Letters
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/basil-the-great" aria-label="More works by Basil the Great">
—
⋯
Original / primary: Textus receptus
206.0.1
Νῦ ν μά λιστα τῆ ς τοῦ σώ ματος ἀ σθενεί ας αἰ σθά νομαι, ὅ τε ὁ ρῶ μοι τοσοῦ τον ἐ μποδί ζουσαν τῇ τῆ ς ψυχῆ ς ὠ φελεί ᾳ. εἰ γά ρ μοι κατὰ νοῦ ν ἐ χώ ρει τὰ πρά γματα, οὐ κ ἂ ν δἰ ἐ πιστολῶ ν οὐ δὲ διὰ μέ σων ἀ νθρώ πων προσεφθεγγό μην ὑ μᾶ ς, ἀ λλ̓ αὐ τὸ ς ἂ ν δἰ ἐ μαυτοῦ καὶ τὸ τῆ ς ἀ γά πης ἀ πεπλή ρουν χρέ ος καὶ ἐ γγύ θεν ἀ πέ λαυον τοῦ πνευματικοῦ κέ ρδους. νῦ ν δὲ οὕ τω διά κειμαι, ὡ ς ἀ γαπητῶ ς καὶ τὰ ς τῆ ς πατρί δος κινή σεις ὑ φί στασθαι, ἃ ς ἀ ναγκαί ως ποιού μεθα ἐ πισκεπτό μενοι τὰ ς κατὰ τὴ ν χώ ραν ἡ μῶ ν παροικί ας. ἀ λλὰ παρά σχοι ὁ Κύ ριος καὶ ὑ μῖ ν ἰ σχὺ ν καὶ προθυμί αν, καὶ ἐ μοὶ πρὸ ς τῇ σπουδῇ ἣ ν ἔ χω νῦ ν, καὶ δύ ναμιν, ὥ στε, καθὼ ς παρεκά λεσα ὑ μᾶ ς, πραγματεύ σασθαι ἡ μῖ ν τὴ ν ἀ πό λαυσιν, γενομέ νοις ἐ πὶ τῆ ς Κομανικῆ ς ἐ νορί ας. Φοβοῦ μαι δὲ περὶ τῆ ς σῆ ς κοσμιό τητος, μή που σοι ἐ μπό διον γέ νηται ἡ περὶ τῶ ν οἰ κεί ων λύ πη. καὶ γὰ ρ ἔ μαθον ὅ τι σε ἔ θλιψε παιδί ου τελευτή: οὗ τὴ ν στέ ρησιν, ὡ ς μὲ ν πά ππῳ, λυπηρὰ ν εἰ κὸ ς εἶ ναι, ὡ ς δὲ ἀ νδρὶ πρὸ ς τοσοῦ τον ἤ δη διαβεβηκό τι τῆ ς ἀ ρετῆ ς, καὶ ἐ πισταμέ νῳ τῶ ν ἀ νθρωπί νων τὴ ν φύ σιν ἐ κ τῆ ς κατὰ τὸ ν χρό νον ἐ μπειρί ας καὶ ἐ κ τῆ ς πνευματικῆ ς διδασκαλί ας, ἀ κό λουθον μὴ πά ντη δύ σφορον εἶ ναι τῶ ν οἰ κειοτά των τὸ ν χωρισμό ν. καὶ γὰ ρ οὐ τὰ αὐ τὰ ἀ παιτεῖ ἡ μᾶ ς τε καὶ τοὺ ς τυχό ντας τῶ ν ἀ νθρώ πων ὁ Κύ ριος. οἱ μὲ ν γὰ ρ συνηθεί ᾳ ζῶ σιν, ἡ μεῖ ς δὲ κανό νι τῆ ς πολιτεί ας τῇ ἐ ντολῇ τοῦ Κυρί ου κεχρή μεθα, καὶ τοῖ ς προλαβοῦ σι τῶ ν μακαρί ων ἀ νδρῶ ν ὑ ποδεί γμασιν, ὧ ν τὸ μεγαλοφυὲ ς τῆ ς διανοί ας ἐ πὶ τῶ ν περιστατικῶ ν καιρῶ ν μά λιστα διεδεί κνυτο. ἵ να οὖ ν καὶ αὐ τὸ ς ὑ πό δειγμα ἀ νδρεί ας καὶ τῆ ς ἐ πὶ τοῖ ς ἐ λπιζομέ νοις ἀ ληθινῆ ς διαθέ σεως καταλί πῃ ς τῷ βί ῳ, δεῖ ξον σαυτὸ ν μὴ καμπτό μενον τῷ πά θει, ἀ λλ̓ ὑ ψηλό τερον ὄ ντα τῶ ν λυπηρῶ ν, τῇ μὲ ν θλί ψει ὑ πομέ νων, τῇ δὲ ἐ λπί δι χαί ρων. μηδὲ ν οὖ ν τού των γέ νηται κώ λυμα πρὸ ς τὴ ν ἐ λπιζομέ νην ἡ μῖ ν συντυχί αν. τοῖ ς μὲ ν γὰ ρ νηπί οις αὐ τά ρκης ἡ ἡ λικί α πρὸ ς τὸ ἀ νέ γκλητον, ἡ μεῖ ς δὲ ὑ πεύ θυνοί ἐ σμεν τὰ διατεταγμέ να ἡ μῖ ν ὑ πηρετεῖ ν τῷ Δεσπό τῃ καὶ εἰ ς πά ντα εὔ θετοι εἶ ναι τῇ οἰ κονομί ᾳ τῶ ν ἐ κκλησιῶ ν, ἧ ς μεγά λους τοὺ ς μισθοὺ ς τοῖ ς πιστοῖ ς καὶ φρονί μοις οἰ κονό μοις ὁ Κύ ριος ἡ μῶ ν ἐ ταμιεύ σατο.