96
οὐραίου τ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς
7.96
κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι.
7.97
ΟΡΦΩΣ. καλεῖται δὲ καὶ ὀρφός, ὡς Πάμφιλος.
7.97
τοῖσί κεν εὐμαρέως θαλάμης ἄπο μακρὸν ἀείροις
7.97
σκορπίον ἢ ὀρφὸν περιτρηχέα· τῶν γὰρ ἐπ’ ἄκρης...
7.97
γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρουν
7.97
κόσσυφον.
7.97
ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφώς του θεῶν.
7.97
τέμαχος ὀρφὼ χλιαρόν.
7.97
σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν
7.97
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
7.97
ἢν μὲν ὠνῆταί τις ὀρφώς, μεμβράδας δὲ μὴ ᾽θέλῃ.
7.99
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
7.99
ὄνους.
7.99
τὸν δ’ ὄνον Ἀνθηδών, τὸν καλλαρίαν καλέουσιν,
7.99
ἐκτρέφει εὐμεγέθη, σομφὴν δὲ τρέφει τινὰ σάρκα
7.99
κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ᾽, ἄλλοι δ’ .......
7.99
αἰνοῦσιν· χαίρει γὰρ ὃ μὲν τούτοις, ὃ δ᾽ ἐκείνοις.
7.100
ὡς δ’ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο)
7.100
καὶ ταῦτ’ ἔχοντα πουλύπους καὶ σηπίας.
7.100
τὸν πουλύπουν μοι ἔθηκε.
7.100
πληγαὶ λέγονται πουλύπου πιλουμένου.
7.100
ἠλίθιον εἶναι νοῦν τε πουλύποδος ἔχειν.
7.100
δεῖ μέν, ὡς ἔοικε, πολλῶν πουλύπων.
7.100
ὥσπερ τοὺς πουλύποδας πρώτιστα σέ.
7.100
ἔδω δ’ ἐμαυτὸν ὡς πουλύπους.
7.100
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
7.102
ἐνθρύσκοισι καὶ βρακάνοις
7.102
καὶ στραβήλοις ζῆν· ὁπόταν δ᾽
7.102
ἤδη πεινῶσιν σφόδρα ...
7.102
ὡσπερεὶ τοὺς πουλύποδας
7.102
.... νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους;
7.102
πουλύπους
7.102
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας.
7.102
Β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.
7.102
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
7.102
τῇ προσομιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη.
7.102
πουλύποδός μοι, τέκνον, ἔχων νόον, Ἀμφίλοχ’ ἥρως,
7.102
τοῖσιν ἐφαρμόζου τῶν κεν κατὰ δῆμον ἵκηαι.
7.103
‘περὶ δὲ Τροιζῆνα τὸ παλαιόν’, φησὶν ὁ αὐτὸς
7.106
κόγχος ἐγώ, Ζεφυρῖτι, πάλαι τέρας. ἀλλὰ σὺ νῦν με,
7.106
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
7.106
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
7.106
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
7.106
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων
7.106
ποσσί νιν, ὥστ’ ἔργῳ τοὔνομα συμφέρεται,
7.106
ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
7.106
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
7.106
μηδέ μοι ἐν θαλάμῃσιν ἔθ᾽, ὡς πάρος, (εἰμὶ γὰρ
7.106
ἄπνους),
7.106
τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.
7.106
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν· οἶδε γὰρ ἐσθλὰ
7.106
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος.
7.106
τοῦτο καὶ ἐν πόντῳ καὶ ἐπὶ χθονὶ τῆς Φιλαδέλφου
7.106
Κύπριδος ἱλάσκεσθ’ ἱερὸν Ἀρσινόης,
7.106
ἣν ἀνακοιρανέουσαν ἐπὶ Ζεφυρίτιδος ἀκτῆς
7.106
πρῶτος ὁ ναύαρχος θήκατο Καλλικράτης.
7.106
ἣ δὲ καὶ εὐπλοΐην δώσει καὶ χείματι μέσσῳ
7.106
τὸ πλατὺ λισσομένοις ἐκλιπανεῖ πέλαγος.
