Legatio pro Christianis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens">
—
⋯
Original / primary: Textus receptus
13.1
Ἐπεὶ δὲ οἱ πολλοὶ τῶν ἐπικαλούντων ἡμῖν τὴν ἀθεότητα οὐδ' ὄναρ τί ἐστι θεὸν ἐγνωκότες, ἀμαθεῖς καὶ ἀθεώρητοι ὄντες τοῦ φυσικοῦ καὶ τοῦ θεολογικοῦ λόγου, μετροῦντες τὴν εὐσέβειαν θυσιῶν νόμῳ, ἐπικαλοῦσιν τὸ μὴ καὶ τοὺς αὐτοὺς ταῖς πόλεσι θεοὺς ἄγειν, σκέψασθέ μοι, αὐτοκράτορες, ὧδε περὶ ἑκατέρων, καὶ πρῶτόν γε περὶ τοῦ μὴ θύειν. ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς καὶ πατὴρ οὐ δεῖται αἵματος οὐδὲ κνίσης οὐδὲ τῆς ἀπὸ τῶν ἀνθῶν καὶ θυμια μάτων εὐωδίας, αὐτὸς ὢν ἡ τελεία εὐωδία, ἀνενδεὴς καὶ ἀπροσδεής· ἀλλὰ θυσία αὐτῷ μεγίστη, ἂν γινώσκωμεν τίς ἐξέτεινε καὶ συνε σφαίρωσεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν κέντρου δίκην ἥδρασε, τίς συνήγαγεν τὸ ὕδωρ εἰς θαλάσσας καὶ διέκρινεν τὸ φῶς ἀπὸ τοῦ σκότους, τίς ἐκόσμησεν ἄστροις τὸν αἰθέρα καὶ ἐποίησεν πᾶν σπέρμα τὴν γῆν ἀναβάλλειν, τίς ἐποίησεν ζῷα καὶ ἄνθρωπον ἔπλασεν. ὅταν[ οὖν] ἔχοντες τὸν δημιουργὸν θεὸν συνέχοντα καὶ ἐποπτεύοντα ἐπιστήμῃ καὶ τέχνῃ καθ' ἣν ἄγει τὰ πάντα, ἐπαίρωμεν ὁσίους χεῖρας αὐτῷ, ποίας ἔτι χρείαν ἑκατόμβης ἔχει; καὶ τοὺς μὲν θυσίῃσι καὶ εὐχωλῇς ἀγανῇσι λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι, λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ. τί δέ μοι ὁλοκαυτώσεων, ὧν μὴ δεῖται ὁ θεός; καὶ προσφέρειν, δέον ἀναίμακτον θυσίαν τὴν λογικὴν προσάγειν λατρείαν;