Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 16 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
16.1
Καλὸς μὲν γὰρ ὁ κόσμος καὶ τῷ μεγέθει περιέχων καὶ τῇ διαθέσει τῶν τε ἐν τῷ λοξῷ κύκλῳ καὶ τῶν περὶ τὴν ἄρκτον καὶ τῷ σχήματι σφαιρικῷ ὄντι· ἀλλ' οὐ τοῦτον, ἀλλὰ τὸν τεχνίτην αὐτοῦ προσκυνητέον. οὐδὲ γὰρ οἱ πρὸς ὑμᾶς ἀφικνούμενοι ὑπήκοοι παραλιπόντες ὑμᾶς τοὺς ἄρχοντας καὶ δεσπότας θεραπεύειν παρ' ὧν ἄν,[ ὧν] δέοιντο, καὶ τύχοιεν, ἐπὶ τὸ σεμνὸν τῆς καταγωγῆς ὑμῶν καταφεύγουσιν, ἀλλὰ τὴν μὲν βασιλικὴν ἑστίαν, τὴν ἄλλως ἐντυχόντες αὐτῇ, θαυμάζουσι καλῶς ἠσκημένην, ὑμᾶς δὲ πάντα ἐν πᾶσιν ἄγουσι τῇ δόξῃ. καὶ ὑμεῖς μὲν οἱ βασιλεῖς ἑαυτοῖς ἀσκεῖτε τὰς καταγωγὰς βασιλικάς, ὁ δὲ κόσμος οὐχ ὡς δεομένου τοῦ θεοῦ γέγονεν· πάντα γὰρ ὁ θεός ἐστιν αὐτὸς αὑτῷ, φῶς ἀπρόσιτον, κόσμος τέλειος, πνεῦμα, δύναμις, λόγος. εἰ τοίνυν ἐμμελὲς ὁ κόσμος ὄργανον κινούμενον ἐν· υθμῷ, τὸν ἁρμοσάμενον καὶ πλήσσοντα τοὺς φθόγγους καὶ τὸ σύμφωνον ἐπᾴδοντα μέλος, οὐ τὸ ὄργανον προσ κυνῶ· οὐδὲ γὰρ ἐπὶ τῶν ἀγωνιστῶν παραλιπόντες οἱ ἀθλοθέται τοὺς κιθαριστάς, τὰς κιθάρας στεφανοῦσιν αὐτῶν· εἴτε, ὡς ὁ Πλάτων φησί, τέχνη τοῦ θεοῦ, θαυμάζων αὐτοῦ τὸ κάλλος τῷ τεχνίτῃ πρόσειμι· εἴτε οὐσία καὶ σῶμα, ὡς οἱ ἀπὸ τοῦ Περιπάτου, οὐ παραλιπόντες προσκυνεῖν τὸν αἴτιον τῆς κινήσεως τοῦ σώματος θεὸν ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα καταπίπτομεν, τῷ ἀπαθεῖ ἀέρι κατ' αὐτοὺς τὴν παθητὴν ὕλην προσκυνοῦντες· εἴτε δυνάμεις τοῦ θεοῦ τὰ μέρη τοῦ κόσμου νοεῖ τις, οὐ τὰς δυνάμεις προσιόντες θεραπεύομεν, ἀλλὰ τὸν ποιητὴν αὐτῶν καὶ δεσπότην. οὐκ αἰτῶ τὴν ὕλην ἃ μὴ ἔχει, οὐδὲ παραλιπὼν τὸν θεὸν τὰ στοιχεῖα θεραπεύω, οἷς μηδὲν πλέον ἢ ὅσον ἐκελεύσθησαν ἔξεστιν· εἰ γὰρ καὶ καλὰ ἰδεῖν τῇ τοῦ δημιουργοῦ τέχνῃ, ἀλλὰ λυτὰ τῇ τῆς ὕλης φύσει. μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ καὶ Πλάτων·“ ὃν” γὰρ“ οὐρανόν”, φησί,“ καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν μετέσχηκε[ καὶ] μακαρίων παρὰ τοῦ πατρός, ἀτὰρ οὖν δὴ κεκοινώνηκε καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς ἀμοίρῳ τυγχάνειν ἀδύνατον.” εἰ τοίνυν θαυμάζων τὸν οὐρανὸν καὶ τὰ στοιχεῖα τῆς τέχνης οὐ προσκυνῶ αὐτὰ ὡς θεοὺς εἰδὼς τὸν ἐπ' αὐτοῖς τῆς λύσεως λόγον, ὧν οἶδα ἀνθρώπους δημιουργούς, πῶς ταῦτα προσείπω θεούς; Σκέψασθε δέ μοι διὰ βραχέων

Intertext edge

Open linked passage

Note