Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 29 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
29.1
Ἀλλὰ καὶ Ἑλλήνων οἱ περὶ ποίησιν καὶ ἱστορίαν σοφοὶ περὶ μὲν Ἡρακλέους σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ' οὐδὲ τράπεζαν τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, Ἴφιτον. τοιοῦτος ὢν εἰκότως μὲν ἐμαίνετο, εἰκότως δὲ ἀνάψας πυρὰν κατέκαυσεν αὑτόν. περὶ δὲ Ἀσκληπιοῦ Ἡσίοδος μέν·“ πατὴρ ἀνδρῶν τε θεῶν τε χώσατ', ἀπ' Oὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῷ ἔκτανε Λητοΐδην φίλον σὺν θυμὸν ὀρίνων. Πίνδαρος δέ ἀλλὰ κέρδει καὶ σοφία δέδεται. ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς. χερσὶ δ' ἄρα Κρονίων· ίψας δι' ἀμφοῖν ἀμπνοὰν στέρνων καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον. ἢ τοίνυν θεοὶ ἦσαν, καὶ οὔτε αὑτοὺς πρὸς χρυσὸν εἶχον ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,[ ὡς] οὔτε μήτηρ ἡδονὰς τοιάσδ' ἔχει, οὐ παῖδες( ἀνεπιδεὲς γὰρ καὶ κρεῖττον ἐπιθυμίας τὸ θεῖον) οὔτε ἀπέθνῃσκον· ἢ ἄνθρωποι γεγονότες καὶ πονηροὶ δι' ἀμαθίαν ἦσαν καὶ χρημάτων ἐλάττους. τί[ δεῖ] με πολλὰ λέγειν ἢ Κάστορος ἢ Πολυδεύκους μνημονεύοντα ἢ Ἀμφιάρεω, οἵ, ὡς εἰπεῖν λόγῳ, χθὲς καὶ πρῴην ἄνθρωποι ἐξ ἀνθρώπων γεγονότες θεοὶ νομίζονται, ὁπότε καὶ Ἰνὼ μετὰ τὴν μανίαν καὶ τὰ ἐπὶ τῆς μανίας πάθη θεὸν δοξάζουσι γεγονέναι πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον καὶ τὸν παῖδα αὐτῆς σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται;

Intertext edge

Open linked passage

Note