Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 30 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
30.1
εἰ γὰρ καὶ ὡς ἀπόπτυστοι καὶ θεοστυγεῖς δόξαν ἔσχον εἶναι θεοὶ καὶ ἡ θυγάτηρ τῆς∆ ερκετοῦς Σεμίραμις, λάγνος γυνὴ καὶ μιαι φόνος, ἔδοξε Συρία θεὸς καὶ διὰ τὴν∆ ερκετὼ[ τοὺς ἰχθῦς] καὶ τὰς περιστερὰς διὰ τὴν Σεμίραμιν σέβουσι Σύροι( τὸ γὰρ ἀδύνατον, εἰς περιστερὰν μετέβαλεν ἡ γυνή· ὁ μῦθος παρὰ Κτησίᾳ), τί θαυμαστὸν τοὺς μὲν ἐπὶ ἀρχῇ καὶ τυραννίδι ὑπὸ τῶν κατ' αὐτοὺς κληθῆναι θεούς– Σίβυλλα( μέμνηται δ' αὐτῆς καὶ Πλάτων)· δὴ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, ἐξ οὗ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ' ἄνδρας, καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, Γαίης τέκνα φέριστα καὶ Oὐρανοῦ, οὓς ἐκάλεσσαν ἄνθρωποι Γαῖάν τε καὶ Oὐρανὸν οὔνομα θέντες, οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων– τοὺς δ' ἐπ' ἰσχύι, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ' ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν; οἷς μὲν οὖν ἢ αὐτοὶ οἱ ἀρχόμενοι τιμῆς μετε δίδοσαν ἢ αὐτοὶ οἱ ἄρχοντες, οἱ μὲν φόβῳ, οἱ δὲ καὶ αἰδοῖ μετεῖχον τοῦ ὀνόματος( καὶ Ἀντίνους φιλανθρωπίᾳ τῶν ὑμετέρων προγόνων πρὸς τοὺς ὑπηκόους ἔτυχε νομίζεσθαι θεός)· οἱ δὲ μετ' αὐτοὺς ἀβασανίστως παρεδέξαντο. Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ' οὐ θάνες. πιστεύων, Καλλίμαχε, ταῖς γοναῖς τοῦ∆ ιὸς ἀπιστεῖς αὐτοῦ τῷ τάφῳ καὶ νομίζων ἐπισκιάσειν τἀληθὲς καὶ τοῖς ἀγνοοῦσι κηρύσσεις τὸν τεθνηκότα κἂν μὲν τὸ ἄντρον βλέπῃς, τὸν Ῥέας ὑπομιμνήσκῃ τόκον, ἂν δὲ τὴν σορὸν ἴδῃς, ἐπισκοτεῖς τῷ τεθνηκότι, οὐκ εἰδὼς ὅτι μόνος ἀΐδιος ὁ ἀγένητος θεός. ἢ γὰρ ἄπιστοι οἱ ὑπὸ τῶν πολλῶν καὶ ποιητῶν λεγόμενοι μῦθοι περὶ τῶν θεῶν καὶ περισσὴ ἡ περὶ αὐτοὺς εὐσέβεια( οὐ γὰρ εἰσὶν ὧν ψευδεῖς οἱ λόγοι), ἢ εἰ ἀληθεῖς αἱ γενήσεις, οἱ ἔρωτες, αἱ μιαιφονίαι, αἱ κλοπαί, αἱ ἐκτομαί, οἱ κεραυνοί, οὐκέτ' εἰσίν, παυσάμενοι εἶναι, ἐπεὶ καὶ ἐγένοντο οὐκ ὄντες. τίς γὰρ τοῖς μὲν πιστεύειν λόγος, τοῖς δὲ ἀπιστεῖν, ἐπὶ τὸ σεμνότερον περὶ αὐτῶν τῶν ποιητῶν ἱστορηκότων; οὐ γὰρ ἂν δι' οὓς ἐνομίσθησαν θεοὶ σεμνοποιήσαντας τὴν κατ' αὐτοὺς ἱστορίαν, οὗτοι τὰ πάθη τὰ αὐτῶν ἐψεύσαντο. Ὡς μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι θεὸν ἄγοντες τὸν ποιητὴν τοῦδε τοῦ παντὸς καὶ τὸν παρ' αὐτοῦ λόγον, κατὰ δύναμιν τὴν ἐμήν, εἰ καὶ μὴ πρὸς ἀξίαν, ἐλήλεγκται.

Intertext edge

Open linked passage

Note