Lliodes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/bacchylides" aria-label="More works by Bacchylides">
—
⋯
Original / primary: Textus receptus
5.1
Τῷ Αὐτῷ Κέλητι Ολύμπια. εὔμοιρε Συρακοσίων
5.2
ἱπποδινήτων στραταγέ,
5.3
γνώσει μὲν ἰοστεφάνων
5.4
Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν
5.5
αἴ τις ἐπιχθονίων,
5.6
ὀρθῶς: φρένα δ᾽ εὐθύδικον
5.7
ἀτρέμ᾽ ἀμπαύσας μεριμνᾶν
5.8
δεῦρ᾽ ἐπάθρησον νόῳ,
5.9
ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας
5.10
ὕμνον ἀπὸ ζαθέας
5.11
νάσου ξένος ὑμετέραν πέμ-
5.12
πει κλεεννὰν ἐς πόλιν,
5.13
χρυσάμπυκος Οὐρανίας κλει-
5.14
νὸς θεράπων: ἐθέλει δὲ
5.15
γᾶρυν ἐκ στηθέων χέων
5.16
αἰνεῖν Ἱέρωνα. βαθὺν
5.17
δ᾽ αἰθέρα ξουθαῖσι τάμνων
5.18
ὑψοῦ πτερύγεσσι ταχεί-
5.19
αις αἰετὸς εὐρυάνακτος ἄγγελος
5.20
Ζηνὸς ἐρισφαράγου
5.21
θαρσεῖ κρατερᾷ πίσυνος
5.22
ἰσχύϊ, πτάσσοντι δ᾽ ὄρνι-
5.23
χες λιγύφθογγοι φόβῳ:
5.24
οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
5.25
οὐδ᾽ ἁλὸς ἀκαμάτας
5.26
δυσπαίπαλα κύματα: νωμᾶ-
5.27
ται δ᾽ ἐν ἀτρύτῳ χάει
5.28
λεπτότριχα σὺν ζεφύρου πνοι-
5.29
αῖσιν ἔθειραν ἀρίγνω-
5.30
τος μετ᾽ ἀνθρώποις ἰδεῖν:
5.31
τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
5.32
ὑμετέραν ἀρετὰν
5.33
ὑμνεῖν, κυανοπλοκάμου θ᾽ ἕκατι Νίκας
5.34
χαλκεοστέρνου τ᾽ Ἄρηος,
5.35
Δεινομένευς ἀγέρω-
5.36
χοι παῖδες: εὖ ἔρδων δὲ μὴ κάμοι θεός.
5.37
ξανθότριχα μὲν Φερένικον
5.38
Ἀλφεὸν παρ᾽ εὐρυδίναν
5.39
πῶλον ἀελλοδρόμαν
5.40
εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς,
5.41
Πυθῶνί τ᾽ ἐν ἀγαθέᾳ:
5.42
γᾷ δ᾽ ἐπισκήπτων πιφαύσκω:
5.43
οὔπω νιν ὑπὸ προτέρων
5.44
ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις
5.45
πρὸς τέλος ὀρνύμενον:
5.46
ῥιπᾷ γὰρ ἴσος βορέα
5.47
ὃν κυβερνήταν φυλάσσων
5.48
ἵεται νεόκροτον
5.49
νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων.
5.50
ὄλβιος ᾧτινι θεὸς
5.51
μοῖράν τε καλῶν ἔπορεν
5.52
σύν τ᾽ ἐπιζήλῳ τύχᾳ
5.53
ἀφνεὸν βιοτὰν διάγειν: οὐ
5.54
γάρ τις ἐπιχθονίων
5.55
πάντα γ᾽ εὐδαίμων ἔφυ.
5.56
καὶ μάν π οτ᾽ ἐρειψιπύλαν
5.57
παῖδ᾽ ἀνίκ ατον λέγουσιν
5.58
δῦναι Διὸς ἀργικεραύ-
5.59
νου δώματα Φερσεφόνας τανισφύρου,
5.60
καρχαρόδοντα κύν᾽ ἄ-
5.61
ξοντ᾽ ἐς φάος ἐξ Ἀΐδα,
5.62
υἱὸν ἀπλάτοι᾽ Ἐχίδνας:
5.63
ἔνθα δυστάνων βροτῶν
5.64
ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις,
5.65
οἷά τε φύλλ᾽ ἄνεμος
5.66
Ἴδας ἀνὰ μηλοβότους
5.67
πρῶνας ἀργηστὰς δονεῖ.