7.106
καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμοσι
7.106
στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
7.107
πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες
7.107
χἀ δυσώδης βολβιτὶς γραῖαί τ’ ἐριθακώδεες.
7.107
πούλυποι ἔν τε Θάσῳ καὶ Καρίᾳ εἰσὶν ἄριστοι·
7.107
καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ
7.107
πλῆθος.
7.107
πουλύποδες, γαλεοί τε κύνες.
7.108
ΠΑΓΟΥΡΟΙ. τούτων μέμνηται Τιμοκλῆς ἢ
7.108
ἁλιεὺς ὢν ἄκρος σοφίαν
7.108
ἐν παγούροις μὲν θεοῖς ἐχθροῖσι καὶ
7.108
ἰχθυδίοις εὕρηκα παντοδαπὰς τέχνας,
7.108
γέροντα βούγλωττον δὲ μὴ ταχέως πάνυ
7.108
συναρπάσομαι; καλόν γ’ ἂν εἴη.
7.109
ἔνθ’ ἡ πάροικος πηλαμὺς χειμάζεται,
7.109
πάραυλος Ἑλλησποντίς, ὡραία θέρους
7.109
τῷ Βοσπορίτῃ· τῷδε γὰρ θαμίζεται.
7.110
κομαρίδας τε καὶ κύνας, κέστρας τε πέρκας τ᾽ αἰόλας.
7.110
ἄλλοτε δ’ αὖ πέρκας, ὁτὲ δὲ στροφάδας παρὰ πέτρην
7.110
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
7.110
σκορπίον.
7.110
ΠΕΡΚΗ. καὶ ταύτης Ἐπίχαρμος ἐν Ἥβας γάμῳ
7.111
κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε.
7.112
καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα
7.112
ἐκτρέφει· ἀλλά γε χρὴ ῥίνης λόγον ἢ πλατυνώτου
7.112
λειοβάτου ποιεῖσθαι. ὁμῶς κροκόδειλον ἂν ὀπτὸν
7.112
δαισαίμην ἀπ’ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.
7.113
ἁλιεύομεν σπάρους
7.113
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν
7.113
θεοῖς.
7.113
σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλαν
7.113
ἔσθι’ ἐνὶ ψαφαρῇ ληφθέντα Τειχιοέσσῃ
7.113
Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων.
7.113
καὶ σκάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα,
7.113
πλύνας εὖ· χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει
7.113
καὶ μέγεθος κυκλίᾳ ἴσον ἀσπίδι νῶτα φοροῦντα.
7.113
τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε· λαβών νιν,
7.113
ἡνίκ’ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ,
7.113
κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα.
7.113
πάσσειν δ’ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ
7.113
ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν.
7.114
αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς
7.114
εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους
7.114
καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θεμιτὸν ἐκβαλεῖν θεοῖς.
7.114
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας.
7.115
φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν
7.115
σκορπίον ἢ πέρκαισι καθηγητὴν μελάνουρον.
7.115
σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.
7.115
ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ
7.115
μὴ μείζων πυγόνος· μεγάλου δ’ ἀπὸ χεῖρας ἴαλλε.
7.116
καὶ χελιδόνες τε μύρμαι τοί τε κολιᾶν μείζονες
7.116
ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.
7.117
κόσσυφον ἢ κίχλας ἁλιειδέας, ἄλλοτε δ’ ἄλλῃ
7.117
σαργὸν ἐπικέλσοντα, λινοπληγέστατον ἰχθύν.
7.117
αἰ δὲ λῇς, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι ...
7.117
ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται
7.117
ταινίαι λεπταὶ μέν, ἁδεῖαι δέ.
7.117
ἡνίκα δ’ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος
7.117
μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,
7.117
τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,
7.117
εὐμεγέθη, θερμόν, δριμεῖ δεδαιγμένον ὄξει·
7.117
σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε
7.117
τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.
7.117
τὸν δ’ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα
7.117
ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας·
7.117
τὴν ἀρετὴν γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.
7.118
ΣΑΛΠΗ. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 237 L)·
7.118
ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες
7.118
σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ’ ἐν τῷ θέρει.
