Legatio pro Christianis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens">
—
⋯
Original / primary: Textus receptus
19.1
Aὕτη ἀρχὴ γενέσεως περὶ τοὺς κατ' αὐτοὺς θεούς τε καὶ τῷ παντί. ἐκεῖνο τοίνυν ἕκαστον γὰρ τῶν τεθεολογημένων ὡς τὴν ἀρχήν ονειναι. εἰ γὰρ γεγόνασιν οὐκ ὄντες, ὡς οἱ περὶ αὐτῶν θεολογοῦντες λέγουσιν, οὐκ εἰσίν· ἢ γὰρ ἀγένητόν τι, καὶ ἔστιν ἀίδιον, ἢ γενητόν, καὶ φθαρτόν ἐστιν. καὶ οὐκ ἐγὼ μὲν οὕτως, ἑτέρως δὲ οἱ φιλόσοφοι.“ τί τὸ ὂν ἀεὶ γένεσίν τε οὐκ ἔχον, ἢ τί τὸ γενόμενον μέν, ὂν δὲ οὐδέποτε;” περὶ νοητοῦ καὶ αἰσθητοῦ δια λεγόμενος ὁ Πλάτων τὸ μὲν ἀεὶ ὄν, τὸ νοητόν, ἀγένητον εἶναι διδάσκει, τὸ δὲ οὐκ ὄν, τὸ αἰσθητόν, γενητόν, ἀρχόμενον εἶναι καὶ παυόμενον. τούτῳ τῷ λόγῳ καὶ οἱ ἀπὸ τῆς Στοᾶς ἐκπυρω θήσεσθαι τὰ πάντα καὶ πάλιν ἔσεσθαί φασιν, ἑτέραν ἀρχὴν τοῦ κόσμου λαβόντος. εἰ δέ, καίτοι δισσοῦ αἰτίου κατ' αὐτοὺς ὄντος, τοῦ μὲν δραστηρίου καὶ καταρχομένου, καθὸ ἡ πρόνοια, τοῦ δὲ πάσχοντος καὶ τρεπομένου, καθὸ ἡ ὕλη, ἀδύνατον[ δέ] ἐστιν καὶ προνοούμενον ἐπὶ ταὐτοῦ μεῖναι τὸν κόσμον γενόμενον, πῶς ἡ τούτων μένει σύστασις, οὐ φύσει ὄντων ἀλλὰ γενομένων; τί δὲ τῆς ὕλης κρείττους οἱ θεοὶ τὴν σύστασιν ἐξ ὕδατος ἔχοντες; ἀλλ' οὔτε κατ' αὐτοὺς ὕδωρ τοῖς πᾶσιν ἀρχή( ἐκ γὰρ ἁπλῶν καὶ μονοειδῶν στοιχείων τί ἂν συστῆναι δύναιτο; δεῖ δὲ καὶ τῇ ὕλῃ τεχνίτου καὶ ὕλης τῷ τεχνίτῃ· ἢ πῶς ἂν γένοιτο τὰ ἐκτυπώματα χωρὶς τῆς ὕλης ἢ τοῦ τεχνίτου;)· οὔτε πρεσβυτέραν λόγον ἔχει εἶναι τὴν ὕλην τοῦ θεοῦ· τὸ γὰρ ποιητικὸν αἴτιον προκατάρχειν τῶν γιγνομένων ἀνάγκη.