5.68
ταῖσιν δὲ μετέπρεπεν εἴδω-
5.69
λον θρασυμέμνονος ἐγ-
5.70
χεσπάλου Πορθανίδα:
5.71
τὸν δ᾽ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως
5.72
τεύχεσι λαμπόμενον,
5.73
νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας,
5.74
χαλκεόκρανον δ᾽ ἔπειτ᾽ ἐξ-
5.75
είλετο ϝιὸν ἀνα-
5.76
πτύξας φαρέτρας πῶμα: τῷ δ᾽ ἐναντία
5.77
ψυχὰ προφάνη Μελεάγρου
5.78
καί νιν εὖ εἰδὼς προσεῖπεν:
5.79
υἱὲ Διὸς μεγάλου,
5.80
στᾶθί τ᾽ ἐν χώρᾳ, γελανώσας τε θυμόν
5.81
μὴ ταΰσιον προΐει
5.82
τραχὺν ἐκ χειρῶν ὀϊστὸν
5.83
ψυχαῖσιν ἔπι φθιμένων:
5.84
οὔτοι δέος. ὣς φάτο: θάμβησεν δ᾽ ἄναξ
5.85
Ἀμφιτρυωνιάδας ,
5.86
εἶπέν τε: τίς ἀθανάτων
5.87
ἢ βροτῶν τοιοῦτον ἔρνος
5.88
θρέψεν ἐν ποίᾳ χθονί;
5.89
τίς δ᾽ ἔκτανεν; ἦ τάχα καλλίζωνος Ἥρα
5.90
κεῖνον ἐφ᾽ ἁμετέρᾳ
5.91
πέμψει κεφαλᾷ: τὰ δέ που
5.92
Παλλάδι ξανθᾷ μέλει.
5.93
τὸν δὲ προσέφα Μελέαγρος
5.94
δακρυόεις: χαλεπὸν
5.95
θεῶν παρατρέψαι νόον
5.96
ἄνδρεσσιν ἐπιχθονίοις.
5.97
καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς
5.98
παῦσεν καλυκοστεφάνου
5.99
σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου
5.100
λισσόμενος πολέων
5.101
τ᾽ αἰγῶν θυσίαισι πατὴρ
5.102
καὶ βοῶν φοινικονώτων:
5.103
ἀλλ᾽ ἀνίκατον θεὰ
5.104
ἔσχεν χόλον: εὐρυβίαν δ᾽ ἔσσευε κούρα
5.105
κάπρον ἀναιδομάχαν
5.106
ἐς καλλίχορον Καλυδῶ-
5.107
ν᾽, ἔνθα πλημύρων σθένει
5.108
ὄρχους ἐπέκειρεν ὀδόντι,
5.109
σφάζε τε μῆλα, βροτῶν
5.110
θ᾽ ὅστις εἰσάνταν μόλοι.
5.111
τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι
5.112
στασάμεθ᾽ ἐνδυκέως
5.113
ἓξ ἄματα συνεχέως: ἐπεὶ δὲ δαίμων
5.114
κάρτος Αἰτωλοῖς ὄρεξεν,
5.115
θάπτομεν οὓς κατέπε-
5.116
φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ,
5.117
Ἀγκαῖον ἐμῶν τ᾽ Ἀγέλαον
5.118
φ έρτ ατον κεδνῶν ἀδελφεῶν,
5.119
οὓς τέ κεν ἐν μεγάροις
5.120
πατρὸ ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος:
5.121
τῶν δ᾽ ὤ λεσε μοῖρ᾽ ὀλοὰ
5.122
πλεῦνα ς: οὐ γάρ πω δαΐφρων
5.123
παῦσεν χόλον ἀγροτέρα
5.124
Λατοῦς θυγάτηρ: περὶ δ᾽ αἴθωνος δορᾶς
5.125
μαρνάμεθ᾽ ἐνδυκέως
5.126
Κουρῆσι μενεπτολέμοις:
5.127
ἔνθ᾽ ἐγὼ πολλοῖς σὺν ἄλλοις
5.128
Ἴφικλον κατέκτανον
5.129
ἐσθλόν τ᾽ Ἀφάρητα, θοοὺς μάτρωας: οὐ γὰρ
5.130
καρτερόθυμος Ἄρης
5.131
κρίνει φίλον ἐν πολέμῳ:
5.132
τυφλὰ δ᾽ ἐκ χειρῶν βέλη
5.133
ψυχαῖς ἔπι δυσμενέων φοι-
5.134
τᾷ θάνατόν τε φέρει
5.135
