Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Lliodes
BacchylidesLliodes 3 · textus-receptusMore by Bacchylides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/bacchylides" aria-label="More works by Bacchylides"> —
⋯
More
Original / primary: Textus receptus
3.1
ἀριστοκάρπου Σικελίας κρέουσαν
3.2
Δάματρα ϝιοστέφανόν τε κούραν
3.3
ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τ᾽ Ὀ-
3.4
λυμπιοδρόμους Ἱέρωνος ἵππους.
3.5
σεύον το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ
3.6
σὺν Ἀγ λαΐᾳ τε παρ᾽ εὐρυδίναν
3.7
Ἀλφεόν, τόθι Δ εινομένεος ἔθηκαν
3.8
ὄλβιον γόνον στεφάνω ν κυρῆσαι.
3.9
θρόησε δὲ λ αὸς ἀπείρων:
3.10
ἆ τρισευδαίμ ων ἀνήρ,
3.11
ὃ παρὰ Ζηνὸς λαχὼν
3.12
πλείσταρχον Ἑλλάνων γέρας
3.13
οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ-
3.14
φαρέϊ κρύπτειν σκότῳ.
3.15
βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς,
3.16
βρύουσι φιλοξενίας ἀγυιαί:
3.17
λάμπει δ᾽ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς
3.18
ὑψιδαιδάλτων τριπόδων σταθέντων
3.19
πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος
3.20
Φοίβου παρὰ Κασταλίας ῥεέθροις
3.21
Δελφοὶ διέπουσι. θεόν, θεόν τις
3.22
ἀγλαϊζέτω, ὁ γὰρ ἄριστος ὄλβων.
3.23
ἐπεί ποτε καὶ δαμασίππου
3.24
Λυδίας ἀρχαγέταν,
3.25
εὖτε τὰν πεπ ρωμέναν
3.26
Ζηνὸς τελε ιοῦσαι κρίσιν
3.27
Σάρδιες Περσᾶ ν ἐπορθεῦντο στρ ατῷ,
3.28
Κροῖσον ὁ χρυσά ορος
3.29
φύλαξ᾽ Ἀπόλλων. ὁ δ᾽ ἐς ἄ ελπτον ἆμαρ
3.30
μολὼν πολυδ άκρυον οὐκ ἔμελλε
3.31
μίμνειν ἔτι δ ουλοσύ ναν: πυρὰν δὲ
3.32
χαλκοτειχέος π ροπάροι θεν αὐ λᾶς
3.33
ναήσατ᾽, ἔνθα σὺ ν ἀλόχῳ τε κεδνᾷ
3.34
σὺν εὐπλοκάμοις τ᾽ ἐπέβαιν᾽ ἄλα στον
3.35
θυγατράσι δυρομέναις: χέρας δ᾽ ἐς
3.36
αἰπὺν αἰθέρα σφετέρας ἀείρας
3.37
γέγω νεν: ὑπέρβιε δαῖμον,
3.38
ποῦ θεῶν ἐστιν χάρις;
3.39
ποῦ δὲ Λατοίδας ἄναξ;
3.40
πίτνουσ ιν Ἀλυάττα δόμοι,
3.41
¯˘¯×¯˘¯× μυρίων
3.42
¯˘¯×¯˘¯ ν;
3.43
ׯ˘˘×˘˘˘¯˘ ν ἄστυ,
3.44
φοινίσσεται αἵματι χρυσο δίνας
3.45
Πακτωλός: ἀεικελίως γυναῖκες
3.46
ἐξ ἐϋκτίτων μεγάρων ἄγονται:
3.47
τὰ πρόσθε δ᾽ ἐχθρὰ φίλα: θανεῖν γλύκιστον.
3.48
τόσ᾽ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
3.49
ἅπτειν ξύλινον δόμον. ἔ κλαγ ον δὲ
3.50
παρθένοι, φίλας τ᾽ ἀνὰ ματρὶ χεῖρας
3.51
ἔβαλλον: ὁ γὰρ προφανὴς θνα-
3.52
τοῖσιν ἔχθιστος φόνων:
3.53
ἀλλ᾽ ἐπεὶ δεινοῦ πυρὸς
3.54
λαμπρὸν διάϊ σσεν μέ νος,
3.55
Ζεὺς ἐπιστάσα ς μελαγκευ θὲς νέφος
3.56
σβέννυεν ξανθὰ ν φλόγα.
3.57
ἄπιστον οὐδέν, ὅ τι θ εῶν μέ ριμνα
3.58
τεύχει: τότε Δαλογενὴς Ἀπόλλων
3.59
φέρων ἐς Ὑπερβορέους γέροντα
3.60
σὺν τανισφύροις κατένασσε κούραις
3.61
δἰ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν.
3.62
ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ.
3.63
ὅσοι γε μὲν Ἑλλάδ᾽ ἔχουσιν, οὔτι ς,
3.64
ὦ μεγαίνητε Ἱέρων, θελήσει
3.65
φάμ εν σέο πλείονα χρυσὸν
3.66
Λοξί ᾳ πέμψαι βροτῶν.
3.67
εὖ λέγ ειν πάρεστιν, ὅσ-
3.68
τις μὴ φθόνῳ πιαίνεται,
3.69
θεοφι λῆ φίλιππον ἄνδρ᾽ ἀρήϊον,
3.70
τεθμ ίου σκᾶπτρον Διὸς
3.71
ἰοπλό κων τε μέρο ς ἔχοντ α Μουσᾶν:
3.72
ὡς δ᾽ ἐν Μαλέᾳ ποτέ, χεῖμα δαί μων
3.73
ἐπ᾽ ἔθ νος ἐφάμερον α ἶψ᾽ ἵησι.
3.74
καίρι α σκοπεῖς: βραχ ὺς ἄμμιν αἰών:
3.75
δολό εσσα δ᾽ ἐλπὶς ὑπ ὸ κέαρ δέδυκεν
3.76
ἐφαμ ερίων: ὁ δ᾽ ἄναξ Ἀπόλλων
3.77
ὁ βουκό λος εἶπε Φέρη τος υἷι:
3.78
θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
3.79
γνώμας, ὅτι τ᾽ αὔριον ὄψεαι
3.80
μοῦνον ἁλίου φάος,
3.81
χὥτι πεντήκοντ᾽ ἔτεα
3.82
ζωὰν βαθύπλουτον τελεῖς.
3.83
ὅσια δρῶν εὔφραινε θυμόν: τοῦτο γὰρ
3.84
κερδέων ὑπέρτατον.
3.85
φρονέοντι συνετὰ γαρύω: βαθὺς μὲν
3.86
αἰθὴρ ἀμίαντος: ὕδωρ δὲ πόντου
3.87
οὐ σάπεται: εὐφροσύνα δ᾽ ὁ χρυσός:
3.88
ἀνδρὶ δ᾽ οὐ θέμις, πολιὸν π αρ έντα
3.89
γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
3.90
ἥβαν. ἀρετᾶ ς γε μ ὲν οὐ μινύθει
3.91
βροτῶν ἅμα σ ώμα τι φέγγος, ἀλλὰ
3.92
Μοῦσά νιν τρ έφει. Ἱέρων, σὺ δ᾽ ὄλβου
3.93
κάλλιστ᾽ ἐπεδ είξ αο θνατοῖς
3.94
ἄνθεα: πράξα ντι δ᾽ εὖ
3.95
οὐ φέρει κόσμον σιω-
3.96
πά: σὺν δ᾽ ἀλαθείᾳ καλῶν
3.97
καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
3.98
Κηΐας ἀηδόνος.

Intertext edge

Open linked passage

Note