Legatio pro Christianis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens">
—
⋯
Original / primary: Textus receptus
21.1
Καίτοι εἰ σαρκοειδεῖς μόνον ἔλεγον αὐτοὺς καὶ αἷμα ἔχειν καὶ σπέρμα καὶ πάθη ὀργῆς καὶ ἐπιθυμίας, καὶ τότε ἔδει λῆρον καὶ γέλωτα λόγους τούτους νομίζειν· οὔτε γὰρ ὀργὴ οὔτε ἐπιθυμία καὶ ὄρεξις οὐδὲ παιδοποιὸν σπέρμα ἐν τῷ θεῷ. ἔστωσαν τοίνυν σαρκοειδεῖς, ἀλλὰ κρείττους μὲν θυμοῦ καὶ ὀργῆς, ἵνα μὴ Ἀθηνᾶ μὲν βλέπηται“ σκυζομένη∆ ιὶ πατρί, χόλος δέ μιν ἄγριος ἣρει”, Ἥρα δὲ θεωρῆται“ Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσ ηύδα”, κρείττους δὲ λύπης, ὢ πόποι, ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ. ἐγὼ μὲν γὰρ καὶ ἀνθρώπους ἀμαθεῖς καὶ σκαιοὺς λέγω τοὺς ὀργῇ καὶ λύπῃ εἴκοντας· ὅταν δὲ ὁ“ πατὴρ ἀνδρῶν τε θεῶν τε” ὀδύρηται μὲν τὸν υἱὸν αŠ αŠ ἐγών, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι, ἀδυνατῇ δὲ ὀδυρόμενος τοῦ κινδύνου ἐξαρπάσαι Σαρπηδὼν∆ ιὸς υἱός, ὁ δ' οὐδ' ᾧ παιδὶ ἀμύνει, τίς οὐκ ἂν τοὺς ἐπὶ τοῖς τοιούτοις μύθοις φιλοθέους, μᾶλλον δὲ ἀθέους, τῆς ἀμαθίας καταμέμψαιτο; ἔστωσαν σαρκοειδεῖς, ἀλλὰ μὴ τιτρωσκέσθω μηδὲ Ἀφροδίτη ὑπὸ∆ ιομήδους τὸ σῶμα,“ οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος∆ ιομήδης”, ἢ ὑπὸ Ἄρεως τὴν ψυχήν, ὡς ἐμὲ χωλὸν ἐόντα∆ ιὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον Ἄρηα....“ διὰ δὲ χρόα καλὸν ἔδαψεν”, ὁ δεινὸς ἐν πολέμοις, ὁ σύμ μαχος κατὰ Τιτάνων τοῦ∆ ιός, ἀσθενέστερος∆ ιομήδους φαίνεται.“ μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος” σιώπησον, Ὅμηρε, θεὸς οὐ μαίνεται· σὺ δέ μοι καὶ μιαιφόνον καὶ βροτολοιγόν,“ Ἀρες, Ἄρες βροτολοιγέ, μιαιφόνε”, διηγῇ τὸν θεὸν καὶ τὴν μοιχείαν αὐτοῦ διέξει καὶ τὰ δεσμά· τὼ δ' ἐς δέμνια βάντε κατέδραθον, ἀμφὶ δὲ δεσμοί τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, οὐδέ τι κινῆσαι μελέων ἦν. οὐ καταβάλλουσι τὸν πολὺν τοῦτον ἀσεβῆ λῆρον περὶ τῶν θεῶν; Oὐρανὸς ἐκτέμνεται, δεῖται καὶ καταταρταροῦται Κρόνος, ἐπαν ίστανται Τιτᾶνες, Στὺξ ἀποθνῄσκει κατὰ τὴν μάχην ἤδη καὶ θνητοὺς αὐτοὺς δεικνύουσιν– ἐρῶσιν ἀλλήλων, ἐρῶσιν ἀνθρώπων· Aἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη, Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα. οὐκ ἐρῶσιν, οὐ πάσχουσιν· ἢ γὰρ θεοὶ καὶ οὐχ ἅψεται αὐτῶν ἐπιθυμία... κἂν σάρκα θεὸς κατὰ θείαν οἰκονομίαν λάβῃ, ἤδη δοῦλός ἐστιν ἐπιθυμίας; οὐ γὰρ πώποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικός θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο, οὐδ' ὅτε περ∆ ανάης καλλισφύρου Ἀκρισιώνης, οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, οὐδ' ὅτε περ Σεμέλης, οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ, οὐδ' ὅτε∆ ήμητρος καλλιπλοκάμοιο ἀνάσσης, οὐδ' ὅτε περ Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς. γενητός ἐστιν, φθαρτός ἐστιν, οὐδὲν ἔχων θεοῦ. ἀλλὰ καὶ θητεύουσιν ἀνθρώποις· ὦ δώματ' Ἀδμήτεια, ἐν οἷς ἔτλην ἐγώ θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν, καὶ βουκολοῦσιν· ἐλθὼν δ' ἐς αἶαν τήνδ' ἐβουφόρβουν ξένῳ, καὶ τόνδ' ἔσῳζον οἶκον. οὐκοῦν κρείττων Ἄδμητος τοῦ θεοῦ. ὦ μάντι καὶ σοφὲ καὶ προειδὼς τοῖς ἄλλοις τὰ ἐσόμενα, οὐκ ἐμαντεύσω τοῦ ἐρωμένου τὸν φόνον, ἀλλὰ καὶ ἔκτεινας αὐτοχειρὶ τὸν φίλον· κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ, ὡς ψευδόμαντιν κακίζει τὸν Ἀπόλλω ὁ Aἰσχύλος, ὁ δ' αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ' εἰπών, αὐτός ἐστιν ὁ κτανών τὸν παῖδα τὸν ἐμόν.