τοῖσιν ἂν δαίμων θέλῃ:
5.136
ταῦτ᾽ οὐκ ἐπιλεξαμένα
5.137
Θεστίου κούρα δαΐφρων
5.138
μάτηρ κακόποτμος ἐμοὶ
5.139
βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά:
5.140
καῖέ τε δαιδαλέας
5.141
ἐκ λάρνακος ὠκύμορον
5.142
φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
5.143
μοῖρ᾽ ἐπέκλωσεν τότε
5.144
ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
5.145
Δαϊπύλου Κλύμενον
5.146
παῖδ᾽ ἄλκιμον ἐξεναρί-
5.147
ζων ἀμώμητον δέμας,
5.148
πύργων προπάροιθε κιχήσας:
5.149
τοὶ δὲ πρὸς εὐκτιμέναν
5.150
φεῦγον ἀρχαίαν πόλιν
5.151
Πλευρῶνα: μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
5.152
γνῶν δ᾽ ὀλιγοσθενέων:
5.153
αἰαῖ: πύματον δὲ πνέων δάκρυσα τλ άμων
5.154
ἀγλαὰν ἥβαν προλείπων.
5.155
φασὶν ἀδεισιβόαν
5.156
Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
5.157
τέγξαι βλέφαρον, ταλαπενθέος
5.158
πότμον οἰκτίροντα φωτός:
5.159
καί νιν ἀμειβόμενος
5.160
τοῖ᾽ ἔφα: θνατοῖσι μὴ φῦναι φέριστον,
5.161
μηδ᾽ ἀελίου προσιδεῖν
5.162
φέγγος: ἀλλ᾽ οὐ γάρ τίς ἐστιν
5.163
πρᾶξις τάδε μυρομένοις,
5.164
χρὴ κεῖνο λέγειν ὅ, τι καὶ μέλλει τελεῖν.
5.165
ἦ ῥα τις ἐν μεγάροις
5.166
Οἰνῆος ἀρηϊφίλου
5.167
ἔστιν ἀδμήτα θυγάτρων,
5.168
σοὶ φυὰν ἀλιγκία;
5.169
τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν.
5.170
τὸν δὲ μενεπτολέμου
5.171
ψυχὰ προσέφα Μελεά-
5.172
γρου: λίπον χλωραύχενα
5.173
ἐν δώμασι Δαϊάνειραν,
5.174
νῆϊν ἔτι χρυσέας
5.175
Κύπριδος θελξιμβρότου.
5.176
λευκώλενε Καλλιόπα,
5.177
στᾶσον εὐποίητον ἅρμα
5.178
αὐτοῦ: Δία τε Κρονίδαν
5.179
ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν,
5.180
τόν τ᾽ ἀκαμαντορόαν
5.181
Ἀλφεόν, Πέλοπός τε βίαν,
5.182
καὶ Πίσαν, ἔνθ᾽ ὁ κλεεννὸς
5.183
ποσσὶ νικάσας δρόμῳ
5.184
ἦλθ εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
5.185
σας Ἱέρωνι φέρων
5.186
εὐδ αιμονίας πέταλον.
5.187
χρὴ δ᾽ ἀλαθείας χάριν
5.188
αἰνεῖν, φθόνον ἀμφοτέραισιν
5.189
χερσὶν ἀπωσάμενον,
5.190
εἴ τις εὖ πράσσοι βροτῶν.
5.191
Βοιωτὸς ἀνὴρ τᾷδε φών ησεν, γλυκειᾶν
5.192
Ἡσίοδος πρόπολος
5.193
Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι μῶσι, τούτῳ
5.194
καὶ βροτῶν φήμαν ἕπ εσθαι.
5.195
πείθομαι εὐμαρέως
5.196
εὐκλέα κελεύθου γλῶσσαν οὐ κ ἐκτὸς δίκας
5.197
πέμπειν Ἱέρωνι: τόθεν γὰρ
5.198
πυθμένες θάλλουσιν ἐσθλ ῶν,
5.199
τοὺς ὁ μεγιστοπάτωρ
5.200
Ζεὺς ἀκινήτους ἐν εἰρήν ᾳ φυλάσσοι.