Lliodes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/bacchylides" aria-label="More works by Bacchylides">
—
⋯
Original / primary: Textus receptus
18.1
Χορόςβασιλεῦ τᾶν ἱερᾶν Ἀθανᾶν,
18.2
τῶν ἁβροβίων ἄναξ Ἰώνων,
18.3
τί νέον ἔκλαγε χαλκοκώδων
18.4
σάλπιγξ πολεμηΐαν ἀοιδάν;
18.5
ἦ τις ἁμετέρας χθονὸς
18.6
δυσμενὴς ὅρι᾽ ἀμφιβάλλει
18.7
στρατα: γέτας ἀνήρ;
18.8
ἢ λῃσταὶ κακομάχανοι
18.9
ποιμένων ἀέκατι μήλων
18.10
σεύοντ᾽ ἀγέλας βίᾳ;
18.11
ἢ τί τοι κραδίαν ἀμύσσει;
18.12
φθέγγευ: δοκέω γὰρ εἴ τινι βροτῶν
18.13
ἀλκίμων ἐπικουρίαν
18.14
καὶ τὶν ἔμμεναι νέων,
18.15
ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.
18.16
Αἰγεύςνέον ἦλθεν δολιχὰν ἀμείψας
18.17
κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον:
18.18
ἄφατα δ᾽ ἔργα λέγει κραταιοῦ
18.19
φωτός: τὸν ὑπέρβιόν τ᾽ ἔπεφνεν
18.20
Σίνιν, ὃς ἰσχύϊ φέρτατος
18.21
θνατῶν ἦν, Κρονίδα Λυταίου
18.22
σεισίχθονος τέκος:
18.23
σῦν τ᾽ ἀνδροκτόνον ἐν νάπαις
18.24
Κρεμμυῶνος, ἀτάσθαλόν τε
18.25
Σκίρωνα κατέκτανεν:
18.26
τάν τε Κερκυόνος παλαίστραν
18.27
ἔσχεν, Πολυπήμονός τε καρτερὰν
18.28
σφῦραν ἐξέβαλεν Προκό-
18.29
πτας, ἀρείονος τυχὼν
18.30
φωτός. ταῦτα δέδοιχ᾽ ὅπᾳ τελεῖται.
18.31
Χορόςτίνα δ᾽ ἔμμεν πόθεν ἄνδρα τοῦτον
18.32
λέγει, τίνα τε στολὰν ἔχοντα;
18.33
πότερα σὺν πολεμηΐοις ὅ-
18.34
πλοισι στρατιὰν ἄγοντα πολλάν;
18.35
ἢ μοῦνον σὺν ὀπ. άοσιν
18.36
στείχειν ἔμπορον οἷ᾽ ἀλάταν
18.37
ἐπ᾽ ἀλλοδαμίαν,
18.38
ἰσχυρόν τε καὶ ἄλκιμον
18.39
ὧδε καὶ θρασύν, ὅς τε τούτων
18.40
ἀνδρῶν κρατερὸν σθένος
18.41
ἔσχεν; ἦ θεὸς αὐτὸν ὁρμᾷ,
18.42
δίκας ἀδίκοισιν ὄφρα μήσεται:
18.43
οὐ γὰρ ῥᾴδιον αἰὲν ἔρ-
18.44
δοντα μὴ' ντυχεῖν κακῷ.
18.45
πάντ᾽ ἐν τῷ δολιχῷ χρόνῳ τελεῖται.
18.46
Αἰγεύςδύο ϝοι φῶτε μόνους ἁμαρτεῖν
18.47
λέγει, περὶ φαιδίμοισι δ᾽ ὤμοις
18.48
ξίφος ἔχειν ἐλεφαντόκωπον:
18.49
ξεστοὺς δὲ δύ᾽ ἐν χέρεσσ᾽ ἄκοντας
18.50
κηὔτυκτον κυνέαν Λάκαι-
18.51
ναν κρατὸς πέρι πυρσοχαίτου:
18.52
στέρνοις τε πορφύρεον
18.53
χιτῶν᾽ ἄμφι, καὶ οὔλιον
18.54
Θεσσαλὰν χλαμύδ᾽: ὀμμάτων δὲ
18.55
στίλβειν ἄπο Λαμνίαν
18.56
φοίνισσαν φλόγα: παῖδα δ᾽ ἔμμεν
18.57
πρώθηβον, ἀρηΐων δ᾽ ἀθυρμάτων
18.58
μεμνᾶσθαι πολέμου τε καὶ
18.59
χαλκεοκτύπου μάχας:
18.60
δίζησθαι δὲ φιλαγλάους Ἀθάνας.