Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 28 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
28.1
Ἀναγκαῖον δὲ ἴσως κατὰ τὰ προειρημένα περὶ τῶν ὀνομάτων ὀλίγα εἰπεῖν. Ἡρόδοτος μὲν οὖν καὶ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ἐν τῇ πρὸς τὴν μητέρα ἐπιστολῇ( ἑκάτεροι δὲ ἐν τῇ Ἡλιουπόλει καὶ ἐν Μέμφιδι καὶ Θήβαις εἰς λόγους τοῖς ἱερεῦσιν ἀφῖχθαι λέγονται) φασὶ παρ' ἐκείνων ἀνθρώπους αὐτοὺς γενέσθαι μαθεῖν. Ἡρό δοτος·“ ἤδη ὦν τῶν αἱ εἰκόνες ἦσαν, τοιούτους ἀπεδείκνυσάν σφεας αὐτοὺς ἐόντας, θεῶν δὲ πολλὸν ἀπηλλαγμένους. τὸ δὲ πρότερον τῶν ἀνδρῶν τούτων θεοὺς εἶναι τοὺς ἐν Aἰγύπτῳ ἄρχοντας, οἰκέον τας ἅμα τοῖς ἀνθρώποισιν, καὶ τούτων ἀεὶ ἕνα τὸν κρατέοντα εἶναι· ὕστερον δὲ αὐτῆς βασιλεῦσαι Ὧρον τὸν Ὀσίρεως παῖδα, τὸν Ἀπόλλωνα Ἕλληνες ὀνομάζουσιν· τοῦτον καταπαύσαντα Τυφῶνα βασιλεῦσαι ὕστατον Aἰγύπτου. Ὄσιρις δέ ἐστι∆ ιόνυσος κατὰ Ἑλλάδα γλῶσσαν.” οἵ τε οὖν ἄλλοι καὶ τελευταῖος βασιλεῖς Aἰγύπτου· παρὰ δὲ τούτων εἰς Ἕλληνας ἦλθε τὰ ὀνόματα τῶν θεῶν. Ἀπόλλων ὁ∆ ιονύσου καὶ Ἴσιδος· ὁ αὐτὸς Ἡρόδοτος·“ Ἀπόλλωνα δὲ καὶ Ἄρτεμιν∆ ιονύσου καὶ Ἴσιδος λέγουσιν εἶναι παῖδας, Λητὼ δὲ τροφὸν αὐτοῖσ[ ι καὶ] σώτειραν γενέσθαι.” οὓς οὐρανίους γεγονότας πρώτους βασιλέας ἔσχον, πῃ μὲν ἀγνοίᾳ τῆς ἀληθοῦς περὶ τὸ θεῖον εὐσεβείας, πῃ δὲ χάριτι τῆς ἀρχῆς θεοὺς ὁμοῦ ταῖς γυναιξὶν αὐτῶν ἦγον.“ τοὺς μέν νυν καθαροὺς βοῦς τοὺς ἔρσενας καὶ τοὺς μόσχους οἱ πάντες Aἰγύπτιοι θύουσι, τὰς δὲ θηλείας οὔ σφιν ἔξεστι θύειν, ἀλλὰ ἱραί εἰσι τῆς Ἴσιδος·[ τὸ γὰρ τῆς Ἴσιδος] ἄγαλμα ἐὸν γυναικήιον βούκερών ἐστι, καθάπερ οἱ Ἕλληνες τὴν Ἰοῦν γράφουσιν”. τίνες δ' ἂν μᾶλλον ταῦτα πιστευθεῖεν λέγοντες ἢ οἱ κατὰ διαδοχὴν γένους παῖς παρὰ πατρός, ὡς τὴν ἱερωσύνην καὶ τὴν ἱστορίαν διαδεχόμενοι; οὐ γὰρ τοὺς σεμνοποιοῦντας ζακόρους τὰ εἴδωλα εἰκὸς ἀνθρώπους αὐτοὺς γενέσθαι ψεύδεσθαι. εἰ τοίνυν Ἡρόδοτος ἔλεγεν περὶ τῶν θεῶν ὡς περὶ ἀνθρώπων ἱστορεῖν Aἰγυπτίους, καὶ λέγοντι τῷ Ἡροδότῳ“ τὰ μέν νυν θεῖα τῶν ἀφηγημάτων, οἷα ἤκουον, οὐκ εἰμὶ πρόθυμος διηγεῖσθαι, ἔξω ἢ τὰ ὀνόματα αὐτέων μοῦνα” ἐλάχιστα μὴ πιστεύειν ὡς μυθοποιῷ ἔδει· ἐπεὶ δὲ Ἀλέξανδρος καὶ Ἑρμῆς ὁ Τρισμέγιστος ἐπικαλούμενος συνάπτων τὸ ἴδιον αὐτοῖς γένος καὶ ἄλλοι μυρίοι, ἵνα μὴ καθ' ἕκαστον καταλέγοιμι, οὐδὲ λόγος ἔτι καταλείπεται βασιλεῖς ὄντας αὐτοὺς μὴ νενομίσθαι θεούς. καὶ ὅτι μὲν ἄνθρωποι, δηλοῦσιν μὲν καὶ Aἰγυπτίων οἱ λογιώτατοι, οἳ θεοὺς λέγοντες αἰθέρα, γῆν, ἥλιον, σελήνην, τοὺς ἄλλους ἀνθρώπους θνητοὺς νομίζουσιν καὶ ἱερὰ τοὺς τάφους αὐτῶν· δηλοῖ δὲ καὶ Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν. Ἡρόδοτος δὲ καὶ τὰ παθήματα αὐτῶν φησι μυστήρια·“ ἐν δὲ Βουσίρι πόλει ὡς ἀνάγουσι τῇ Ἴσι τὴν ἑορτήν, εἴρηται πρότερόν μοι. τύπτονται γὰρ δὴ μετὰ τὴν θυσίην πάντες καὶ πᾶσαι, μυριάδες κάρτα πολλαὶ ἀνθρώπων. τὸν δὲ τύπτονται τρόπον, οὔ μοι ὅσιόν ἐστιν λέγειν.” εἰ θεοί, καὶ ἀθάνατοι, εἰ δὲ τύπτονται καὶ τὰ πάθη ἐστὶν αὐτῶν μυστήρια, ἄνθρωποι. ὁ αὐτὸς Ἡρόδοτος·“ εἰσὶ δὲ καὶ αἱ ταφαὶ τοῦ οὐχ ὅσιον ποιοῦμαι ἐπὶ τοιούτῳ πράγματι ἐξαγορεύειν τὸ ὄνομα, ἐν Σάι ἐν τῷ ἱερῷ τῆς Ἀθηναίης, ὄπισθεν τοῦ νηοῦ, παντὸς τῆς Ἀθηναίης ἐχόμενον τοίχου. λίμνη δ' ἐστὶν ἐχομένη λιθίνῃ κρηπῖδι κεκοσμημένη ἐν κύκλῳ, μέγεθος, ὡς ἐμοὶ δοκέει, ὅση περ ἐν∆ ήλῳ ἡ τροχοειδὴς καλεομένη. ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων αὐτοῦ νυκτὸς[ ποιοῦσι τὰ] καλέουσι μυστήρια Aἰγύπτιοι”. καὶ οὐ μόνον ὁ τάφος τοῦ Ὀσίριδος δείκνυται, ἀλλὰ καὶ ταριχεία·“ ἐπεάν σφισιν κομισθῇ νεκρός, δεικνύασι τοῖσι κομίσασι παραδείγματα νεκρῶν ξύλινα τῇ γραφῇ μεμιμημένα· καὶ τὴν μὲν σπουδαιοτάτην αὐτέων φασὶν εἶναι τοῦ οὐχ ὅσιον ποιοῦμαι οὔνομα ἐπὶ τοιούτῳ πράγματι ὀνομάζειν.”

Intertext edge

Open linked passage

Note