7.118
σάλπην δὲ κακὸν μὲν ἔγωγε
7.118
ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα
7.118
ἐστὶ θεριζομένου σίτου. λαβὲ δ’ ἐν Μυτιλήνῃ
7.118
αὐτήν.
7.118
σάλπαι τ’ ἰσομήκεες ἰχθῦς,
7.118
ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
7.118
οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.
7.118
ἐκήρυξεν βόαξ,
7.118
σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων.
7.119
συναγρίδας μαζούς τε συνόδοντάς τ᾽ ἐρυθροποικίλους.
7.119
ἢ λευκὴν συνόδοντα βόηκάς τε τρικκούς τε.
7.119
τοῖσί κε θηρήσαιο φαγεῖν λελιημένος ἰχθὺν
7.119
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον.
7.119
ἀτὰρ σινόδοντα μὲν ὃν ζήτει παχὺν εἶναι·
7.119
ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε.
7.119
ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε·
7.119
τίς δ’ ἐγχέλειον ἂν φάγοι
7.119
ἢ κρανίον σινόδοντος;
7.120
ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι;
7.120
Β. ἀλλ’ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βράγχια,
7.120
πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ
7.120
παράσχισον χρηστῶς διαπτύξας θ’ ὅλον
7.120
τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς
7.120
τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ.
7.120
θύννου τεμάχη, γλάνιδος, γαλεοῦ,
7.120
ῥίνης, γόγγρου, κεφάλου, πέρκης,
7.120
σαῦρος, φυκίς, βρίγκος, τρίγλη,
7.120
κόκκυξ, φάγρος, μύλλος, λεβίας,
7.120
σπάρος, αἰολίας, θρᾷττα, χελιδών,
7.120
καρίς, τευθίς, ψῆττα, δρακαινίς,
7.120
πουλυπόδειον, σηπία, ὀρφώς,
7.120
κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.
7.120
τῶν καρχαριῶν
7.120
νάρκη, βάτραχος, πέρκη, σαῦρος,
7.120
τριχίας, φυκίς, βρίγκος, τρίγλη,
7.120
κόκκυξ.
7.120
ΣΚΕΠΙΝΟΣ. τούτου μνημονεύων Δωρίων ἐν τῷ
7.121
ΣΚΙΑΙΝΑ. Ἐπίχαρμος Ἥβας γάμῳ (p. 233 L)·
7.121
αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ᾽, ἐνῆν δὲ σκιαθίδες.
7.121
τοῖσί κε θηρήσαιο λαβεῖν λελιημένος ἰχθὺν
7.121
ἠὲ μέγαν συνόδοντα ἢ ἀρνευτὴν ἵππουρον
7.121
ἠὲ φάγρον λοφίην, ὁτὲ δ’ ἀγρόμενον σκιαδῆα.
7.121
ΣΥΑΓΡΙΔΕΣ. τούτων μνημονεύει Ἐπίχαρμος ἐν
7.122
χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ᾽ αἰόλας.
7.122
ἡ σφύραινα δ’ ἐστὶ τίς;
7.122
κέστραν μὲν ὔμμες ὡττικοὶ κικλήσκετε.
7.122
πάνυ συχνὴ
7.122
σφύραινα. Β. κέστραν ἀττικιστὶ δεῖ λέγειν.
7.122
κέστραι τε καὶ λάβρακες.
7.122
κέστρας τε πέρκας τ’ αἰόλας.
7.123
ΣΗΠΙΑ. Ἀριστοφάνης Δαναίσι (I 436 K)·
7.123
καὶ ταῦτ’ ἔχοντα σηπίας καὶ πουλύπους.
7.124
πώλυποι τε σηπίαι τε καὶ ποταναὶ τευθίδες.
7.124
σηπίαι Ἀβδήροις τε Μαρωνείᾳ τ’ ἐνὶ μέσσῃ.
7.124
ἰχθὺς ἐώνηταί τις ἢ σηπίδιον·
7.124
ὀσμύλια καὶ μαινίδια καὶ σηπίδια.
