Legatio pro Christianis
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens">
—
⋯
Original / primary: Textus receptus
35.1
Τίς ἂν οὖν εὖ φρονῶν εἴποι τοιούτους ὄντας ἡμᾶς ἀνδρο φόνους εἶναι; οὐ γὰρ ἔστι πάσασθαι κρεῶν ἀνθρωπικῶν μὴ πρό τερον ἀποκτείνασί τινα. τὸ πρότερον οὖν ψευδόμενοι... τὸ δεύτερον, κἂν μέν τις αὐτοὺς ἔρηται, εἰ ἑωράκασιν ἃ λέγουσιν, οὐδείς ἐστιν οὕτως ἀπηρυθριασμένος ὡς εἰπεῖν ἰδεῖν. καίτοι καὶ δοῦλοί εἰσιν ἡμῖν, τοῖς μὲν καὶ πλείους τοῖς δὲ ἐλάττους, οὓς οὐκ ἔστι λαθεῖν· ἀλλὰ καὶ τούτων οὐδεὶς καθ' ἡμῶν τὰ τηλικαῦτα οὐδὲ κατεψεύσατο. οὓς γὰρ ἴσασιν οὐδ' ἰδεῖν κἂν δικαίως φονευό μενον ὑπομένοντας, τούτων τίς ἂν κατείποι ἢ ἀνδροφονίαν ἢ ἀνθρωποβορίαν; τίς οὐχ ἡ τῶν περὶ σπουδῆς τὰς δι' ὅπλων ἀγωνίας καὶ διὰ θηρίων καὶ μάλιστα τὰς ὑφ' ὑμῶν ἀγομένας ἔχει; ἀλλ' ἡμεῖς πλησίον εἶναι τὸ ἰδεῖν τὸ φονευόμενον τοῦ ἀποκτεῖναι νομίζοντες, ἀπηγορεύσαμεν τὰς τοιαύτας θέας. πῶς οὖν οἱ μηδὲ ὁρῶντες ἵνα μὴ ἑαυτοῖς ἄγος καὶ μίασμα προστριψαίμεθα, φονεύειν δυνάμεθα; καὶ οἳ τὰς τοῖς ἀμβλωθριδίοις χρωμένας ἀνδροφονεῖν τε καὶ λόγον ὑφέξειν τῆς ἐξαμβλώσεως τῷ θεῷ φαμεν, κατὰ ποῖον ἀνδροφονοῦμεν λόγον; οὐ γὰρ τοῦ αὐτοῦ νομίζειν μὲν καὶ τὸ κατὰ γαστρὸς ζῷον εἶναι καὶ διὰ τοῦτο αὐτοῦ μέλειν τῷ θεῷ, καὶ παρεληλυθότα εἰς τὸν βίον φονεύειν, καὶ μὴ ἐκτιθέναι μὲν τὸ γεννηθέν, ὡς τῶν ἐκτιθέντων τεκνοκτονούντων, πάλιν δὲ τὸ τραφὲν ἀναιρεῖν· ἀλλ' ἐσμὲν πάντα πανταχοῦ ὅμοιοι καὶ ἴσοι, δουλεύοντες τῷ λόγῳ καὶ οὐ κρατοῦντες αὐτοῦ.