Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 20 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
20.1
Eἰ μὲν οὖν μέχρι τοῦ φῆσαι γεγονέναι τοὺς θεοὺς καὶ ἐξ ὕδατος τὴν σύστασιν ἔχειν τὸ ἀπίθανον ἦν αὐτοῖς τῆς θεολογίας, ἐπιδεδειχὼς ὅτι οὐδὲν γενητὸν ὃ οὐ καὶ διαλυτόν, ἐπὶ τὰ λοιπὰ ἂν παρεγενόμην τῶν ἐγκλημάτων. ἐπεὶ δὲ τοῦτο μὲν διατεθείκασιν αὐτῶν τὰ σώματα, τὸν μὲν Ἡρακλέα, ὅτι θεὸς δράκων ἑλικτός, τοὺς δὲ Ἑκατόγχειρας εἰπόντες, καὶ τὴν θυγατέρα τοῦ∆ ιός, ἣν ἐκ τῆς μητρὸς Ῥέας καὶ∆ ήμητρος ἢ δημήτορος τὸν αὐτῆς ἐπαιδοποιήσατο, δύο μὲν κατὰ φύσιν[ εἶπον] ἔχειν ὀφθαλμοὺς καὶ ἐπὶ τῷ μετώπῳ δύο καὶ προτομὴν κατὰ τὸ ὄπισθεν τοῦ τραχήλου μέρος, ἔχειν δὲ καὶ κέρατα, διὸ καὶ τὴν Ῥέαν φοβηθεῖσαν τὸ τῆς παιδὸς τέρας φυγεῖν οὐκ ἐφεῖσαν αὐτῇ τὴν θηλήν, ἔνθεν μυστικῶς μὲν Ἀθηλᾶ κοινῶς δὲ Φερσεφόνη καὶ Κόρη κέκληται, οὐχ ἡ αὐτὴ οὖσα τῇ Ἀθηνᾷ τῇ ἀπὸ τῆς κόρης λεγομένῃ· τοῦτο δὲ τὰ πραχθέντα αὐτοῖς ἐπ' ἀκριβὲς ὡς οἴονται διεξεληλύθασιν, Κρόνος μὲν ὡς ἐξέτεμεν τὰ αἰδοῖα τοῦ πατρὸς καὶ κατέρριψεν αὐτὸν ἀπὸ τοῦ ἅρματος καὶ ὡς ἐτεκνοκτόνει καταπίνων τῶν παίδων τοὺς ἄρσενας, Ζεὺς δὲ ὅτι τὸν μὲν πατέρα δήσας κατεταρτάρωσεν, καθὰ καὶ τοὺς υἱεῖς ὁ Oὐρανός, καὶ πρὸς Τιτᾶνας περὶ τῆς ἀρχῆς ἐπολέμησεν καὶ ὅτι τὴν μητέρα Ῥέαν ἀπαγορεύουσαν αὐτοῦ τὸν γάμον ἐδίωκε, δρακαίνης δ' αὐτῆς γενομένης καὶ αὐτὸς εἰς δράκοντα μεταβαλὼν συνδήσας αὐτὴν τῷ καλουμένῳ Ἡρακλειωτικῷ ἅμματι ἐμίγη( τοῦ σχήματος τῆς μίξεως σύμβολον ἡ τοῦ Ἑρμοῦ· άβδος), εἶθ' ὅτι Φερσεφόνῃ τῇ θυγατρὶ ἐμίγη βιασάμενος καὶ ταύτην ἐν δράκοντος σχήματι, ἐξ ἧς παῖς∆ ιόνυσος αὐτῷ· ἀνάγκη κἂν τοσοῦτον εἰπεῖν· τί τὸ σεμνὸν ἢ χρηστὸν τῆς τοιαύτης ἱστορίας, ἵνα πιστεύ σωμεν θεοὺς εἶναι τὸν Κρόνον, τὸν∆ ία, τὴν Κόρην, τοὺς λοιπούς; αἱ διαθέσεις τῶν σωμάτων; καὶ τίς ἂν ἄνθρωπος κεκριμένος καὶ ἐν θεωρίᾳ γεγονὼς ὑπὸ θεοῦ γεννηθῆναι πιστεύσαι ἔχιδναν– Ὀρφεύς· ἂν δὲ Φάνης ἄλλην γενεὴν τεκνώσατο δεινήν νηδύος ἐξ ἱερῆς, προσιδεῖν φοβερωπὸν Ἔχιδναν, ἧς χαῖται μὲν ἀπὸ κρατὸς καλόν τε πρόσωπον ἦν ἐσιδεῖν, τὰ δὲ λοιπὰ μέρη φοβεροῖο δράκοντος αὐχένος ἐξ ἄκρου– ἢ αὐτὸν τὸν Φάνητα δέξαιτο, θεὸν ὄντα πρωτόγονον( οὗτος γάρ ἐστιν ὁ ἐκ τοῦ ᾠοῦ προχυθείς), ἢ σῶμα ἢ σχῆμα ἔχειν δράκοντος ἢ καταποθῆναι ὑπὸ τοῦ∆ ιός, ὅπως ὁ Ζεὺς ἀχώρητος γένοιτο; εἰ γὰρ μηδὲν διενενηνόχασιν τῶν φαυλοτάτων θηρίων( δῆλον γὰρ ὅτι ὑποδιαλλάσσειν δεῖ τῶν γηΐνων καὶ τῶν ἀπὸ τῆς ὕλης ἀποκρινομένων τὸ θεῖον), οὐκ εἰσὶν θεοί. τί δὲ καὶ πρόσιμεν αὐτοῖς, ὧν κτηνῶν μὲν δίκην ἔχει ἡ γένεσις, αὐτοὶ δὲ θηριόμορφοι καὶ δυσειδεῖς;

Intertext edge

Open linked passage

Note