7.124
ἀλλ’ ἔντραγε
7.124
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
7.124
τὸ πουλυπόδειον.
7.124
σηπίαι τόσους
7.124
δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας
7.124
καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποῶ.
7.124
τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
7.124
σμήσας τε λεπτοῖς ἁλσὶ δειπνούντων ἅμα
7.124
ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω.
7.125
ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.
7.126
τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
7.126
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
7.126
δέσποιν’ Ἑκάτη τριοδῖτι,
7.126
τρίμορφε, τριπρόσωπε,
7.126
τρίγλαις κηλευμένα.
7.127
κἀν Θάσῳ ὀψώνει τρίγλην κοὐ χείρονα λήψῃ
7.127
ταύτης· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή·
7.127
ἐν δ’ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.
7.127
οὐδ’ Αἰξωνίδ’ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην
7.127
οὐδὲ τρυγόνος οὐδὲ δεινοῦ φυὴν μελανούρου.
7.127
μετ’ αὐτῶν δ’ εἰσὶν ἐκπρεπεῖς φύσιν
7.127
αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
7.127
πασῶν ἀρίστας ἐντόπους παιδεύεται·
7.127
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
7.127
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
7.127
Β. τρίγλας λέγεις.
7.128
ΤΑΙΝΙΑΙ. καὶ τούτων Ἐπίχαρμος μέμνηται
7.128
καὶ ταὶ φίνταται
7.128
ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός.
7.128
μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις,
7.129
ἀκονίας κιγκάλους τε καὶ ἀλλοπίην τράχουρον.
7.129
καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ
7.129
κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ·
7.129
καὶ παράθες θερμὸν ταχέως καὶ τρίμμα μετ’ αὐτοῦ.
7.129
ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.
7.130
τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα
7.130
Βαφύρα· καὶ ἐν Ἀμβρακίᾳ παμπληθέας ὄψει.
7.130
τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι,
7.130
κρεᾴδι’ , ἐντερίδια· ἀλλὰ τὰς μὲν τευθίδας,
7.130
τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου
7.130
μικρὸν παραμίξας, περιπάσας ἡδύσμασι
7.130
λεπτοῖσι χλωροῖς ὠνθύλευσα.
7.131
ΥΕΣ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 234 L)·
7.131
ἦν δ’ ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.
7.131
χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων,
7.131
κανθαρίδα προφανεῖσαν ὕαινάν τε τρίγλην τε.
7.131
ἐν δ’ Αἴνῳ καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε,
7.131
ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.
7.131
τούτου τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν
7.131
ἥδυσμ᾽, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν
7.131
ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς,
7.131
δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου
7.131
οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.
7.131
τὴν λοφιὰν δ’ ὀπτᾶν αὐτῆς καὶ τἄλλα τὰ πλεῖστα.
7.131
ἄλλοτε καρχαρίην, ὁτὲ δὲ ῥόθιον ψαμαθῖδα.
7.132
θεὸς δέ οἱ ἱερὸς ὕκης.
7.132
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον
7.132
πέτρῃ ἀλωόμενον.
7.132
οὐδ’ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.
7.133
ἀόνες φάγροι τε καὶ λάβρακες.
7.133
ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.
7.133
Δήλῳ τ’ Εἰρετρίᾳ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους.
7.133
τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης
7.133
οὐραῖον· τὰ δὲ λοιπὰ δόμον μηδ’ εἰσενέγκῃς.
7.133
πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.
7.133
κᾆτ’ εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς
7.133
ὀψωνοῦσιν μεγάλους τε φάγρους
7.133
καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη
7.133
στρογγυλοπλεύρων.
7.134
ΧΑΝΝΑΙ. Ἐπίχαρμος ἐν Ἥβας γάμῳ (p. 235 L)·
7.134
μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστορας
7.134
ὄνους.
7.134
χάννους τ’ ἐγχέλυάς τε καὶ ἐννυχίην πύτινον.
7.135
καὶ σκιφίας χρόμιός θ᾽, ὃς ἐν τῷ ἦρι καττον Ἀνάνιον
7.135
ἰχθύων πάντων ἄριστος.
7.135
ὕκην ἢ κάλλιχθυν, ὁτὲ χρόμιν, ἄλλοτε δ’ ὀρφόν.
7.135
τὸν χρόμιν ἐν Πέλλῃ λήψῃ μέγαν (ἐστὶ δὲ πίων
7.135
ἂν θέρος ᾖ καὶ ἐν Ἀμβρακίᾳ.
7.136
ΧΡΥΣΟΦΡΥΣ. Ἄρχιππος ἐν Ἰχθύσιν (I 682)·
7.136
ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας.
7.136
δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
7.136
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
7.136
χρύσοφρυν ἐξ’ Ἐφέσου τὸν πίονα μὴ παράλειπε,
7.136
ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν
7.136
θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς,
7.136
εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς.
7.137
χαλκίδες θ’ ὕες τε ἱέρακές τε χὠ πίων κύων.
7.137
σὺ δ’ ἂν καὶ χαλκίδ’ ἐκείνην
7.137
αὕτως ἀμπείραις ὀλίγην καὶ μαινίδα.
7.137
ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
7.137
πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησ’ ἅπαξ,
7.137
ὅτε τἀν Σάμῳ δ’ ἦν, ἡμιωβελίου κρέα.
7.137
αἱ τριχίδες εἰ γενοίαθ’ ἑκατὸν τοὐβολοῦ.
7.137
τριχίας δὲ καὶ τὰς πρημνάδας τὰς θυννίδας
7.137
ἐπὶ δεῖπνον ἡκούσας ὑπερπληθεῖς ...
7.137
ἁλιευόμενός ποτ’ αὐτὸν εἷλον ἀνδράχνῃ
7.137
μετὰ πρημνάδων κἄπειτ’ ἀφῆχ’ ὅτι ἦν βόαξ.
7.137
ὡς δ’ ὁπότ’ ἀμφ’ ἀγέλῃσι νεηγενέεσσιν ἰώπων
7.137
ἢ φάγροι ἢ σκῶπες ἀρείονες ἠὲ καὶ ὀρφός.
7.137
ὦ κακοδαίμων ὅστις ἐν ἅλμῃ πρῶτον τριχίδων ἀπεβάφθη.
7.137
καὶ γὰρ πρότερον δὶς ἀνθρακίδων ἅλμην πιών.
7.138
μύλλος, λεβίας, σπάρος, αἰολίας,
7.138
θρᾷττα, χελιδών, καρίς, τευθίς.
7.138
καὶ συμπαίζειν κορακινιδίοις
7.138
μετὰ περκιδίων καὶ θρᾳττιδίων.
7.138
δήμου δ’ Ἁλαιεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι
7.138
τὸ λοιπόν ἐστιν, καὶ κακῶς ἀκούσομαι.
7.138
Β. τί δῆτα τοῦτο; Α. θρᾷτταν ἢ ψῆττάν τιν’ ἢ
7.138
μύραιναν ἢ κακόν τί μοι δώσει μέγα
7.138
θαλάττιον.
7.139
ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος.
7.139
εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν
7.139
βούγλωσσον .... περὶ Χαλκίδα κεδνήν.
7.139
αἱ ξανθοχρῶτες, ἃς κλύδων Αἰξωνικὸς
7.139
πασῶν ἀρίστας ἐντόπους παιδεύεται·
7.139
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
7.139
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
7.139
Β. τρίγλαν λέγεις γαλακτοχρῶτα Σικελὸς ὃν
7.139
πήγνυσοχλος ῥόμβος.
7.140
πρὸς τούτοισιν δὲ παρέσται σοι
7.140
θύννου τέμαχος, κρέα δελφακίων
7.140
χορδαί τ’ ἐρίφων ἧπάρ τε κάπρου
7.140
κριοῦ τ’ ὄρχεις χόλικές τε βοὸς
7.140
κρανία τ’ ἀρνῶν νῆστις τ’ ἐρίφου
7.140
γαστήρ τε λαγώ, φύσκη, χορδή,
7.140
πνεύμων ἀλλᾶς τε.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).